1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

53

πάθη εἰς κακίας καὶ δια θέσεις μεταβάλωσιν. εἰ τοίνυν οὕτως ἐσμὲν ὡς "γῆ δόκι μος" εἶναι κα̣ὶ "τίκτουσα βοτάνην εὔθετον", ῥεῖ τὰ "νέφη" τὸν "ὑετὸν" τὸν αὐξητικὸν τῶν πνευματικῶν "βοτανῶν". ἐπερ· τοὺς διακονοῦντας ἀγγέλους; -"οὐχὶ πάντες ἐστὲ λειτουργικὰ πνεύματα εἰς 342 διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονο μεῖν σωτηρίαν;" καὶ ἄνθρωποι δὲ διακονοῦσιν τὸν θεῖον "ὑετόν", καὶ τούτοις προστάττεται "ῥαίνειν δικαιοσύνην", οὐ "ῥαίνειν" ὕδωρ, οὐ ῥεῖν ὄμβρον.

12,3a ἐν ἡμέρᾳ ᾗ ἂν σαλευθῶσιν φύλακες τῆς οἰκίας. τὸ τῆς "οἰκίας" ὄνομα ἐν τοῖς θεοπνεύστοις λο γίοις κατὰ διαφόρων κεῖται. ὅταν γὰρ λέγῃ τὸν τοὺς Ἰησοῦ "λόγους ἀκηκο ότα" καὶ μεταβαλόντα εἰς ἔργα "οἰκοδομεῖν τὴν ἑαυ τοῦ οἰκίαν ἐπὶ τὴν πέτραν", τὴν πολιτείαν καὶ τὸν βίον τὸν πρακτικὸν καὶ θεωρητικὸν "οἰκίαν" λέγει τοῦ ἐνεργήσαντος. καὶ τὸ "οἰκίαι παρανόμων ὀφειλήσουσιν κα θαρισμόν, οἰκίαι δὲ δικαίων δεκταὶ" τοὺς βίους καὶ τὰς πολιτείας "οἴκους" ὀνομάζει. καὶ "ἐπεὶ ἐφοβοῦντο αἱ μαῖαι τὸν θεόν, ἐποίησαν ἑαυταῖς οἰκίας", "φοβηθεῖ σαι" αὐτὸν τὸν φόβον ἔσχον καὶ "οἶκον" καὶ "ὀχύρωμα"· "ὀχύρωμα" γὰρ "ὁσίου φόβος κυρίου". σημαίνεται δὲ τῷ ὀνόματι τῆς "οἰκίας" πολλάκις ὁ περὶ γῆν τόπος· ὅταν γὰρ λέγῃ ὅτι "ἐν μεγάλῃ οἰκίᾳ οὐ μόνα χρυσᾶ καὶ ἀργυρᾶ σκεύη τυγχάνουσιν, ἀλλὰ ξύλινα καὶ ὀστράκινα" καὶ "ἐάν τις", φησίν, "ἑαυτὸν ἐκκαθάρῃ ἀπὸ τούτων"-τῶν "εἰς ἀτιμίαν σκευῶν"-, "ἔσται σκεῦος εἰς τιμήν, εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον", τοῦτο οὖν λέγει· ἐν τῷ κόσμῳ εἰσὶν σπουδαῖοι ἄνδρες· οὗτοι δὲ "σκεύη" εἰσὶν "χρυσᾶ καὶ ἀργυρᾶ". καὶ ὅσοι τὸν νοῦν ἑαυτῶν "καθαίρουσιν" καὶ ἐργάζονται διὰ πυρώσεως "σκεύη" εἰσὶν "χρυσᾶ", οἱ περὶ τὰ νοητὰ ἔχοντες τὴν σπουδήν, οἱ περὶ τὰ ὑπερκόσμια ἠκονημένοι. "ἀργύρεα" δὲ "σκεύη" εἰσὶν οἱ τὸν λόγον διακονούμενοι. πολλάκις γὰρ ἀποδέδεικται ὅτι ὁ "λόγος" τῷ ὀνόματι τοῦ "ἀργύρου" παρίσταται. καὶ λέγω ἀπὸ ἀπο στολικοῦ ῥητοῦ σαφῶς εἰρημένου, ἵνα τὸ αἴν̣ιγ̣μα τοῦτο φανῇ· τὸ πνεῦμα δίδωσιν "λόγον σοφίας" καὶ "λόγον γνώ σεως". καὶ ἔχεις διαφορὰν ταύτην· ὁ "λόγον" ἔχων "σο φίας" καὶ "λόγον γνώσεως" καὶ νοεῖ ὀρθω῀̣ς̣ καὶ θεωρεῖ τὰ ἐπιστημονικὰ καὶ λέγειν αὐτὰ δύναται διδασκαλικῶς· εἰσὶν γὰρ "λόγον γνώσεως" ἔχοντες, οὐχ "ἱκανοὶ" δὲ "δι 343 δάξαι"· καί εἰσιν τῷ ὄντι ἀκριβῆ νόησιν ἔχοντες καὶ γνῶσιν ἀδιάπτωτον, οὐχ οἷοι δέ εἰσιν τὰ νοηθέντα αὐτοῖς εἰς ἑτέρους μεταγαγεῖν διδασκαλικῷ τρόπῳ. εἰσὶν οὖν νοῦν ἔχοντες ἠκριβωμένον καὶ διὰ τοῦτο "χρύσεα σκεύη" εἰσίν, οὐχ οἷοι δέ εἰσιν διακονεῖν εἰς ἄλλους τὰ νοη θέντα αὐτοῖς. ἄλλοι δὲ "ἀργύρεά" εἰσιν δυνάμενοι λόγῳ τὰ νοηθέν τα αὐτοῖς καὶ ἃ ἀναγιγνώσκουσιν σαφηνίσαι. εἰσὶν δὲ ἄλλα "σκεύη ξύλινα καὶ ὀστράκινα". καὶ τούτων "τὰ μὲν εἰς τιμήν, τὰ δὲ εἰς ἀτιμίαν" ἐστίν. τίμια δέ εἰσιν τὰ "χρύσεα καὶ ἀργυρᾶ", "ἀτιμί ας" δὲ τὰ "ξύλινα καὶ ὀστράκινα". τὰ μὲν "ξύλινα" δύνα ται ὑπὸ πυρὸς δαπανηθῆναι, τὰ δὲ "ὀστράκινα" οἷά τέ ἐστιν "συντριβῆναι". ἀλλ' οὐ φύσεις εἰσηγεῖται ὧδε ἀμεταβλήτους, ὡς βούλεται τῶν ἑτεροδόξων ὁ μῦθος. ἐπηγίοχεν γοῦν ὅτι "ἐάν τις ἐκκαθάρῃ αὐτῶν ἀπὸ τῶν τῆς ἀτιμίας αὑτὸν" δη λονότι "σκευῶν", "ἔσται σκεῦος εἰς τιμὴν τῷ δεσπότῃ ἐπὶ πᾶν ἔργον ἀγαθόν"· ὥστε παρ' ἑαυτόν τις γίνεται τί μιον καὶ ἄτιμον "σκεῦος". ἔστιν γοῦν καὶ μετάπτωσις γινομένη ἀπὸ τιμίων εἰς τὸ ἄτιμον· εἴρηται γοῦν ἐν τοῖς Ἰηρεμίου θρήνοις μεταβολῆς πολλῆς γενομένης τοῦ Ἰσραὴλ ἀπὸ εὐσεβ̣είας εἰς ἀσέβειαν καὶ ἀπὸ πρακτικῆς ἀρετῆς εἰς πρακτικὴν κακίαν· "υἱοὶ Σιὼν οἱ τίμιοι ἐπηρμένοι χρυ σίῳ" καὶ ἀργ̣ύρῳ, "πῶς ἐλογίσθησαν εἰς ἀγγεῖα ὀστρά κινα". θεωρεῖς ὅτι τὰ τίμια ἐκ χρυσοῦ καὶ ἀργύρου πεποιη μένα "ἐλογίσθησαν εἰς ὀστράκινα". ἀμέλει γοῦν καὶ τὸ τοῦ Ἰσραὴλ γένος, ὅτε ἠπίστησεν τῷ ςωτῆρ̣ι, "ὡς σκεύη κεραμέως συντρίβονται, ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ"· ὅτε ἦσαν πρόβατα, χρυσᾶ ἦσαν καὶ ὑπὸ "ῥάβδου" ποιμαντικῆς ἤγοντο, νῦν δὲ "ἐν ῥάβδῳ σιδηρᾷ", καὶ "συν τρίβονται ὡς σκεύη κεραμέως". αὐτ̣ίκ̣α̣ γο̣υ῀̣ν κ̣αὶ ἐν Ἰηρεμίᾳ μυστικόν τι περὶ τῶν τοιούτων κεῖται· προστάττεται "καταβῆναι εἰς τὸν