1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

25

ευ̣ρωτα ευ̣χει. οταν ουν ἐπίρροιά τις καὶ ἐπιπνοὴ γένη ται τῶν καλῶν καὶ ἐπαινετῶς ὁρωμένων, "οὐκ ἀφῃρέθη" τι "ἀπὸ τῶν ὀφθαλμῶν", ων "ῃυ̣τησεν". "αἰτεῖ" δὲ ὁ νοῦς κατ άλληλα θεωρήματα, ὀρχήσεις η τὰ π̣α̣ραπλ̣ή̣σ̣ια. 2,10cd οὐκ ἀπεκώλυσα τὴν καρδίαν μου ἀπὸ παντὸς εὐφραίνοντος. ὡς πρὸς τὸ ῥητὸν λέγω· "ευυ̣φρανεν τὴν καρδίαν μου" θέα ἀγρῶν καὶ "παραδείσων" καὶ τῶν αυ̣λλων-καὶ ευ̣σχον αὐτά- "κολυνβήθρας ὑδάτων" καὶ "δρυμοὺς βλαστῶντας̣ ξύλα" καὶ "πᾶν καρποῦ ξύλον"-καὶ ευ̣σχον καὶ ταῦτα-καὶ "ᾳυ̣δοντας καὶ ᾀδούσα̣ς"-κ̣αὶ ὑ̣πῆρκταί μοι ταῦτα-"οἰνοχόους καὶ οἰνοχόας". οὐδὲν ουν τῶν συντελούντων πρὸς "εὐφρο σύνη̣ν̣" ἡ "καρδί̣α μου ἐκωλύθη", ἀλλὰ "πάντων" ἐπέτυχεν, "πάντων" ἐπειράθη. δυνατὸν δ̣ὲ κ̣αὶ πρὸς ἀναγωγήν· ἡ "καρδία" ὁ νοῦς ἐσ τιν. "οπου γὰρ ὁ θησαυρός, ἐκεῖ κα̣ὶ̣ ἡ καρδία ευ̣σται̣" κ̣αὶ "ἀναλάβω̣μεν καρδίας ἡμῶν πρὸς ὑψηλὸν ἐν τῷ̣ ο̣ὐ̣ρα νῷ"-οὐ̣ τὸ μέρος δὲ τοῦ σώματος τὸ καλούμενον καρδία, ἀλλὰ ὁ νοῦς-καὶ ευ̣τι "μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ"-τουτ έστιν τὸν νοῦν-καὶ "ἀκούσατέ μου οἱ ἀπολωλεκότες τὴν καρδίαν". ταύτην ουν "οὐ" δεῖ "κωλύειν ἀπὸ παντὸς εὐφρα̣ί̣ νοντος". "εὐ̣φ̣ραίνει" δὲ αὐτὴν τὰ κατάλληλα θεάματα, τὰ ἐπιστημονικὰ θεωρήματα· ἐπιστήμην δὲ τὴν κατὰ θεὸν λέ γω. 2,10e οτι καρδία μου εὐφράνθη ἐν παντὶ μόχθῳ μου. οιδας οτι, ἐάν τις κατὰ τὴν "καρδίαν" "μοχθῇ" περί τι καὶ ἀποτυγχάνῃ, λυπεῖται. ἐν οὐδενὶ ουν, φησίν, τῶν προσ δοκουμέ̣νων μετὰ "μόχθου" ἀποτυχία μοι γέγονεν. πάλιν "μοχθεῖ" ὁ τὴν "φρόνησιν ζητῶν", ὁ τὴν ἀρετὴν πειρώμενος θηρεύειν. οταν απαντα αὐτῷ ·········εως οὐκ ἐξέπεσεν τῶν προσδοκουμένων, περὶ ων "ἐμόχθησεν". 2,10φγ καὶ τοῦτο ἐγένετό μοι μερὶς ἀπὸ παντὸς μόχθου μου. τὸ παρελθὸν τὸ ἀνυσθὲν. λάβε κατὰ ἀμφοτέρας τὰς θεωρίας. "ἐμόχθησα" περὶ τῶν "ἀνθρωπίνων"- "πά̣ν̣τα" ὑπῆρκταί μοι-, περὶ ἀρχῆς-καὶ "βασιλεὺς γέγονα"-, περὶ εἰρήνης τῆς κατὰ τ̣ὴν βασιλείαν-καὶ "γέγονεν" καὶ αυ τη. 45 πάλιν πρὸς τὴν ἀναγωγήν· ὁ "μοχθήσας" περὶ τῶν ὠφελούν των τὴν ψυχὴν καὶ τὸν "ευ̣σω αυ̣νθρωπον" κοσμούντων λέγει οτι "ἐν παντὶ μόχθῳ μου ηὐφράνθην".

2,11abc καὶ ευ̣βλεψα ἐγὼ ἐν πᾶσιν τοῖς ποιήμασίν μου, οις ἐποίησαν αἱ

χεῖρές μου, καὶ ἐν μόχθῳ, ῳ ἐμόχθησα τοῦ ποιεῖν. αἱ "χεῖρές μου" δραστήριοι καὶ ποιητικαὶ δυνάμεις ουσαι "ποιοῦσιν" καὶ ἐνεργοῦσιν. καὶ "πάντα ειδον μάταια" ου̣ντα ταῦτα τὰ ὑπὸ τῶν "χειρῶν" τούτων τῶν φαινομένων γινόμενα καὶ τῶν κατ' αὐτὰς ἐνεργειῶν. δύναται δὲ καὶ "μόχθος" λέγεσθαι νῦν τὸ μοχθηρόν. μοχ θηρά ἐστιν, α πράττ̣ουσιν οἱ "αυ̣νθρωποι", ῃ "ανθρωποί ἐσμεν"· ῃ "κατὰ σάρκα περιπατεῖν" βουλόμεθα καὶ "φρονοῦμε̣ν τὰ τῆς σαρκός". ὁ "μόχθος" ουν ουτος τῷ ου̣ντι ἐκβλητέος ἐστίν, "μάταιός" ἐστιν· ομως̣ ματαιάζεται ὑπὸ τῶν πλείσ των "ἀνθρώπων". συναριθμεῖ δὲ καὶ αὐτὸς ἑαυτὸν τοῖς τοι ούτοις, ἐπεὶ κα̣ὶ αὐτὸ̣ς "αυ̣νθρωπός" ἐστιν. καὶ ευ̣λεγον οτι οὐδεὶς λέγων κατὰ πλούτου πένης ων ἀκούεται, ἀ̣λ̣λ̣ὰ̣ δεῖ τὸν τοιαῦτα διδάσκοντα πεπειρᾶσθαι πάντων τῶν "ἀνθρωπίνων". ἡ διδασκαλία ουν τότε ἀνύει καὶ κατ' ὀρθὸν χωρεῖ, οταν ὁ προφέρων αὐτὴν ἐνέχηται ἐκείνοις, οις ἀπαγορεύει, δεικ νὺς οτι αὐτὸς δεό̣ντως αὐτ̣οῖς χρᾶται. εἰ γὰρ ····· ··η̣ "ἐποίει" α··α ευ̣λεγεν ευ̣λεγ·ν οτι αδ···········φ̣ ··λ̣··· κ̣α̣ὶ τα̣ῦτα. 2,11d κα̣ὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος. ...····· "προαιρούμεθα" ταῦτα οὐ δεδοκιμακότες, οὐ σὺν "σοφίᾳ" τοῦτο ······ν···· "προαίρε̣σ̣ι̣ς" δ̣ὲ̣ λέγεται ἡ μέση, ῃ ἐστιν ευ καὶ χει ρόνως χρήσασθαι. κ̣α̣ὶ̣ ευ̣̣λ̣εγον ο̣τι η τὴν γνώμην σημαίνει τὸ "πνεῦμα" η τὴν ψυχήν. ἀμφότερα γὰρ δηλοῦται ἐ̣κ̣ τῆς λέξεω̣ς