1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

43

κἀκεῖσε, οὐ δύνῃ "σπεῖραι ἐν δάκρυσιν", ἵν' "ἐν ἀ γαλλιάσει θερίσῃς", οὐ δύνῃ "σπεῖραι εἰς δικαιοσύνην". "τήρει" οὖν τὸν "ἄνεμον". δυνατὸν δέ δυνατὸν δὲ καὶ τὸ "τηρεῖν" ἀντὶ τοῦ παρατηρεῖν λαμ βάνεσθαι. λαμβάνεται δὲ ἡ λέξις καὶ ἐπὶ τούτου, ὁτὲ μὲν ἐπὶ φυλακῆς, ὁτὲ δὲ ἐπὶ παρατηρήσεως. ὅταν λέγῃ ὅτι "παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον" καὶ "ζητεῖ τοῦ θανατῶσαι", ἐπιτηρεῖ δὲ ὡς εἰ τοξότης τηροίη, ποῖον μέλος γυμνόν ἐστιν τοῦ ἀντιπαρατεταγμένου, ἵν' ἐκεῖ πέμψῃ τὸ βέλος. ὅταν δὲ λέγῃ ὅταν δὲ λέγῃ ὅτι "διατηρήσεις ἡμᾶς", ἀντὶ τοῦ "διαφυλάξῃς ἡμᾶς". οὕτω καὶ ὁ ὄφις ···ου τὴν πτέρναν τοῦ ἀνθρώπου ἐπιτη ρε̣ῖ, εἰ ἔξω ἐστὶν τοῦ ὑποδήματος. ο῾̣ ? "υ῾̣π̣οδεδεμέ νος τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου" οὐ πλήττε ται τὴν πτέρναν ὑπὸ τοῦ ὄφεως. οὕτω γοῦν ἐν εὐλογίας τρόπῳ λέγεται πρός τινα· "σίδηρος καὶ χαλκὸς τὸ ὑπό δημά σου". οἶδας δὲ ὅτι "σίδηρος καὶ χαλκὸς" οὐκ ἔστιν εὐλογία εἰς ὑποδήματα παραλαμβανόμενον· πλήττει γὰρ τὸν πόδα· ἕλκει γὰρ εἰς τὸ ἑαυτοῦ σχῆμα τὸ ὑπόδημα τὸν "ὑποδεδεμένον" καὶ τραῦμα γίνεται περὶ τὸν πόδα. τὸ ἄτρωτον οὖν δείκνυσιν ὁ λαβὼν "ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ". τὸ ἀκαταμάχητον καὶ τὸ ἄτρωτον διὰ τούτων τῶν ὑλῶν πολλάκι̣ς σημαίνεται.

11,4b καὶ βλέπων ε᾿̣ν ταῖς νεφέλαις οὐ θερίσῃ. ὅταν "βλέπει ἐν ταῖς

νε̣φέλαις", ὁρᾷ ὄμβρον ἐπι κείμενον, "οὐ θερίζει". βιαζόμεθα τὰ τοῦ ῥητοῦ· ἐὰν̣ ?·····η̣ς ἐπικειμέ νου "ὑετοῦ", κατενεχ̣θεὶς ὁ "ὑετὸς" βλάπτει τὰ θεριζό μενα ὑγραίνων καὶ εὐκόλως εἰς σῆψιν ἔρχονται. τοῦτο οὖν ἐστιν, ὃ προστάττει· ἐν καταλλήλῳ "και ρῷ" ἕκαστον "πρᾶγμα" καὶ ἰδίῳ καὶ σὺ ποίει. διὰ δὲ τῶν δύο λέξεων τούτων με̣τ̣αφ̣έρει αὐτὰ εἰς πάντα. οἷον 324 ὁ ει᾿̣σ̣αγόμενος εἰς θεοσέβειαν, ἀπὸ γνώσεως θείας τύχῃ "σπειρέτω", ὅτε "καιρός" ἐστιν, δεχόμενος μαθήματα, ἃ προσῆκεν τῷ εἰσαγομένῳ δέξασθαι. καὶ μὴ παραυτὰ "θε ριζέτω", ἀλλ' ὅταν ἴδῃ ἐπικείμενον "ὑετὸν" δυνάμενον ποτίσαι, τότε "θεριζέτω". ἅμα γὰρ ἐπὶ τῶν τοιούτων ἀμ φότερα λαμβάνεται. ὁ σπουδαῖος ἄρχεται καὶ τέλος ἔχει ἀεὶ ἐν τῷ προ κόπτειν. αἱ προλαβοῦσαι προκοπαὶ τέλος λαμβάνουσιν, ἀρχὰς̣ δὲ αἱ διαδεχόμεναι. τοιοῦτό ιουν τι οὖν καὶ ἐν εὐαγγελίῳ ὁ ςωτὴρ περὶ πνεύματος "θεριζόντων" καὶ "σπειρόντων" λέγει· "ἵνα ὁ σπείρων ἅμα χαίρῃ καὶ ὁ θερίζων". οὐκ ἔστιν δὲ τοῦτο ἐπωφελὲς ἐν τῷ αὐτῷ καιρῷ τὸ αἰσθητὸν "σπείρειν" καὶ "θερίζειν". τὰ δὲ τῆς ἀ ρετῆς καὶ "θεριζόμενα" φύεται καὶ φυόμενα εἰς τὸ "θε ρίζεσθαι" ἔρχεται. εἶπον γὰρ ὅτι τῶν μὲν ἀπολείπεται, τοῖς δὲ ἐπέρχεται. εἴρηται γοῦν "ὅταν συντελέσῃ ἄν θρωπος, τότε ἄρχεται"· ᾗ δὲ "ἄρχεται" καὶ "συντε λεῖ" "ἅμα". σημαίνει δὲ τὴν "σπορὰν" ἡ "ἀρχή", τὸ δὲ "τέλος" ὁ "θερισμός". "ἅμα χαίρει σπείρων καὶ θερί ζων". δυνατὸν δὲ καὶ οὕτως λαβεῖν· ὅτε τὸ σπέρμα αὐτοῦ "τελεσφορεῖται", οὐκ ἔχει τὸν "θερίζοντα". ὁ "θερί ζων", ὅτε οὐκ ἔχει "σπεῖραι", οὐκ ἔχει, ὃ "θερίσῃ". "ἅμα" οὖν δύναται α̣υ᾿̣τ̣ὰ ὑπαρχθῆναι "εὐλογίᾳ" καὶ "χάριτι θεοῦ".

11,5a ἐν οἷς οὐκ ἔστιν γιγνώσκων, τίς ἡ ὁδὸς τοῦ πνεύματος. τοῦτο λέγει ὅτι

"ἐν οἷς οὐκ ἔστιν γιγνώςκων τὴν ὁδὸν τοῦ πνεύματος" αἱ ἐντολαὶ αὗται χρησιμεύουσιν. εἶπον δὲ ὅτι ὁ σπουδαῖος καὶ τέλειός γε σπουδαῖος καὶ ἀεὶ ἐκ προκοπῶν εἰς προκοπὰς διαβαίνων ἀμφότερα ποι εῖ· οἶδεν γὰρ ἐκεῖνος τὴν "ὁδὸν τοῦ πνεύματος". οὕτως οὖν "ἐστιν ὁ γιγνώσκων τὴν ὁδὸν τοῦ πνεύ ματος"· "τηρείτω", εἰ "ἄνεμός" ἐστιν, μὴ "σπειρέτω", καὶ π̣ότε ἐπίκειται "ὑετός", καὶ μὴ "θεριζέτω". 11,5bc ὡς ὀστᾶ ἐν γαστρὶ τῆς κυοφο ρούσης, οὕτως οὐ γνώσῃ τὰ ποιήματα τοῦ θεοῦ. το`̣ ἀκατάλημπτον τῶν "ποιημάτων" τούτων ἢ τὸ δυσκατά λημπτον σημαίνει. οἱ περὶ φύσεως ζῴων πραγματευσάμε νοι ἑκάστου μορίου εἴρηκαν ὁδόν τινα καὶ ἀκολουθίαν μεταβολῆς· περὶ "ὀστέου" οὐκ ἔσχον εἰπεῖν.