1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

47

κηρίον", "φάγε μέλι, υἱέ, ἀγαθὸν γὰρ κηρίον, ἵνα γ̣λυ̣κανθ̣ῇ ο῾̣ φ̣άρ̣υ̣ν̣ξ". κα·····τ̣ο "μέ λι", τὸ ἐσθιόμενον, τὸν "ἀγαθόν", τὸ πνευματικὸν α᾿̣π̣ο´̣σταγμ̣α̣ τ̣ῶν γρα̣φῶν ε̣··· τὸ "κηρίον" δέ, ἐν ᾧ συνίσταται ἡ λέξις τῶν γραφῶν ··· ··· ···.

11,7b τ̣ο̣υ῀̣ β̣λ̣ε´̣πειν̣ σὺν τὸν ἥλιον. ο῾̣ ἔχων τὸ "φῶς" τοῦτο τὸν "ἥλιον

βλέπει". ἑκατέρως πάλιν ἄκουε. τὰ ἄλλα̣ ο῾̣ρατὰ δείκ̣ν̣υται ὑπὸ "ἡλίου" καὶ "φωτός"· αὐτὸ δὲ τὸ "φῶς" ο̣ὐχ̣ υ῾̣π̣ὸ ἄλλου δείκνυται, ἀλλ' αὐ τὸ ἑαυτὸ ε᾿̣μφανίζει. ὅπερ οὖν ἐπὶ τῆς ἱστορίας γίνεται τοῦτο καὶ ἐπὶ τῆς ἀναγωγῆς. εἰς τὸ ἁρμονίως ἰδεῖν δεῖ ὄψιν εἶναι καὶ "φῶς" καὶ ὁρατά. ἐ´̣σ̣τι̣ν̣ γάρ π̣οτε τη῀̣ς̣ ὄψε̣ω̣ς οὔσης̣ τὰ ο῾̣ρατὰ μὴ θεωρεῖσθαι, ὅταν νὺξ ᾖ. καὶ πάλιν τ̣οῦ "φω τὸς" ὄν̣το̣ς̣ ὅτ̣αν τι̣ς̣ μ̣ὴ σ̣κ̣οπῇ, κἀ`̣ν̣ μ̣ὴ στερηθῇ αὐτοῦ, οὐχ ὁρᾷ αὐτά. τότε οὖν τ̣αυ῀̣τ̣α ὁρᾶτα̣ι, ὅτε ? τ̣ὸ "φῶς" ············· εἰς ἀντίλημψιν αὐτῶν καὶ αὐτὰ ? φ̣ανερώσει. καὶ ἄλλο ἐστι`̣ν ? τὸ δεικνύον "φῶς" καὶ ἄλλο τὰ δεικνυόμενα ὁρ̣α̣τ̣ὰ καὶ ἕτερον ἡ δεικνύουσα ὄψις. περι`̣ μ̣ε´̣ντοι τῶν νοητῶν 331 οὐχ οὕτως ἔχει. τὸ "φῶς" ‖ οὐχ ὑπ̣ὸ "φωτὸς" δείκν̣υται καίτοι̣ ὂν̣ ὁρατόν, ἀλ̣λ' ἑαυτὸ φανεροῖ. τοῦτο μέν τοι Μω̣ϋσῆς θ̣εασ̣··ε̣··ς καὶ ει?···κ̣ρως ἔλεγεν· ""ἐμ φάνισόν μοι̣ σεαυτόν", οὐκ ἄλλος δὲ δύναταί μοι "ἐμφανίσ̣α̣ι"", ὡς εἴ τις τῷ "ἡλίῳ" ἔλεγεν· ""ἐμφά νισόν μοι σεαυτόν", ἄλλο γὰρ οὐδὲν δύναται σὲ δεῖξαι". οὕτω καὶ ὁ ςωτὴρ ἐν εὐαγγελίοις ἔλεγεν· "ο῾̣ ἔχων τὰς ἐντολάς μου̣ καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πα τρός μου, καὶ ἐμφανίσω αὐτῷ ἑαυτῷ ἐμαυτόν". πάλιν "ἐμφανίζω", "οὐκ ἄλλος με δείκνυσιν". ἀλλὰ λέγεις ὅτι ο῾̣ υἱὸς "δείκνυσιν τὸν πα τέρα". ἀλλὰ σκόπει ὅτι ἡ αὐτή ἐστιν πατρὸς καὶ υἱοῦ ου᾿̣σία· ὥσπερ γὰρ ὁ "πατὴρ δείκνυται" ὑπὸ τοῦ υἱοῦ, οὕτω καὶ ὁ υἱὸς ὑπὸ τοῦ πατρός· "ὁ ἑωρακὼς ἐμέ", φησίν, "ἑώρακεν τὸν πατέρα". καὶ ὅρα ὅτι ἀποκαλύπτει ὁ υἱὸς τὸν πατέρα, ἀποκαλύπτει δὲ καὶ ὁ πατὴρ τὸν υἱόν. Παῦλος γοῦν λέγει ὡς "εὐδόκησεν ὁ θεὸς ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί". καὶ ὁ Πέτρος ἐμαρτυρήθη ὅτι "σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψεν" αὐτῷ τὸν υἱόν, ἀλλ' ὁ γεν νήσας αὐτὸν "οὐράνιος πατήρ".

11,8abcd καὶ ἐὰν ἔτη πολλὰ ζήσεται ὁ ἄνθρωπος̣, ἐν πα῀̣σιν ··· εὐφραν θήσετ̣αι

καὶ μνησθήσεται τὰς ἡμέ ρας τοῦ σκότους, ὁ´̣τι πολλαὶ ἔσονται. ̣11,8a "κἂν" μυρία "ἔτη ζήσει ὁ ἄνθρωπος", ἦν δὲ "ἄνθρωπος" φυλάττων τὸ "κατ' εἰκόνα καὶ ὁμοίωσιν" καὶ οὕτω ὁ "ἄνθρωπος" ὡς "εὐθὴς" γέγονεν ὥστε εἰδέ ναι τὴν εὐθύτητα τοῦ φωτὸς καὶ τὸ "πρωῒ σπείρειν" καὶ τὸ "ἑσπέρας μὴ ἀφιέναι τῇ χειρὶ" μηδέν, "εὐφρανθήσε ται". ̣11,8ab "κἂν πολλὰ ἔτη ζήσεται, εὐφρανθήσεται". "ἔτη" δὲ "πολλὰ" γίνεται ἐκ περιόδου τοῦ "ἡλίου τῆς δικαιοσύνης". ὡς γὰρ ὁ αἰσθητὸς ἥλιος περιοδεύων κύ κλους τινὰς "ἔτη" καὶ ἐνιαυτοὺς κατασκευάζει, οὕτω καὶ "τὸ φῶς τὸ ἀληθινόν". περὶ τούτων οὖν λέγει ὁ ἅγιος ὁ φωτισθεὶς ὑπ' αὐτοῦ· "ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα". εἰ "πρόσκαιρά" ἐστιν πάντα τὰ καθ̣' ἡμᾶς, πῶς "αἰώνια ἔτη" ῥητέα τὰ παρ' ἡμῖν γινόμενα; καὶ ἔτι· "ἐμνήσθην ἡμερῶν αἰωνίων, σύνετε γενεὰς γε 332 νεῶν". ἐξ "αἰωνίων ἡμερῶν" κατασκευάζεται τὰ "αἰώ νια ἔτη". "κἂν πολλὰ" οὖν "ἔτη ζήσῃ ὁ ἄνθρωπος, εὐφρανθή σεται ἐν αὐτοῖς", ἐὰν οὕτως ὡς "ἄνθρωπος" ἐνεργῇ, ἐὰν μὴ "σ̣υνπαραβληθ̣εὶς" γένηται "κτηνώδης", ἐὰν μὴ "ἵππος θηλυμανής", "μὴ συνετὸς" κατὰ τὴν "ἡμίονον". ἐπερ· τὸ "καὶ ἐάν"; -ἐπεὶ οὐ πάντες "ζῶσιν" ταῦτα τὰ "ἔτη"· ἀλλ' οὐ δὲ κατὰ φύσιν ὁ "ζῶν ζῇ", ἀλλὰ ἐὰν θελήσῃ, "ζῇ". κἂν τοῦτο οὖν ὑπαρχθῇ, "εὐφρανθήσεται" ἐν πάσαις ταῖς ἡμέραις. ἐπὶ τοῦ ῥητοῦ οὖν οὐκ ἀναφέρεται τὸ ἀληθές" οὐκ, "ἐὰν" μυρία τις "ἔτη ζήσῃ", "ἐν πᾶσι̣ν αὐτοῖς εὐφραν θήσεται", εἰ μὴ ἄρα οὕτως εἴποις· ὁ σοφὸς οὐκ ἐπὶ τοῖς ἡδέσιν μόνοις χαίρει, ἀλλὰ καὶ ἐπὶ τοῖς ἀηδέσιν γενναίως αὐτὰ φέρων· "εὐλογήσω" γοῦν "τὸν κύριον ἐν παντὶ καιρῷ", λέγει, κἂν ἀηδῆ ἦν τὰ περιεστηκότα, κἂν ἀνιαρὰ ἦν· ὥσπερ ὁ Ἰὼβ "ἐν παντὶ καιρῷ" "εὐ φραίνετο".