1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

41

"ἀπολειπόμενον σαββατισμὸν τῷ λαῷ τοῦ θε οῦ" ἐσχηκότες εὕροντες διὰ Ἰησοῦ "ψυχῆς ἀνάπαυ σιν"-"εὑρήσετε" γὰρ "ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν"- οὗτοι ἐν τῷ ἀληθινῷ σαββάτῳ εἰσὶν καὶ παρονομάζονται ἀπ' αὐτοῦ διὰ τοῦ "ἑπτά". λέγο̣νται̣ "ὀκτὼ δήγματα ἀν θρώπων" οἱ μετὰ τὴν ἐπιδημίαν τοῦ ςωτῆρος προσεληλυθότες τῷ εὐαγγελίῳ καὶ καταπονοῦντες καὶ "δάκνοντες" τὸν ἐχθρόν. καὶ τὸν πόνον αὐτοῦ, ὃν ἔσχεν τοῦ εὐαγγελίου πάντας καλέσαντος, διαφόρως ὁ λόγος σημαίνει ὁτὲ μὲν "συν τριβὴν" αὐτοῦ-"ὁ θεὸς τῆς εἰρήνης συντρίψει τὸν σατανᾶν"-, ὁτὲ δὲ τὸν πόνον αὐτοῦ-τὸ "δάκνεσθαι"-, ὁτὲ τὸ λελῦσθαι τὴν βλάβην αὐτοῦ-"δέδωκα" γὰρ "ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶ σαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδική σει". τὸ "ἀδικήσει" ὧδε τὸ "βλάψει" σημαίνει.

11,2b3ab ὅτι οὐ γιγνώσκεις τί ἔσται πονηρὸν ὑπὸ τὴν γῆν. ἐὰν πληρωθῶ σιν

τὰ νέφη ὑετοῦ, ἐπὶ τὴν γῆν ἐκχέουσιν. ̣11,2b ἐπεὶ ἀγνοεῖς τὸ "ἐπὶ τῆς γῆς πονηρὸν" ἤτοι τὸ πραττόμενον ἐναντίως τῷ ἀγαθῷ ἢ τὸν πόνον ἐνποιῆσαν τὸ "πονηρὸν" τὸ διαδεξάμενον τὰ ἀνθρώ πινα πράγματα-, διὰ τοῦτο ποίησον, ἃ ἐντέλλομαί σοι· "δὸς μερίδα τοῖς ἑπτὰ καὶ τοῖς ὀκτώ"· ἐξ αὐτῶν γὰρ τῶν δύο γραφῶν "γνώσει" τὸ "πονηρῶς" πραττόμενον καὶ τὸ ἐπελευσόμενον "πονηρὸν" κατὰ τῶν τὸ κακὸν ποι ούντων. διὰ τοῦτο "δὸς μερίδα τοῖς ἑπτὰ καὶ τοῖς ὀκτώ". ἐπερ· σὺ οὖν ὁ "διδοὺς τοῖς ἑπτά"; 320 -οὐ δύναται ἄλλως "γνῶναι". ὡς ἐὰν λέγῃς· ἀνάγνω θι τὴν γραφήν, ὅτι οὐκ οἶδας τί δεῖ πρᾶξαι καὶ τί οὐ. διὰ τοῦτο "γνῶθι τίνα ἔστιν", τίνα δεῖ πράττειν καὶ τί να μή. τούτῳ ὅμοιόν ἐστιν καὶ τὸ "πάντα δοκιμάζετε". διὰ τί δὲ "δοκιμάζετε"; ἵνα "τὸ καλὸν κατέχητε" καὶ "ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχησθε".

11,3ab ἐὰν πληρωθῶσιν τὰ νέφη ὑετοῦ, ἐκχέουσιν ἐπὶ τὴν γῆν. καὶ πρὸς τὸ

ῥητὸν ἀληθές ἐστιν. ὅτε εὖ ἔχει τὰ πράγματα, ὅτε οἱ διακονούμενοι ὑπὸ τῆς προνοίας καλῶς ἔχουσιν, τὸ τηνικάδε "τὰ νε´̣φ̣η πληρωθέντα ἐπὶ τὴν γῆν ἐκχέουσιν". τὸ ὕδωρ, ἐὰν εἰς τὸ πέλαγος ῥέῃ, μὴ γὰρ χρησιμεύει πρὸς σπόρον. εἰ καὶ ἄλλως πως πάντα τὰ ὑπὸ τῆς προνοίας γινόμενα χρησιμεύει, ὅμως εἰς τὴν "γῆν" οὐδὲν λυσιτελεῖ, ἐν τῷ Ἀδρίᾳ ἢ ἐν τῷ πελάγει ἐὰν ῥέῃ. ὡς πρὸς τὸ ῥητόν, τοῦτο δὲ πρὸς διάνοιαν. "νέφη πληρούμενα ὑετοῦ" τυγχάνουσιν αἱ διακονοῦσαι τῷ "λόγῳ τῆς σωτηρίας" ψυχαί. μία "νεφέλη" ὢν Μωϋσῆς ἔ λεγεν· "προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου". καὶ περὶ πάντων τῶν "βρεχόντων" τὸν πνευματικὸν "ἀμπελῶνα", τὸν "τοῦ Ἰσραὴλ οἶκον", "ἐντολὴ" δέδοται, ὅτε ἀντὶ "σταφυλῆς" "ἀκάνθας" ἠγίοχεν, "μὴ βρέχειν εἰς αὐτόν". καὶ ἔτι ἐν̣ α̣ὐτῷ τῷ Ἰσαΐᾳ λέγεται· "αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην, βλαστησάτω ἡ γῆ ἔλεος". ἡ "βλάστη τοῦ ἐλέου" οὐχ ὑπὸ τῆς αἰσθητῆς "γῆς" γίνεται, ἀλλ' ὑπὸ ἐκείνης τῆς λεγομένης "ἀγαθῆς γῆς" "καλῆς καρδίας", ἔνθα πεσὼν ὁ Ἰησοῦ "σπόρος" "ἐκαρποφόρησεν". ταῦτα δὲ τὰ "νέ φη" πότε "πληροῦται τοῦ ὑετοῦ", τουτέστιν τοῦ λόγου, ἢ ὅτε "γίνεται ὁ τοῦ κυρίου λόγος πρὸς" αὐτοὺς ὡς ἕ καστον λέγειν· "τάδε λέγει πρός με κύριος". ἰδοὺ ὁ "ὑετός". τότε δὲ "πληροῦται τὰ νέφη ὑετοῦ", ὅτε "ἐκ χέουσιν ἐπὶ τὴν γῆν". ἐάν τις μὴ "πληρωθῇ" τοῦ λόγου, οὐ δύναται "βρέχειν"· ἀλλὰ οὐ δύναται ἕτερον "ποτίζειν"· οἷοί εἰσιν οἱ ψευδοδιδάσκαλοι οἱ μηδὲν ἐπιστάμενοι καὶ δοκοῦντες "πάντα κατέχειν". "ἐπὶ τὴν γῆν" δὲ ἤτοι τὴν ἀνθρωπότητα ἢ τὴν "καρ δίαν" ἑκάστου, τὴν εὐτρεπισμένην πρὸς ὑποδοχήν· ἰδοὺ "σπόρος" ποτιστοῦ.

11,3cd ἐὰν πέσῃ ξύλον ἐν τῷ νότῳ καὶ ἐν τῷ βορρᾷ, τόπῳ, οὗ πίπτει, ἐκεῖ

μενεῖ. 321 φανερὸν ὅτι ἀλληγορούμενον καὶ πρὸς ἀναγωγὴν τοῦτο. τίς γὰρ οὐκ οἶδεν ὅτι, ὁπότε ἄν τις ἐκκόπτῃ "ξύλα", "ἐκεῖ μενεῖ" τὸ "ξύλον, ὅπου πίπτει"; οὐδὲ τοῦτο δὲ πρὸς τὴν ἱστορίαν ἀληθές ἐστιν· τέμνεται γὰρ τοῦτο "ξύ λον", οὐχ ἵνα "ἐκεῖ