1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

42

μείνῃ, ὅπου πίπτει", ἀλλ' ἵνα μετενεχθῇ εἰς χρείαν τινά. "ξύλον" οὖν ὧδε λέγει τὸν ἄνθρωπον. καὶ λέγει ὅτι, ὅπου ἐὰν καταλημφθῇ ὁ ἄνθρωπος, "ἐκεῖ" εὑρίσκε ται κἀκεῖ κρίνεται, ἵνα ᾖ ὅμοιον τὸ "τοὺς πάντας δεῖ ἡμᾶς παραστῆναι ἔνπροςθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος πρὸς ἃ διὰ τοῦ σώματος ἔπρα ξεν". εἰ δὲ "ἀγαθόν", "πίπτει" εἰς τὸν "νότον"· εἰ δὲ "κακόν", εἰς τὸν "βορρᾶν". πολλαχῶς διαστέλλεται ὁ "νότος" πρὸς τὸν "βορρᾶν", καὶ τοπικῶς, ἀλλὰ καὶ πρὸς ἀναγωγήν. ἡ νύμφη ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων λέγει· "ἐξεγεί ρου, βορρᾶ, καὶ ἔρχου, νότε". ἀποπέμπει τὴν πονηρὰν δύναμιν ἀπ' αὐτῆς. ἐν αὐτῇ δὲ ἦν ἡ πονηρὰ δύναμις. ὅτε τὸ "κακὸν" ἐνήρ̣γ̣ε̣ι̣, τὸ "κακο`̣ν" πρὸ τῆς πίστεως, πρὸ τῆς̣ κλη´̣σεως, εἶχε τὸν "βορρέαν" κατασκηνοῦντα ἐν αὐτῇ. ὅτε δὲ "ἐξέκλινεν ἀπὸ τοῦ κακοῦ" καὶ ἐπὶ τὴν "ποίησιν τοῦ ἀγαθοῦ" ἐλήλυθεν, προσκαλεῖται τὸν "νότον". καὶ τὴν αἰτίαν σκόπει· "διάπνευσον κῆπόν μου καὶ ῥευσάτωσαν ἀρώματά μου" τοῦ "βορρᾶ" τοῦτο οὐ ποιοῦντος. καὶ φυσικώτερόν γε τοῖς ὀνόμασιν κέχρηται· "ψυχρὸν" γὰρ "ἄνεμον" εἶπεν τὸν "βορρέαν". ὁ "ψυ χρὸς" δὲ μύει τὰς "ὀπὰς" τῶν "δένδρων", τοὺς ἀο ράτους λεγομένους σπόρους, ὥστε ἐπέχεσθαι ἔνδον τὰ μόρ̣ια. ἐὰν δὲ ὁ θερμὸς "νότος" "διαπνεύσῃ τὸν κῆ πον" τῆς ταῦτα λεγούσης ψυχῆς-"κῆπον" δὲ τὸν κατὰ ψυχήν- ἀραιοῦνται οἱ πόροι, τουτέστιν αἱ ἔννοιαι, ὅτι τὰ "ἀρώματα" τὰ εὐώδη νοήματα. τοῦτο οὖν λέγει ὅτι "ὅπου πέσῃ τὸ ξύλον, ἐκεῖ μενεῖ". ἐὰν "διαπνεούσῃ" τῇ ψυχῇ ἀπὸ τοῦ "νότου", "ῥεύσῃ τὰ ἀρώματα", εἰς τ̣όπον, ὅπου τὰ εὐώδη, "πίπτει". ἀντὶ τοῦ ἐπερ· οὐκοῦν οὐκέτι ἔνι μετάθεσις; -ἀλλὰ τέως τὴν εὐθέως γινομένην πτῶσιν λέγει, 322 ὡς ἐὰν λέγω ὅτι "πάντα τὰ ἔθνη παρασταθήσεται ἐπί προσθεν τοῦ βασιλέως τοῦ ἐρχομένου ςωτῆρος, ὥστε ἀφορίσαι αὐτὸν τὰς ἐρίφους ἀπὸ τῶν προβάτων· καὶ τὰ μὲν πρόβατα ἐκ δεξιῶν στήσῃ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων". ἦ δέ, "ὅπου ἔπεσεν, ἔμεινεν" "ἐξ εὐωνύμων τὸ ἐρί φιον, ἐκ δεξιῶν τὸ πρόβατον"; -οὐ μήν, εἰ ἀκούει τὰ "ἐρίφια" "ὑπάγετε εἰς τὸ πῦρ τὸ αἰώνιον", οὐ λέγει ὅτι ἀεὶ "ἐκεῖ μενεῖ" οὐδὲ τὰ εἰς τὴν βασιλείαν κεκλημένα ἀεὶ "ἐκεῖνα μενεῖ" καὶ οὐχὶ χωρήσῃ καὶ εἰς μείζονας καὶ ὑπεραναβεβηκότας καὶ ὑπερκοσμίους τόπους, ὥστε φθάσαι ἐπὶ τὴν "δόξαν" ἐ κείνην, ἣν "εἶχεν πρὸ τοῦ κόσμου" ὁ ςωτήρ. καὶ τοῦτο λέγει ὅτι "ὅπου πίπτει, ἐκεῖ μενεῖ", ὡς ἐὰν λέγῃ ὁ φάσκων· ἐὰν σπουδαῖον ᾖ, εἰς τὴν ἀρετὴν "μενεῖ", ἐὰν φαῦλον, ἐν τῇ κακίᾳ. οὐκ ἔστιν δὲ τοῦτο ἀμφιβαλλόμενον, ἀλλὰ τὸ ἑπόμενον δεικνύς· εἰ δὲ καὶ ἀμφίβολον ε̣ἰρήκει, διὰ τὸ τρεπτὸν τῆς προαιρέσεως· οὐκ εἴρηται δὲ ἀμφιβόλως. ἐπερ· τὸ "ξύλον" καὶ ἐν ἄλλῃ γραφῇ κεῖται; -ὁ μακαριζόμενος ἐπὶ τῷ μὴ βεβαδικέναι "ἐν βου λῇ ἀσεβῶν" μηδὲ "ἑστάσθαι ἐν ὁδῷ ἁμαρτωλῶν" μηδὲ "κε καθικέναι ἐν καθέδρᾳ λοιμῶν" "ἔσται", φησίν, "ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων". εἶτα μεθ' ὁλίγα ἐπιφέρει· "καὶ πάντα, ὅσα ἐὰν ποιῇ, κατευοδωθήσεται", δεικνὺς ὅτι περὶ ἀνθρώπου λέγε̣ι· οὐ γὰρ φυτοῦ ἔστιν τὸ "ποιεῖν" καὶ "κατευοδοῦσθαι". καὶ ἐπιφέρεται· "οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως", "ὡς τὸ ξύλον". καὶ πάλιν ἐν Ἰηρεμίᾳ λέγεται· "εὐλο γημένος ἄνθρωπος, ὃς πέποιθεν ἐπὶ τῷ κυρίῳ· ἔσται κύριος ἐλπὶς αὐτοῦ· καὶ ἔσται ὡς ξύλον εὐθηνοῦν παρ' ὕδατα"· καὶ λέγει αὐτὸ "εὐλογημένον" ὑπὸ κυρί ου. καὶ πάλιν ἐν ψαλμοι῀̣ς̣ ἔχ̣εις· "τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ πρὸ προσώπου κυρίου".

11,4ab5a τηρῶν ἄνεμον οὐ σπερεῖ, καὶ βλέπων ἐν ταῖς νεφέλαις οὐ θερίσει,

ἐν οἷς οὐκ ἔστιν γιγνώσ κων, τίς ἡ ὁδὸς τοῦ πνεύματος. ̣11,4α̣ καὶ πρὸς τὸ ῥητὸν ἀληθές ἐστιν, ἐπεὶ γὰρ ὁ σφοδρὸς "ἄν̣εμος" διαρίπτει τὸ σπειρόμενον 323 σπέρμα καὶ οὐ χωρεῖ εἰς οὓς ἔδει αὔλακας τῆς γῆς. ὡς δὲ πρὸς ἀναγωγὴν ὁ "ἄνεμος" πολλάκις ἐπὶ ἀβεβαί ου πράγματος λαμβάνεται· εἴρηται γὰρ ὅτι "περιφέρουσιν παντὶ ἀνέμῳ". ἐὰν "τηρεῖς" τὸν "ἄνεμον" τοῦτον, "οὐ σπε ρεῖς", ἀλλ' ὅταν καταπαύσῃ, ὅταν γένηται αἰθρία πολλῇ νηνεμίᾳ· τουτέστιν ὅσον ἡ ψυχὴ ὑπὸ παθῶν περιφέρεται ὧδε