1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

58

"κλείοντες" οὖν τὴν "ἀγοράν"; -οἱ διδάσκαλοι. ὅμοιόν ἐστιν τοῦτο τῷ ἐν Ἰσαΐᾳ λεγομένῳ κατὰ ἄλλην διάνοιαν μᾶλλον δὲ λέξιν· "ἐν τελοῦμαι ταῖς νεφέλαις τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑε τόν"· ἐπεὶ γὰρ ἐκ τοῦ δέχεσθαι τὸν "ὑετὸν" τὰς "ἀκάν θας" καὶ τοὺς "τριβόλους" εἰς φυτὰ μετέβαλλον, ἡ πρόθεσις δὲ τῶν "νεφελῶν" καὶ τὸ ἐντειλάμενον αὐ ταῖς ἦν, ἵνα ὁ "ἀμπελὼν βραχεὶς σταφυλὴν" ἐνέγκῃ· ἐπειδὴ δὲ ἀντὶ "σταφυλῆς ἀκάνθας" ἠγίοχεν, οὐ θέλων 352 δὲ αὐτῶν αὐξήσειν τὸ κακὸν φειδῷ πάλιν καὶ ἀγα θότητι "ἐνετείλατο" αὐταῖς "μὴ βρέχειν". οὕτω καὶ οὗτοι, ἐπεὶ οὐκέτι εἶχον οὓς δεῖ διδασκαλίαν δέ χεσθαι, "ἔκλεισαν τὰς θύρας ἐν ἀγοραῖς". καὶ ὧδε δὲ γίνεται τοῦτο πολλάκις, ὅταν γὰρ οἱ διδάσκαλοι ἀκούωσιν· "μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν, μηδὲ βάλητε τοὺς μαργαρίτας ἔνπροσθεν τῶν χοίρων, μήποτε στραφέντες ῥήξωσιν ὑμᾶς καὶ καταπατήσωσιν". πρὸς καλοῦ πάλιν "οὐ δίδοται ἐκείνοις". ἔμελλον γὰρ ἀσεβεῖν μειζόνως "πατοῦντες" τοὺς θείους λόγους ὄν τας "μαργαρίτας", κόσμησιν τοῦ "ἔσω ἀνθρώπου" εν δοντος· οὐδὲ τὸ κάλλος οὐδὲ τὸ τίμιον αὐτῶν ἐπιστά μενοι ἔμελλον αὐτοὺς "πατεῖν", ἀντὶ τοῦ καταφρονεῖν. τρόπον οὖν τινα καὶ ὧδε "ἐν ἀγορᾷ κλείουσιν τὰς θύρας"· εἰ δὲ ὧδε, πολλῷ πλέον ἐκεῖ, ἕως τὸ κριτήρι ον καὶ τὸ βῆμα "ἠνεῳγμένον" γένηται.

12,4cd καὶ ἀναστήσεται εἰς φωνὴν τοῦ στρουθίου καὶ ταπεινωθήσονται πᾶσαι αἱ θυγατέρες τοῦ ᾄσματος. ̣12,4c "ἀναστήσεται" ἡ "ἀγορὰ" "εἰς φωνὴν τοῦ στρουθίου". οἱ "ἐκ μέρους γιγνώσκοντες καὶ προφη τεύοντες" "ἔκλεισαν" τὴν "ἀγορὰν" καὶ τὰς "θύρας" αὐ τῆς. οὗτοι δέ εἰσιν οἱ "ἀπόστολοι", οἱ "προφῆται", οἱ ἐν ἀνθρώποις "διδάσκαλοι". δῶμεν ὅτι καὶ τὰ πνευμα τικὰ τὰ "εἰς διακονίαν ἀποστελλόμενα" "εἰς φωνὴν τοῦ στρουθίου" κα·?· ἀφίστανται. δύναται "στρουθίον" ἐνταῦθα ὁ ςωτὴρ λέγεσθαι κατὰ τὸν ἄνθρωπον κατὰ το····· "καὶ ἐγενήθην ὡς στρουθίον ἐπὶ δώματος". καὶ ἕκαστος δὲ τῶν ο᾿̣ρνίθων, ὅταν "ἀκούσας τοὺς" Ἰησοῦ "λόγους" εἰς ἔργα μετα βάλῃ καὶ "οἰκίαν οἰκοδομήσῃ" καὶ πληρώσῃ τὴν οἰκοδο μὴν καὶ στεφανοῖ τὴν οἰκοδομήν, τὸ τηνικάδε "ἐπὶ τοῦ δώματος" βοᾷ ἐπαγρύπνως τὴν "φωνὴν" ἐγείρων. δύναται δὲ καὶ αὐτὸ τὸ κήρυγμα τῆς ἀληθείας "στρου θίον" τότε λεχθῆναι, ὑψιπετὲς τότε γινόμενον, ὅτε μὲν γὰρ κάτω ἐγίνετο πρὸς τοὺς ἀκροατάς. ἐπειδὴ δὲ νῦν καὶ οἱ ἀκροαταὶ οἱ τέλειοι ἐπηρμένοι γεγένηνται καὶ μεταδιώκουσιν τὰ ὑπερκόσμια, ἐκεῖ αὐτοῖς βοᾷ τὸ "στρουθίον ἐπὶ τοῦ δώματος"· ἄνω τοῦ κόσμου γενόμενον κέκραγεν τὸ τέλειον, τὸ "πρόσωπον πρὸς πρόσωπον" προσ βαλεῖν τῇ ἀληθείᾳ. "ἀναστάντες εἰς φωνὴν τοῦ στρουθίου", ἐπειδὴ δὲ δυνατὸν καὶ "ἀναστῆναι" αὐτουςτοὺς περὶ ὧν ὁ λόγος 353 κατὰ τὴν προσδοκωμένην ἀνάστασιν. πολυτρόπως δὲ κή ρυγμα τῆς ἀναστάσεως σημαίνεται ἓν ὄν. ὅτε μὲν γὰρ "σάλπιγγι" παραβάλλεται-"σαλπίσει καὶ οἱ νεκροὶ ἀνα στήσονται ἄφθαρτοι"-, ὁ σαλπικτὴς οὗτος καὶ ὁ κῆ ρυξ τῆς ἀναστάσεως ὁ βοῶν ἵνα τοῦ συνθέματος πάντες ἀκούσαντες "ἀναστῶσιν". διὰ τοῦτο "σάλπιγγι" παραβέ βληται. μεγαλόφωνον δὲ τὸ ὄργανον τοῦτο καὶ πανταχοῦ ἐξηχούμενον. οὕτως καὶ ἐνταῦθα "στρουθίον" εἶπεν πά λιν τὸ κήρυγμα τῆς ἀναστάσεως, δοκεῖ οὐ χαμαίζηλον. "ἐγείρονται" οἱ "ἐγειρόμενοι", ἀλλὰ ἀντὶ "φθαρτῶν" "ἄφθαρτοι", ἀντὶ "ἀτίμων" καὶ "ἀσθενῶν" "ἰσχυροὶ" καὶ "ἔνδοξοι", ἀντὶ "ψυχικῶν" "πνευματικοί". "ἀναστήσεται" οὖν "εἰς φωνὴν τοῦ στρουθίου". ἐπερ· ἡ "ἀγορὰ" ἐκείνη ἡ "κλεισθεῖσα" "ἀναστή σεται"; -"ἀναστήσεται" ἐν ὅλῳ τῷ κόσμῳ. τοῦτο λέγω ὅτι τὸ κήρυγμα ἐκεῖνο τὸ ὧδε δημοσιευόμενον τὸ "ἐνεργούμε νον" μεταβαλεῖ, ὥστε μηκέτι "ἐκ μέρους" εἶναι "προ φητείαν ἢ γνῶσιν" ἀλλὰ "πρόσωπον πρὸς πρόσωπον". τοῦ τό ἐςτιν τὸ "ἀναστῆναι" τὴν κατὰ τὴν προτέραν ἀπό δοσιν. ἐπερ· ἵνα ποῖον "καιρὸν" λάβωμεν; -τὸν τῆς "κρίσεως". ἐπερ· ποίῳ "καιρῷ" "κλείεται"; -ὅταν τέλος λάβῃ ὁ παρὼν αἰών. ἐν τοι῀̣ς̣ ······ ····ενοις ἡ ἀρχὴ καὶ τὸ τέλος ἕν ἐστιν. τὸ τέλος τῆς ἡμέρας ταύτης ἀρχὴν φέρει τῆς ε῾̣ξη῀̣ς σ̣υν·χη····· ······· οὐκ ἔστιν διαστῆσαι χρόνον ἀπὸ χρόνου. τὸ λεγόμενον οὖν "νῦν" ?, ὃ λέγουσιν