1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

48

11,8cd καὶ μνησθήσεται τὰς ἡμέρας τοῦ σκότους, ὅτι πολλαὶ ἔσονται. ὡς ἐπὶ τὸ πλεῖστον ὁ ἐν κακίᾳ ὢν οὐ "μνημονεύει" τῶν "αἰωνίων φωτῶν", ὁ δὲ ἐν ἀρετῇ ὢν οἶδεν καὶ τὴν̣ κακίαν καὶ "μνημονεύει" αὐτῆς· οὕτω γοῦν "ἐκ κλίνει" ἀπ' αὐτῆς ···σ̣κ̣ο̣··················· μέχρ̣ι̣ γ̣ὰρ̣ τ̣οῦ παρόντος ζῆν ἐνεργοῦσιν, ἀλλ' οἱ κακοὶ παραδίδονται καὶ μετὰ ταῦτα τῷ σκότῳ καὶ τοῖς ἄλλοις ἀηδέσιν, ταῖς τιμωρίαις πάσαις. ὁ "μνημονεύων" οὖν οὐ πειραθήσεται αὐτῶν. ἑτέρως δὲ τὸ "μνημονεύειν" λαμβάνομεν· λαμβάνο μεν δὲ καὶ τὴν χρῆσιν πολλάκις μνήμην καὶ τὸ μὴ χρᾶσθαι λήθην. ὅταν γὰρ λέγῃ περὶ τῶν δικαίων τῶν τὰς θείας ἐπαγγελίας ἀπολαμβανόντων ὅτι "ἐπιλήσον ται τῆς θλίψεως αὐτῶν τῆς πρώτης"-ἀντὶ τοῦ οὐ πειραθήσονται αὐτῆς ἔτι-"οὐδὲ ἐπέλθῃ αὐτῶν ἔτι ἐπὶ τὴν καρδίαν". διὰ τί; "ἔσται γὰρ ὁ οὐρανὸς και νὸς καὶ ἡ γῆ καινή"· μεταστοιχειωθέντος τοῦ κόσ μου καὶ τῶν ἐπαγγελιῶν ἀποδοθησομένων, οὐκέτι μνήμη ἔσται θλιβηροῦ. καὶ οὕτως εἰώθαμεν λέγειν· ὅταν μεταβολὴ γένηται, λέγομεν λήθην "τῶν προτέ ρων" λαμβάνειν, κἂν ἀγαθὰ κἂν μὴ ἀγαθὰ ὦσιν. λέ γεται γοῦν· "ἐν ἡμέρᾳ ἀγαθῇ ἀμνηστία κακῶν". μὴ γὰρ 333 τοῦτο λέγει ὅτι ὁ πειραθεὶς "ἡμερῶν ἀγαθῶν" καὶ φωτεινῶν ἐπελάθετο ὅτι πεπείραται "κακῶν". ἀλλ' οὐκέτι οὕτω "μνημονεύει" αὐτῶν κατὰ πεῖραν.

11,8e9abcd πᾶν τὸ ἐρχόμενον ματαιό της. εὐφραίνου, νεανία, ἐν νεότητί σου, καὶ ἀγαθυνάτω σε ἡ καρδία σου ἐν ἡμέραις νεότητός σου, καὶ περιπάτει ἐν ὁδοῖς ἄμωμος καὶ ἐν ὁράσει ὀφθαλμῶν σου. ̣11,8e "τὸ ἐρχόμενον" οὐκ ἔστιν αἰώνιον· "πρόσκαιρά" εἰσιν πρὸς ταῦτα "τὰ βλεπόμενα", τὰ ὁ ρατὰ δημιουργήματα· "οὐ βλεπόμενα" δὲ καὶ "αἰώνια", ἃ σπουδάζουσιν ἔχειν οἱ ἅγιοι λέγοντες· "σκοπούν των ἡμῶν οὐ τὰ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσ καιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια". εἰ "αἰώνιά" εἰ σιν, οὐκ εἰσὶν μέλλοντα, κἄν π̣οτε μέλλουσαν εἴ πῃς "ἀρετὴν" ἢ "γνῶσιν"· παρ' ἡμᾶς τοῦτο γίνεται· εἰ μὴ γὰρ ἐγεγόνειμεν ἐν κακίᾳ ἢ ἐν ἀγνοίᾳ, οὐκ εἴ χαμεν μέλλοντα φωτισμὸν ἢ μέλλουσαν ἀγαθωσύνην. τῇ φύσει οὖν τὰ θεῖα ἔξω εἰσὶν τοῦ μέλλειν ἀ εὶ π̣α̣ρ̣ο´̣ντα. καὶ μέμνημαι ὅτι κέχρημαι τοιούτῳ παρα δείγματί ποτε. ὁ μεταν̣··················· ··ς̣ πάρεστιν δέ· ὧδε μέλλει. καὶ ἐχρησάμην τοιούτῳ παραδείγματι ὅτι ἡμέρας οὔσης ἐν οἴκῳ τι̣ς̣ θύραν κατα κλείσας φραξάτω πᾶσαν ὀπήν, οὐ πάρεστιν αὐτῷ τὸ φῶς, πάρεστιν δέ. ἐὰν οὖν ἀνοίξῃ τὰς θυρίδας, ἐὰν τὴν ἄ γνοιαν ἀποβάλῃ, εὑρίσκει παρὸν τὸ φῶς· ὥστε οὐ μέλλον ἐστίν. "τὸ ἐρχόμενον" οὖν πᾶν τοιοῦτόν ἐστιν" "μάται όν" ἐστιν, τῆς τῶν "ματαίων" φύσεως. "μάταιον" γὰρ οὐ λοιδορούμενον, εἰ μὴ ἐκ συνκρίσεως τῶν ὑπεραναβεβη κότων. τοιαῦτα μὲν ἐλέχθη ἐν ἀρχῇ τοῦ βιβλίου· τότε δὲ παραδείγμασιν τοιούτοις ἐχρώμεθα ὅτι δᾷδα καὶ λαμπὰς φωτίζει· ὡς πρὸς τὸν ἥλιον δὲ καὶ τὸ φῶς ἐκεῖ νο τὸ ἡλιακὸν "ματαία" ἐστὶν αὕτη, οὐ ψεγομένη ἀλλ' ὑποδεεστέρα. ἀμέλει γοῦν τινες θέλουσιν περὶ τῆς ἀρετῆς φρο νεῖν, ἃ καὶ περὶ τῆς κακίας διανοοῦνται· εἴρηται γὰρ περὶ τῆς κακίας ὅτι "οὐδὲ ἦν ἐξ ἀρχῆς, οὐδὲ εἰς τὸν αἰῶνα ἔσται". περὶ μὲν γὰρ τῆς εἰδωλολατρίας καὶ 334 "πορνείας" εἴρηται, συνεκδοχικῶς δὲ περὶ πάσης κα κίας τοῦτο ἐκλαμβάνεται. καὶ λέγεται ὅτι "ἡ ἀδικία ἐ ψεύσατο ἑαυτήν". τὸ "ψεύσασθαι" δέ, ὡς λέγομεν γῆν "ἐψεῦσθαι", ὡς σῖτον, ὡς ἄμπελον. καὶ λέγουσίν τι νες οἱ περὶ τὴν συνσπορὰν τῆς ψυχῆς ἔχοντες ὅτι ἡ ἀ ρετὴ τοιαύτη ἐστίν· οὐχ ὑφέστηκεν ἄνευ τοῦ ἐνερ γοῦντος. ψεῦδος δέ ἐστιν τοῦτο" ἐν τῷ θεῷ γὰρ ἔ στιν κἀκεῖθεν αὐτὴν ἀρυόμεθα. κἂν ἡμεῖς οὖν ἀποστῶ μεν, ἔστιν ἐν θεῷ τὸ ἀγαθόν. τὸ δὲ κακόν, ἐὰν μὴ ἐνεργῇ τις, οὐκέτι ἔστιν· καὶ περὶ αὐτοῦ γοῦν τοῦ ἀρχεκάκου τοῦ μετὰ ἄρθρου ὀνο μαζομένου πάντα τὰ κακά· λέγεται γὰρ καὶ ὁ "πονη ρὸς" καὶ ὁ "ἐχθρὸς" καὶ ὁ "θάνατος" καὶ ὁ "ἁμαρτω λός". λέγεται γοῦν "σύντριψον τὸν βραχίονα τοῦ ἁ μαρτωλοῦ καὶ πονηροῦ", "σύντριψον" αὐτοῦ τὸ ἔργον "βραχίονα" ὀνομαζόμενον εἶτα εὐθέως λέγει· "ζητη θήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ δι' αὑτήν". "δι' ἑαυτὴν οὐκ εὑρίσκεται"· οὐκ ἔστιν γὰρ τῶν ὑφ εστηκότων, συμβεβηκός ἐστιν δυνάμενον ἀποβληθῆναι. οὐκ