1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

4

καθ' αὑτὰ λοιδορῶν αὐτά, ἀλλὰ πα ραθέσει τῶν νοητῶν καὶ ὑπερκοσμίων. πολλάκις γοῦν καὶ εἰσ αχθείς τις εἰς παίδευσιν καὶ ἐν τοῖς εἰσαγωγικοῖς ἀναστραφεὶς λόγοις καὶ ἐνεργήσας, ὡς ἐνδέχεται, καὶ προκόψας πολὺ ἐν αὐτοῖς, οταν εἰς τὴν ἀνωτέρω γένηται σοφίαν, λέγει "οὐδὲν ῃυ̣δειν πρότερον". καὶ τὸ οὐδ̣ὲν ἐν συνκρίσει τῶν μειζόνων λέγεται. ἐὰν̣ ουν περὶ τῶν "ὁρατῶν" δημιουργημάτων λέγῃ, τῆ̣ς διακοσμήσεως τοῦ κόσμου, "ματαιότητα ματαιοτήτων" αὐτὰ λέ γει ὡς πρὸς τὴν νοητὴν οὐσίαν, ὡς πρὸς τὸν θεόν, ὡς πρὸς τοὺς "ἀγγέλους", τὰς "ἀρχάς", τὰς "ἐξουσίας"· καν λέ γηται "ηλιος" "ὁρατός", ὡς πρὸς τὸν "τῆς δικαιοσύνης" "ματαιότης" καὶ οὐδέν ἐστιν· καὶ ἐὰν λέγηται "πέτρα" αἰσθητὸς "ποτίσασα" τὸν τῶν ̓Ι̣ουδαίων "λαὸν" "ἐν τῇ ἐρή μῳ" ὡς πρὸς τὴν "πνευματικὴν πέτραν"-αυτη "δέ ἐστιν ὁ Χ̣ριστός"-"ματαιότης" ἐστίν. οὐ λοιδορεῖ ουν τὴν κτίσιν. ἐπερ· περὶ τῆς διακοσμήσεως ταύτης; οὐ πάντως μὲν περὶ τούτου· οὐδὲ γὰρ ταῦτα "τὰ πάντα" ἐστίν, ἀλλὰ καὶ τὰ δι' αὐτῶν δηλούμενα. ἐὰν μὴ περὶ τῆς διακοσμήσεως μόνης ἐκλαβεῖν θέλ̣ωμεν τὸ "ειδεν ὁ θεὸς πάντα οσα ἐποίησεν, καὶ ἰδοὺ καλὰ λίαν", οὐκ ἀφῄρηνται τῆς ἐλαττώσεως τὰ συνκρίσει μειζόνων λεγόμενα ὑποδεέστε 9 ρα καὶ "μάταια"· καὶ λέγω γε· ὡς πρὸς τὰ προς τα νοητὰ καὶ "ἀόρατα" "ποιήματα" ἡ κτίσις ἡ τοῦ θεοῦ ἡ "ὁρατὴ" εὐτελής ἐστιν. αὐτὴ δὲ καθ' ἑαυτὴν μεγάλη ἐστίν· "ἐκ με γέθους" γοῦν "καλλονῆ̣ς̣ καὶ κτισμάτων ἀναλόγως ὁ γενε σιουργὸς αὐτῶν θεωρεῖται". λέγ̣ω· πολλάκις εἰσὶν ἐπιστῆμαι διὰ συμβόλων δεικνύμεναι· καὶ αὐτά γε τὰ σύμβολα καθ' ἑαυτὰ μεγάλα ἐστίν, παρατιθέμενα δὲ τοῖς θεοῦ ῥήμασιν τοῖς διὰ υἱῶν δηλουμένοις φαίνονται βραχ̣ύτατα ειναι. καὶ εἰ πᾶς λόγος βραχύτερός ἐστιν τοῦ θεοῦ ῥή̣ματος τοῦ διὰ υἱοῦ δηλουμένου, ἀλλ' οὐκ ηυ̣δη οτι βραχύς ἐστιν· ὡς πρὸς ἐκεῖνο καθάπαξ ἐστὶν βραχύς. καν τοίνυν "καλὰ λίαν" ην τὰ φαινόμενα ἐν τῇ διακοσμήσει, ἁπλ̣ῶς πρὸς τὰ ὑπερκόσμια τὸ οὐδέν εἰσιν. καὶ ινα ἐξ ἀποστολικοῦ λάβω· ὁ "ποτιζόμενος γάλα" διὰ τὸ "νήπιος" ειναι "ἐν Χριστῷ" καὶ "σάρκινος", λαμβάνει τι μετὰ τὸ "γάλα" τοῦτο. ἐπερ· ὡς πρὸς τίνας ουν ὁ λόγος, τοὺς μεγάλα τὰ μηδὲν νομίζοντα̣ς η πρὸς τοὺς ἀναβεβηκότας; τοὺς ἐκκλησιαζομένους· ἐν τοῖς ἐκκλησιαζομένοις δέ εἰσιν αὐτὰ̣ ταῦτα τὰ εἰσαγόμενα παιδευόμενοι, καὶ αυ̣λλοι παιδευό μενοι αὐτά, ινα δι' αὐτῶν προβῶσιν ἐπὶ τὰ μείζονα. οὐκ ἐρεῖς ἐν ἑκάστῳ τόπῳ προβλήματος ειναι καὶ ἀρχομέ νους καὶ τελειωθέντας; εἰσὶν δὲ ἀρχόμενοι, εἰσὶν δὲ καὶ ουτω τελειωθέντες, ὡς εἰς τὸ δεύτερον λοιπὸν ευ̣χειν μεταβῆναι· τοὺς μὲν ουν διδάσκει καταφρονεῖν τῶν "ματαίων", τοὺς δὲ παιδεύει δι' αὐτῶν προβαίνειν καὶ ἐπὶ τὰ μείζω σπεύδειν, ωστε αν εἰπεῖν· "σκοπούντων ἡμῶν οὐ τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα". πλὴν ἀμφότερα ὁ τοιοῦτος "σκοπεῖ". οταν διάφορα, μείζονα καὶ ἐλάττονα, τῷ αὐτῷ προσώπῳ λέ γηται, δοκεῖ ἀντικείμενα ειναι. οὐ δύναται γοῦν αμα καὶ κα τὰ τὸν αὐτὸν καιρὸν̣ ἀμφοτέρων ἐν ἐπιστήμῃ ειναι. οταν δὲ πρὸς πλῆθος λέγῃ-Παῦλος γοῦν γράφει Κορινθίοις, ολῃ τῇ ἐκ κλησίᾳ· "εὐχαριστῶ οτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ παν τὶ λόγῳ καὶ πάσῃ γνώσει", οὐ λέγει· "γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα." οἱ "γάλα ποτιζόμενοι" "μὴ δυνάμενοι" "βρῶμα" δέ ξασθαι, οτι "ουυ̣πω δύνασθε", οὐχ οἱ αὐτοί εἰσιν, οις λέ γει οτι "εὐχαριστῶ οτι ἐν παντ̣ὶ ἐπλουτίσθητε", ἐπεὶ ἀντι κείμενά ἐστιν. ειτα πάλιν ἀποδεχόμενος ἐπὶ τελειότητι "θ̣εοῦ σοφίαν" λέγειν τοῖς τοιούτοις λέγει· "ολως ἀκούεται ἐν ὑμῖν πορνεία καὶ τοιαύτη πορνεία, ητις οὐδὲ ἐν τοῖς ευ̣θνεσιν"· καὶ ευ̣τι διαβάλλει ὡς "ἀγνοοῦντας" τὸν περὶ τῆς "ἀναστάσεως" λόγον καὶ τὴν θεωρίαν τῶν "πνευματικῶν" νοημάτων.