1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

45

ἡμέρα ἤνγισεν, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦμεν". τοῦτο οὖν λέγει· τέλος ἀπείληφεν ὁ τῆς "ἀγν̣οίας" καιρὸς "νὺξ" ὀνομαζόμενος· τούτου "προκό ψαντος" διαδέχεται ἡ "ἡμέρα". 327 ἀρχὴ τῆς "ἡμέρας" ἐστὶν "πρωΐα", ἐν ᾗ σπεύδουσιν πάντες οἱ ἅγιοι. καὶ ὁ μὲν αὐτῶν λέγει· "τὸ πρωῒ παρα στήσομαί σοι καὶ ἐφόψομαι" καὶ "ὁ θεός, ὁ θεός μου, πρὸς σὲ ὀρθρίζω". ἄλλος· "ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ θεός". ἐν ταύτῃ τῇ πρωϊνῇ "σπεῖρον ἐν δάκρυσιν", σὺν πόνοις "σπεῖρον" τὰ τῆς ἀρετῆς σπέρματα, σὺν ἱδρῶτι "σπεῖρε εἰς τὸ πνεῦμα", ἵνα "θερίσῃς ζωὴν αἰώνιον" καὶ "σπείρας ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θερί σῃς" καὶ ἔλθῃς "ἀγαλλιώμενος" φέρων τὰ δράγματα τοῦ σπόρου. "μὴ ἀφέτω" οὖν "ἡ χείρ σου" τὴν ἀρχὴν τῆς σπο ρᾶς. ἐπ' ἀμφοτέρους τοὺς λόγους "σπεῖρον". δυνατὸν δὲ καὶ οὕτω λαβεῖν· ἐπεὶ "ὡς ἐν ἡμέρᾳ εὐ σχημόνως περιπατεῖν" δεῖ καὶ "υἱοὶ φωτός" εἰσιν καὶ "υἱ οὶ ἡμέρας", οὗτοι τῆς ἀρετῆς "πρωΐαν" ἐ´̣χουσιν τὸν "ἐνεστῶτα αἰῶνα", ἐν ᾧ "σπείρειν" ὀφείλουσιν, ἵν' ἐν τῷ "ἑσπερινῷ" "θερίσουσιν". οὐκ α̣υ᾿̣τῶν δέ ἐστιν "ἑσπε ρινὸς" ἐκεῖνος, ἀλλὰ ἄλλων· αὐτ̣ο̣ῖς̣ γ̣ὰρ̣ ἔσται φῶς αἰώνιον, ὁ "ἥλιος τῆς δικαιοσύνης" ἀεὶ αὐτοὺς καταλάμ πων. ὅμοιον ἔχεις ἐν ψαλμῷ κείμενον· "τὸ ἑσπέρας αὐ λισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις". ἅμα "ἀνατέλλει καὶ δύει ὁ ἥλιος", ἀλλ' οὐ τοῖς αὐτοῖς· οἷς ο̣ὖν̣ "ἀνατέλλει", "ἀγαλλιῶνται"· οἷς δὲ "δύεται", "κλαίουσιν". παραπλήσιον του´̣τ̣ῳ ἐν Ἰηρεμίᾳ φέρεται· "ὀψὲ φωνὴ αὐτῆς ὠλόλυξεν", ὅτε "ἔδυε" αὐτῆς ὁ "ἥλιος". ἀπειλῆς δὲ τρόπῳ εἴρηται· "καὶ δύσεται ἥλιος ἐπὶ τοὺς προφήτας"-"προφήτας" δὲ ὧδε λέγει τοὺς ψευ δοπροφήτας-"καὶ συνσκοτάσει" γὰρ "ἐπ' αὐτοὺς ἡ ἡμέ ρα". σὺ οὖν, ὦ ἄνθρωπε, προτρεπόμενος "πρωΐᾳ σπεῖρε, μὴ ἀφέτω ἡ χείρ σου" μέχρι τῆς "ἑσπέρας", ἵνα λάβῃς "θερισμὸν" ἄριστον παρὰ θεοῦ γνῶσιν· "φωτίσατε" γὰρ "ἑαυτοι῀̣ς φῶς γνώσεως, τρυγήσατε εἰς καρπὸν ζωῆς, ἕως οὗ ἔλθωσιν ὑμῖν γενήματα δικαιοσύνης".

11,6c ὅτι οὐ γιγνώσκεις, ποῖον στοιχήσεις τοῦ το ἢ τοῦτο. "οὐ γιγνώσκεις",

φησίν, "ποῖον στοιχεῖ τοῦτο ἢ τοῦτο". ἐὰν "σπείρας" μὴ γεωργῇς, οὐκ οἶδας, εἰ φέρει καρπὸν ἢ οὐ φέρει. 328 δυνατὸν δὲ καὶ τοῦτο λαβεῖν ὅτι ὁ αυ᾿̣τὸς "ἅμα" "σπείρει" καὶ "θερίζει", ὡς μὴ "στοιχῆσαι π̣ο̣ι̣ο`̣ν̣" πρῶτον καὶ "π̣οιὸν" δεύτερον "ἅμα" πάντων γινομένων. καὶ ἔλα βον χθὲς μαρτύριον τοῦ εὐαγγελίου ὅτι "ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων", ὡς τὸν αὐτὸν "καιρὸν" εἶναι καὶ "σπόρου" καὶ "θερισμοῦ", "θερισμοῦ" μὲν τῆς προ λαβούσης προκοπῆς, "σπόρου" δὲ τῆς μελλούσης δ̣ια δέχεσθαι. δύναται δὲ καὶ ἡ ἐπιδημία τοῦ ςωτῆρος τοῖς μὲν γεγονέναι "πρωΐα", τοῖς δὲ "ἑσπέρα"· "ἑσπέρα" μὲν τοῖς ἀπιστήσασιν, "πρωΐα" δὲ οἷς "ἀνέτειλεν" διὰ τῆς "πίστεως" καὶ τῆς "εὐσεβείας". καὶ τοῦτο δὲ ῥητέον· ἀδύνατόν ἐστιν ὀρθῶς διδάξαι μὴ μαθόντα. ἐν τῇ οὖν ἀρχῇ τῆς εἰσαγωγῆς τῆς παιδεύσε ως "σπεῖρε καὶ μὴ ἀφέτω ἡ χείρ σου" ὥστε δυνηθῆναι πά λιν ἔχειν γένημα καὶ "σπεῖραι" καὶ θρέψαι ἄλλους. τοιαύ τη τις εὐλογία φέρετα̣ι ἐν τῇ Γενέσει περὶ Παύλου· "Βε νιαμίν", φησίν, "λύκος ἅρπαξ τ̣ο`̣ πρωϊνὸν ἔδετα̣ι̣ καὶ τὸ ἑσπέρας διαδώσει τροφήν". "λύκος ἅρπαξ" ἦν, ὅτε "ἐδίωκεν τὴν ἐκκλησίαν καὶ ἐπόρθει αὐτήν"· αλλο? ······· τ̣η῀̣ς̣ καταστάσεως ἐκείνης καὶ λοιπὸν γέγονεν ἐκ τοῦ "Βενιαμὶν" τοῦ υἱοῦ τῆς δεξίας, τοῦ "υἱοῦ τῆς ἡμέρας", τοῦ υἱοῦ τῆς ἀναπαύσεως, τότε λοιπὸν "τὸ πρωῒ ἤσθιεν", ἐπαιδεύετο ἐν τῇ εἰσαγωγῇ τ̣ῃ῀̣ κατὰ τὴν πίστιν, "κ̣α̣ι`̣ τὸ ἑσπέρας διέδωκε τροφήν", "ἀπόστολος" γέγονεν, "διδάσκαλος ἐν πίστει καὶ ἀληθείᾳ ἐθνῶν". ἐπερ· τὸ οὖν "οὐ γιγνώσκεις"; -ἐπεὶ "ἅμα" εἰσίν, οὐκ ἔχεις γνῶσιν διαιροῦσαν τόδε ἀπὸ τοῦδε. τὸ "στοιχῆσαι" ὧδε σημαίνει τὸ συν καταθέσθαι.

11,6d7ab καὶ ἐὰν τὰ δύο ἐπὶ τὸ αὐτὸ ἀγαθά. καὶ γ̣λ̣υκὺ τὸ φῶς καὶ ἀγα θὸν

τοῖς ὀφθαλμοῖς τοῦ βλέπειν σὺν τὸν ἥλιον. ̣11,6δ̣ ἐάν, φησίν, "σπείρῃς" ἀγαθῶς καὶ "θερίσῃς", "τὰ δύο ἀγαθὰ ἐπὶ τὸ αὐτὸ" γέγονεν. καὶ καλῶς̣ τ̣ελέ σας τὴν