1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

39

πνεῦμα τὸ διοικοῦν τὰ ὅλα. κ̣ατα`̣ τ̣ὸ πρόχειρον καὶ τὸ ῥητὸν οὐκ ἔστιν ἄνθρωπος̣ ο῾̣ ἐξουσιάζων ἐν πνεύματι, ἵνα λ̣άβῃς τὴν κίνησιν τοῦ ἀέρος πνεῦμα, τουτέστιν τὸν ἄνε-μον. μὴ γὰρ ἐξουσιάζει πολλὰ κ̣αθὸ οὐ βούλεται ἄνεμον εἶναι. καὶ οὐ δύνα-τ̣αι̣ α᾿̣γαγεῖν αὐτόν, οὐ δυ κωλῦσαι δύναται τ̣ὸν̣ φ̣ιλ̣ου῀̣ντα ἂν βλάπ-τειν. οἱ πλέοντές ε̣ι᾿̣σιν ου᾿̣κ ἔχοντες ἐξουσίαν, κἂν ἄριςτοι̣ κ̣υβερνῆται ὦσιν, ὥστε ἀγαγεῖν πνοὴν πα̣ράλληλον τοῖς πλέουσιν, οὐδὲ πα̣υ῀̣σαι αὐ-τ̣ὴν σφοδρωτάτην καὶ βλαπτικήν. κ̣ατα`̣ τὸ πρόχειρον οὖν οὕτω λημπτέ-ον. ἐπειδὴ δὲ πολλάκις ἡ ψυχὴ τοῦ ἀνθρώπου λ̣ε´̣γεται πνεῦμα, οὐκ ἔστιν ὁ ἔχων ἐcο̣υσίαν ὥστε παραμεῖναι τὴν ψυχὴν ἢ ἀφε̣ι῀̣ν̣α̣ι̣ αὐτὴν ἀπὸ τοῦ ζῴου. προνοίας ἤρτηται ...

316 Eccl 11,1ab2a ἀπόστειλον τὸν ἄρτον σου ἐπὶ πρόσωπον τοῦ ὕδατος , ὅτι ἐν πλήθει τῶν ἡμερῶν εὑρήσεις αὐ τόν· δὸς μερίδα τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ. ̣11,1α̣ ἡ λέξις αὕτη οὐδὲν ἔχει πρὸς ῥητόν. ποῖον γὰρ ἐφ̣' ἱστορίας ὠφέλιμόν ἐστιν τὸν "ἄρτον", ὅν τις ἔχει, "ἐπὶ πρόσωπον τοῦ ὕδ̣ατο̣ς" ἐκπέμπειν; μᾶλλον ἄχρηστον αὐτὸν ποιεῖ. δεῖ οὖν πρὸς διάνοιαν μόνην καὶ ἀναγωγὴν τὴν λέ ξιν ταύτην λ̣αβ̣εῖν. πολλαχοῦ τῶν θείων παιδευμάτων τὸ πλῆθος τῶν ἀν θρώπων τῷ ὀνόματι τ̣ούτῳ προσαγορεύεται· "ῥῦσαί με", φησίν, "ἐξ ὑδάτων πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλοτρίων"· "ὕδατα πολλὰ" εἴρηκεν τοὺς "ἀλλοτρίους" τῆς θεοσε βείας "υἱούς". καὶ πάλιν πολλ̣αι`̣ ἄλλαι εἰσι`̣ν γρα φαὶ τοῦτο διδάσ̣κουσαι· λέγεται γοῦν ὅτι "δίδωσιν ὁ θεὸς ἐπὶ τὸ ὕδωρ τ̣α̣··· 1-3α" κα̣ι`̣ οὐκ εὑρίσκον ται ἐφ̣' ἱστ̣ο̣ρ̣ι´̣ας λαμβανόμενα. δύναται δὲ τὸ πλῆθ̣ο̣ς̣ τ̣ω῀̣ν̣ α᾿̣ν̣θρώπων σημαίνειν τ̣ὸ "ὕδ̣ωρ". δ̣ε̣ι῀̣ δ̣ὲ "ἐπὶ πρόσωπον τοῦ" τοιούτου "ὕδατος" το`̣ν̣ "ἀ´̣ρ̣τ̣ον" τῆς σωτηρίας τὸν τρέφοντα ψυχὴν "ἀπο̣ στέλλειν". τοῦτο λέγει ει ·α̣ι̣··κ̣?··· "ὑ´̣δωρ" εἶναι, ἀλλὰ "ἀπόστειλον", "μὴ φείσῃ" τὸν "ἄρτον"· σήψει γὰρ τὸ "ὕδωρ" τ·αφ······· ο̣ὑ῀̣τ̣ος. πάλιν π̣ρὸς ἀναγωγὴν δ̣ε`̣ ἑτέραν ῥηθείη τοῦτο· ὁ "ἄρτος" οὗτος οὐκ ἔστιν ὁ αἰσθητός, ἀλλ̣ὰ περὶ οὗ λέγε ται ὅτι "ἐξ οὐρανοῦ καταβέβηκεν" "ἄρτος τῆς ζωῆς". δεῖ τοῦτον τὸν "ἄρτον" μετὰ τὸ καθάρσιον τῆς ψυχῆς αἴρεσ θαι ὡς τὸ "ἐπιθυμήσας σοφίαν διατήρησον ἐντολάς, καὶ κύριος χορηγήσει σοι αὐτήν". πρῶτον καθάρσιον δέχῃ -καθάρισόν σου τὴν ψυχήν, τὴν ψυχήν σου λάμπρυνον- καὶ οὕτω τὸν "ἄρτον" "ἐπάνω τ̣οῦ ὕδατος", τὸ "ἐπάνω" προσσημαίνει τὸ μετά. ̣11,1b καὶ λέγει ὅτι "ἴσθι ὅτι ἐν πλήθει ἡμερῶν σου εὑρίσκεις τοῦτον τὸν ἄρτον". οὐ μέχρι τοῦ παρόντος ζῆν "ἐνεργεῖ" καὶ τρέφει, α᾿̣λλὰ καὶ "ἐν πλήθει ἡμερῶν". δυνατὸν δὲ καὶ τοῦτο ὅτι, ὅσω̣ν φωτισμοὶ πολλοὶ γί νο̣νται ἀπὸ τοῦ "ἡλίου τῆς δικαιοσύνης", "πλῆθος ἡμερῶν" ἔχεις κατὰ τὸ "μακρότητι ἡμερῶν ἐνπλήσω αὐτὸν" καὶ "ἔσῃ πολυήμερος". "εὑρήσεις τὸν ἄρτον ἐν τῷ πλήθει τῶν ἡ μερῶν". ἔτι μᾶλλον καὶ μᾶλλον, ὅσον "φωτίζῃ", "εὑ ρίσκεις" τὸν τῆς ἀληθείας "ἄρτον", τὸν "τῆς ζωῆς", ἵνα ἡ σπορὰ τῆς δικαιοσύνης τὸ "ὕδωρ" ἦν καὶ μετὰ σπορα`̣ν̣ τῆς δικαιοσύνης, "ἐπάνω", σπείρῃς τὸν τρύγητον καὶ τοῦ "φωτὸς τοῦ ἀληθινοῦ" τὴν γνῶσιν. 317 ἐπερ· "ἐπὶ" ψεκτοῦ "ὕδατος" "ἐνεργήσει" ὁ "ἄρ τος" ὁ ἐπαινετός; -οὐ λέγομεν "ἐπ̣ι`̣" ψεκτοῦ "ὕδατος", ἀλλ' ὥσπερ λέ γομεν τὸν "ἐν ἀγνοίᾳ" καὶ "σκότει πορευόμενον̣" προσ ιέναι τῷ "φω̣τὶ" καὶ οὐ λέγομεν ὅτι μένοντ̣ε̣ς "ἐν ἀ γνοίᾳ" καὶ "ἀγνωσίᾳ" πλησιάζουσιν τῷ "φωτί"· ὁ σ̣υν δ̣υαςμὸς λύει καὶ τὰ πρῶτα. οὕτω γοῦν καὶ τὸ "δεῦτε πρὸς ἐμὲ πάντες οἱ κοπιάσαντες καὶ πεφορτισμένοι", οὐχ ἵνα μείνητε "πεφορτισμένοι", "ἐγὼ" γὰρ "ἀναπαύσω ὑμᾶς". κα̣ὶ τό γε παράδοξον· ὁ σὺν ἡδονῇ πράττων τὴν ἁμαρτί αν βαρυτάτην οὖσαν οὐ βαρεῖται, οὐ "φορτίζεται", οὐ δοκεῖ κακὸν υ῾̣φ̣ι´̣στασθαι. ὅταν δὲ αἰσθηθῇ οἷον βάρος καὶ ἄχθος ἔχει ἡ ἁμαρτία, τότε "φορτίζεται" καὶ "κοπι ᾷ" καὶ π̣ρ̣όσεισιν τῷ "ἀναπαύοντι". τοιοῦτόν ἐστιν καὶ τὸ ἐν Ἰσαΐᾳ λεγόμενον ὅτι "ἐκοπ̣ίασεν Αἴγυπτος, ἐμπορία Αἰθιόπων"-κατὰ κοινοῦ δηλονότι̣ ἢ "ἐμπορία" ἢ "ἐμ̣πόρια"-"κα̣ι`̣ ο̣ι῾̣ Σαβαὶτ ἄνδρες ὑψηλοὶ"-κα̣ὶ αυ᾿̣τοὶ "ἐκοπίασαν̣"· καὶ λέγει εὐθέως ὁ´̣τ̣ι̣ "ἐπὶ σὲ" προσ ίασιν, ὅτε.