1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

44

λέγουσιν ὅτι αἷμα συνίστα̣τ̣αι τ̣οιῶσδε· τῆς τροφῆς τῆς προσενεχ θείσης δι̣αγευθείσης-ὅταν διὰ τοῦ πεπέμφθαι φλέγ 325 μα γένηται-ἡ τροφὴ εἰς αἷμα μεταβάλλει· τὸ δὲ ἄπεπ τον ἐκβλητέον ἐστίν, οὐκ ἀναλύεται εἰς τὴν σύνστασιν τοῦ βεβρωκότος, ἀλλ' ὡς περίττευμα ἀποβάλλεται. ὅταν δὲ πεφθῇ, τότε κατὰ μεταβολὴν καθεξῆς γινομένην ἀναλύεται εἰς αἷμα. εἶτα ἐκ τοῦ αἵματος λέγουσιν πυκ νωθέντος καὶ παγέντος γίνεσθαι σάρκα καὶ ἐκ τῶν περιτ τευμάτων τῆς τροφῆς γίνεσθαι τρίχας, ὄνυχας καὶ τὰ τοι αῦτα, τἃ ὥσπερ περιττεύματά ἐστιν. περὶ δὲ τῆς γενέ σεως τοῦ "ὀστέου" οὐδεὶς ἐκείνων εὗρεν, ἵνα ἦν τοῦτο ὡς "τὰ κρίματά σου ἄβυσσος πολλή". τοιοῦτόν ε᾿̣στιν καὶ τὸ ἐν ἑνὶ τῶν ψαλμῶν λεγόμενον· "οὐκ ἐκρύβη τὸ ὀσ τοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ". καὶ τὸ "ὃ ἐ ποίησας ἐν κρυφῇ" τοῦτο λέγει ὅτι κεκρυμμένη ἐστὶν αὐ τοῦ ἡ γένεσις· "οὐκ ἐκρύβη" δὲ τοῦτο "ἀπὸ σοῦ". λοιπὸν πρὸς ἀναγωγὴν τοῦτο λάμβανε. "κυοφορεῖ" ἡ συνλαβοῦσα ὑπὸ ἀνδρὸς ἡ σπέρματα δεξαμένη. τὸ σπέρ μα δὲ καταβληθὲν εἰς τὴν ὑστέραν πρώτην μεταβολὴν δέ χεται εἰς φύσιν. οὐδὲν γὰρ ἕτερόν ἐστιν φύσις ἢ σπέρμα πεπυκνωμένον ἐγγὺς ἔχον τοῦ μεταβαλεῖν εἰς σάρ κα. μετὰ τὴν φύσιν ἡ μεταβο̣λὴ εἰς τὸ ἔν̣βρυον ἄγει, τὸ ἔνβρυον εἰς τὸ ζῷον, μεθ' ὃ ἡ ἀπότεξις εὐθέως γίνεται. ὥσπερ οὖν "οὐ γιγνώσκεται" τὰ "ἐν γαστρὶ τῆς κυοφο ρούσης", εἰ μὴ τύχοι ἀποκάλυψις υ῾̣π̣ὸ θεοῦ γε̣νέσθαι, οὕτως ἡ ψυχὴ ἡ προσηκαμένη τὰ σπέρματα καὶ τὰς γονὰς τὰς τοῦ "νυμφίου" τοῦ ςωτῆρος, περὶ οὗ λέγεται "ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστ̣ι´̣ν", κεκρυμμένας ἔχει τὰς γονάς. τότε δὲ γίνονται φανεραί, ὅταν εἰς ν̣οήμα τα καὶ ἔργα μεταβάλωσιν αἱ γοναί, ἃς ἔσπειρε θε ός. οὐ δεῖ οὖν ἀεὶ "ἐν γασ̣τ̣ρ̣ὶ" αὐτὰ ἔχειν. "ἐν γαστρὶ" δὲ ἔχει αὐτὰ καὶ "κυοφορεῖ" ἡ μὴ μεταβάλλου σα τοὺς λόγους̣ κ̣αι`̣ τὰς νοήσεις τῶν ἔργων εἰς ἔργα καὶ θεωρήματα δογματικά. ὥσπερ οὖν ε᾿̣κεῖνα "οὐ γιγνώσκεις", εἰ μὴ μεταβάλωσιν εἰς ἔργα ἀγαθὰ καὶ θεω ρίας ευ᾿̣σεβεῖς, οὕτ̣ως οὐδὲ τὰ ἄλλα "ποιήματα τοῦ θεοῦ γνώσει", ἐὰν μὴ μεταβάλωσιν εἰς τ̣ὰ κατ' ἐνερ γείαν ἔργα. ἵνα "ὀστᾶ τῆς κυοφορούσης" κατὰ ἀναγωγὴν τὰ ἰσχυρὰ δ̣ο´̣γ̣μ̣α̣τ̣α λάβῃς· διακρατητικὰ γάρ ἐστιν τὰ "ὀστέα" ὅ λου τοῦ σω´̣μ̣ατος· οὕτω κα̣ὶ ἀ´̣ν̣ευ τῶν δογμάτων τῆς εὐ 326 σεβείας τὰ πάθη καὶ ἐπιτηδεύματα οὐκ̣ ἐ´̣στ̣ιν ὀρθῶς κείμενα. διὰ τοῦτο λέγεται περὶ τούτων τῶν "ὀστέων" ὅτι καὶ "γνῶσιν" ἔχουσιν "θεοῦ" καὶ ἴσασιν ὅτι οὐδεὶς "αὐτοῦ ὅμοιός" ἐστιν. οὐ καθάπαξ οὖν εἶπεν, ἀλλ' ὅσον "ἐν τῇ γαστρὶ τῆς κυοφορούσης"· ὡς ἐὰν λέγω ὅτι νυκτὸς οὔσης οὐδὲν ὁρᾶται τῶν ὁρατῶν, οὐ τοῦτο λέγω ὅτι οὐδὲν ὁρᾶται, ἀλλὰ νυκτὸς οὔσης· οὐ ταὐτὸν δέ ἐστιν τὸ μηδὲν ὁρᾶσθαι καὶ νυκτὸς μηδὲν ὁρᾶσθαι.

11,6abc ἐν πρωΐᾳ σπεῖρον τὸ σπέρμα σου καὶ ἐν ἑσπέρᾳ μὴ ἀφέτω ἡ χείρ σου,

ὅτι οὐ γιγνώσκεις, ποῖον στοιχήσεις τοῦτο ἢ τοῦτο. ̣11,6ab ἐπειδὴ πάνυ τρεπόμεθα ὡς ἐπὶ τὸ πλεῖ στον πρὸς ῥητόν, καὶ τοῦτο πρὸς ἱστορίαν λημπτέον. πολλαχοῦ τὸ ὄνομα τῆς "ἡμέρας" οὐ τὸν πεφωτισμέ νον ἀέρα μόνον, ὅταν ὑπὲρ γῆς ἦν ὁ ἥλιος, σημαίνει, ἀλλὰ καὶ ὅλον τὸν βίον τοῦ ἀνθρώπου, ὡς ἐὰν λέγῃ ὁ ὑμνῳδὸς "καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν". πολλάκις δὲ λέγεται "ἡμέρα" καὶ "καιρός" τις ἀρχόμενος καὶ λή γων. λέγει οὖν ὅτι ἐν τῇ ἀρχῇ τοῦ "καιροῦ"-ἵνα τὸν "καιρὸν" τοῦ "σπόρου" καὶ τοῦ "θερισμοῦ" λάβῃς "ἡ μέραν" μίαν-λέγει ἀρχομένου τοῦ "καιροῦ" ἐκείνου, καθ' ὃν ἔστιν "σπεῖραι", μὴ ἀργὸς ἔσο, "σπεῖρον τὸ σπέρμα σου". οὕτω γὰρ ἐν τῇ "ἑσπέρᾳ" οὐκ "ἀφῆται ἡ χείρ σου" εὑρίσκουσα τί "θερίσει"· "πληρωθέντος τοῦ χρό νου" ὁ "θερισμὸς" ἐνστήσεται. καὶ ταῦτα μὲν ὡς πρὸς ῥητόν. ὡς δὲ πρὸς διάνοιαν οι῾̣ "ἐν δάκρυσιν σπείροντες", οἱ "σπείροντες εἰς τὸ πνεῦμα, ἵνα θερίσουσιν ζωὴν αἰώνιον", ἐν ἀρχῇ "ἡμέρας" "σπείρουσιν", "ἡμέρας" δὲ ἐκείνης, ἧς ἔρωτα καὶ πόθον ἔλαβεν ὁ "Ἀβραάμ, ἵνα ἴ δῃ" καὶ δε̣ι̣χ̣θῇ αὐτῷ ὑπὸ τοῦ ςωτῆρος· καὶ ἡ "ἡμέ ρα" ἐκείνη, περὶ ἧς πως ὁ τῶν ἁγίων χόρος λέγει· "αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος". τὴν αὐτὴν ταύτην ὑποσημαίνει καὶ ὁ ἀπόστολος Ῥωμαίοις γράφων· "ἡ νὺξ προέκοψεν, ἡ δὲ