1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

24

ἐστιν ὁ Σαμοσ̣α τεὺ̣ς Παῦλος καὶ Φωτεινός. οἱ δὲ εἰς τὴν δόκησιν ευ̣φθασαν μόνῃ τῇ θεότητι προσσ̣χόντες. τὸ κρᾶμα ουν ἡ μῖξις ἐστὶν τῆς ἐνανθρωπήσε̣ως κ̣αὶ̣ τ̣ῆ̣ς θεότητος. ειπον δὲ καὶ αλλας διανοίας οτι τὰ πνευματικὰ καὶ α̣ἰ̣σ̣θητὰ̣ κ̣ατα̣μιγόμενα κρᾶσιν ποιεῖ. 2,9abc ἐμεγαλύνθην κ̣αὶ προσέθηκα παρὰ πάντας τοὺς γενομένους μου ευ̣ν προσθεν ἐν ̓Ι̣ερ̣ουσαλήμ. ἀ̣ε̣ὶ ἐν τῷ "προστιθέναι" ἐστὶν ὁ "σοφός", οταν προκόπτῃ. ἐν τῷ βίῳ δὲ τ̣ὸ̣ ευ̣̣σ̣χ̣ατ̣ον̣ κα̣ὶ̣ πρῶτόν ἐστιν τελειωθῆναι. "οταν", φησίν, "συντελέσει ανθρωπος, τότε αυ̣ρχεται". ἀμέλει γ̣ο̣ῦ̣ν καὶ̣ "οταν τὸ" ἐνδεχόμενον "τέλειον" ἐν τῷ βίῳ τούτῳ χωροῦσιν, ·ε······ "ἐκ μέρους γιγνώσκο μεν". ἀεὶ ουν ἐν τῷ "προστιθέναι" ἐστὶν ὁ σπουδαῖος. τοῦ το, νομίζω, καὶ ̓Ισοκράτης ειπεν· "α μεμάθηκας, διατήρει ταῖς μελέταις προσλάμβανε δὲ ταῖς ἐπιστήμαις." ὁ δὲ "προσλαμβάνων" ἀεὶ "προστίθησιν" ἐπερ· κατὰ δ̣ιάνοιαν ἐκ προσώπου τοῦ σωτῆρος; 43 δύναται τοὺς προφῆτας καὶ Μωσέα λέγειν· πρὸ αὐτοῦ γὰρ ἐπεδήμησαν αὐτοί, προεθέσπισαν καὶ προκατήγγειλαν αὐτοῦ τὴν παρουσίαν. τίς δὲ ἡ "προσθήκη"; ακουε· ἐκεῖνοι προεθέσπιζον, α ημελλεν ̓Ι̣ησοῦς ποιεῖν τε καὶ διδάσκειν· αὐτὸς δὲ ἀνεπλήρωσεν αὐτά. ἀεὶ δὲ ἡ ἐν έργεια τῶν δυνάμεων "προσθήκη" ἐστίν. ὡδοποίουν ἐκεῖνοι, ουτος δὲ τέλος ἐπέθηκεν τῇ "ὁδῷ" ἑαυτὸν εἰς τοῦτο προβα λὼν καὶ εἰπών· "ἐγώ εἰμι ἡ ὁδός, ἡ ἀλήθεια". αὐτίκα γοῦν τοῖς μαθηταῖς λέγει· "ἐὰν μὴ περισσεύει ὑμῶν ἡ δικαιοσύνη πλέον τ̣ῶν γραμματέων καὶ φαρισαίων". ὁρᾷς οτι οἱ ̓Ιησοῦ μαθηταὶ "περισσεύσαντες" ἐκείνην ευ̣χουσιν "παρὰ" τὴν τῶν προτέρων. 2,9d καί γε σοφία μου ἐστάθη μοι. ἡ "σοφία μου ἐστάθη"· ἡ ἐνδεχομένη π̣ληρ̣ωθῆναι ἐνταῦ θα πεπλήρωται. "στάσιν" δὲ ωδε τὴν προσδιαστολὴν κινήσεω̣ς λέγει. ὁ̣ προκόπτων ἐν τῷ κινεῖσθαί ἐστιν, ἐν τῷ σπεύδειν, ἐν τῷ τρέχειν. ουτω γοῦν κ̣αὶ ὁ Παῦλ̣ος τελειωθεὶς κατὰ τὸν "δρόμον", ον ειλατο ἀνύσαι, λέγει· "τὸν δρόμον τετέ λεκα"· "ἐστάθη μοι" ὁ "δρόμος" "μου". καὶ ωδε ἡ "σοφία μου ἐστάθη μοι". δυνατὸν̣ δ̣ὲ καὶ ουτως ἐκ περιουσίας εἰπεῖν οτι τὰ αυ̣ξια λόγου σταθμίζεται. οὐδεὶς γὰρ η ου̣στρακα η λίθους σταθμίζει, ἀλλὰ χρυσὸν μόνον. ἡ̣ "σοφία" ου̣ν̣ "μου ἐστάθη μ̣οι". ειπεν ουν καὶ ἐν αλλοις· "τιμιωτέρα δ̣έ ἐστιν ἡ σο φία λίθων πολυτελῶν" καὶ "λάβετε παιδείαν καὶ μὴ ἀργύ ριον καὶ γνῶσιν ὑπὲρ χρυσίον̣ δεδοκιμαςμένον". ἡ "σοφία" ουν "μου" ἀξία τοῦ σταθμισθῆναι γέγονεν. καὶ ωσπερ τὰ καλὰ λέγομεν αυ̣ξια ἀριθμοῦ ειναι καὶ λόγου, ουτω καὶ τοῦ σταθμισθῆναι αυ̣ξιά εἰσιν τὰ καλά. τὸ πρότερον ουν λεχθὲν ἀναντίρρητόν ἐστιν, οτι οὐ κλονοῦμαι οὐκέτι ωδε κἀκεῖσε, ἀλλ' "ευ̣στη μοι ἡ σοφία" κἀγὼ αὐτῇ "ευ̣στην".

2,10ab καὶ πᾶν, ο ῃυ̣τησαν οἱ ὀφθαλ μοί, οὐκ ἀφεῖλον ἀπ' αὐτῶν. ὡς πρὸς τὸ

ῥητὸν τοῦτο̣ λέγει· εἰ γέγονα ἐν ἐπιθυμίᾳ τινὸς τῶν αἰσθητῶν, "οὐκ ἀφεῖλον αὐτὸ ἀπὸ τῶν ὀφθαλμῶν μου". ευ̣σχον, ο ἐπόθησα ἰδεῖν. ὁ ̓Ιωάννης ἐν τῇ κατ' αὐτὸν ἐπιστολῇ λέγει· "ἡ ἐπιθυμία", φησίν, "τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου οὐκ ευ̣στιν ἐκ τοῦ πατρός". εἰ καὶ "οὐκ ευ̣στιν" δὲ "ἐκ τοῦ πατρὸς" ὡς τὰ "χαρίσματα" τοῦ "πνεύματος", ομως "ἐκ θεοῦ" ἐστιν καὶ ταῦτα. οὐ δεῖ μέντοι ἐνπαθῶς ευ̣χειν τὴν περ̣ὶ τὰ ὁρώμενα ἐπιθυμίαν, ἀλλ' ὡς ἐνδεχόμενον. καὶ οἱ ἐκ τῆς θέας αὐτῶν οιον ἀγεωμέτρη τός τις, ἐὰν ιυ̣δῃ σχήματα ευ καταγεγραμμένα καὶ ευυ̣ρυθμα̣ 44 καὶ ἀπὸ καλοῦ χρώματος, ἐν ἐπιθυμίᾳ αὐτὰ βλέπει· ὁ δὲ ἐπι στήμων οὐ ζητεῖ, εἰ ἐκ καλοῦ καλου χρώματος η εὐρύθμως, ἀλλὰ ἐπιστημονικῶς θεωρεῖ ἀπ' αὐτῶν, α δεῖ αὐτὸν ἐκλαβεῖν ἀπὸ τῶν ὁρωμένων. οὐδὲν ουν, φησίν, ων δεῖ ἐπιθυμῆσαι ὁρα τῶν, ευ̣ξω μου γέγονεν. λοιπὸν ὁ νοῦς ου̣μμα ψυχῆς ὑπάρχων ευ̣χει κατάλληλα θεάμα τα, ων