1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

2

διάβολος ὡς λέων περιπατεῖ ζητῶν τίνα καταπίῃ". οὕτω καὶ τῷ Ἰούδᾳ λογισμὸν φιλαργυρίας ἐμβαλὼν προδότην αὐτὸν τοῦ ςωτῆρος πεποίηκεν, καθάπερ εἰς οἰκεῖον φωλεὸν εἰς τὴν διάνοιαν αὐτοῦ εἰσελθών. οὕτω καὶ οἱ περὶ Ὑμέναιον καὶ Ἀλέξανδρον "περὶ τὴν πίστιν ἐναυάγησαν" διὰ τοῦτο παθόντες ὄργανόν τε διαβολικὸν διὰ τοῦ ἑκουσίου γεγενημένοι, οὕστινας καὶ "παρέδωκεν αὐτῶι τῷ σατανᾷ" ὁ μακάριος Παῦλος, "ἵνα παιδευθῶσιν μὴ βλασφημεῖν". καὶ ὅλως ποικίλη ἡ τοῦ διαβόλου κατὰ τῶν ἀνθρώπων ἔνεδρα γίνεται "ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας ἐνεργοῦντος", οὐκ ἀπεχομένου δὲ καὶ τῶν ἐναρέτων, ἀλλὰ κἀκείνοις ἐπιτρέχοντος. τοῦτο γὰρ σημαίνει τὸ λόγιον παραινοῦν· "ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σέ, τόπον σου μὴ ἀφῇς." ἐπιχειρεῖ μὲν καὶ ἀνῆκεν εἰς αὐτὸν καταβαίνων, ἀσφαλὴς δὲ ὁ ἐνάρετος γεγενημένος κωλύει τὴν ἐπιβουλήν. καὶ ὁ Ἰὼβ οὖν τέλειος ὑπάρχων ἀνὴρ καὶ πάντῃ ἀπεχόμενος κακίας καὶ ἀρετῆς μετέχων "οὐ παρεῖχεν τόπον τῷ διαβόλῳ"· εἴρηται γὰρ "δίκαιος, ἀ ληθινός, ἄμεμπτος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονη5 ροῦ πράγματος", ἅπερ τελειότατον αὐτὸν ἀποδείκνυσιν, οὐ μόνον κακίας ἀπεχόμενον, ἀλλὰ καὶ εἰς ἄκρον ἀρετῆς φθάσαντα. τότε γὰρ κυρίως τις ἀρετὴν ἔχῃ, ὅταν τῶν ἐναντίων διαθέσεων προαιρέσει ἀπέχηται. τοῦτο γὰρ ὁ μακάριος ∆αυὶδ παιδεύει λέγων· "ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν." ἀλλὰ καὶ τό· "παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν" τῆς αὐτῆς ἐστι διανοίας. ὁ Ἰὼβ οὖν ἀπεχόμενος κακίας οὐχ οὕτως ἀπείχετο ὡς τὰ βρέφη, ἀλλ' ὡς ἐνεργῶν τελείως τὴν ἀρετήν. ἀπὸ ἀνδρείας δὲ αὐτῶι ὁ ἔπαινος ἐγίνετο οὐχ ὡς τῶν ἄλλων ἀρετῶν ἀπολειπομένῳ -ἠκολούθουν γὰρ αὐτῷ ἅπασαι ἀλλήλων ἠρτημέναι-, ἀλλ' ἐξ ἐπικρατείας τῆς κατὰ τὴν ἀνδρείαν, ὅπερ καὶ ἐπὶ τῶν μακαρισμῶν ἔχει· ὁ γὰρ "πτωχὸς τῷ πνεύματι" ἔχει τὴν βασιλείαν τοῦ θεοῦ καὶ τοῖς ἄλλοις κεκοσμημένος καὶ πρᾶος καὶ δίκαιος ὤν. εἶχεν οὖν καὶ τὰς ἄλλας ἀρετὰς ὁ Ἰώβ, ὡς ἐν τοῖς ἑξῆς δηλοῦται· ὡς γὰρ πρὸς φιλοξενίαν ἦν ἕτοιμος, οὕτως καὶ πρὸς ἐλεημοσύνην, "πατὴρ μὲν ὀρφάνοις γιγνόμενος, τοῖς δὲ ἀδυνάτοις βοηθός, ὀφθαλμὸς τυφλοῖς, ποὺς δὲ χωλῶν" εὑρισκόμενος. τὸν οὕτως οὖν ἠσφαλισμέ νον πάντοθεν πρακτικῇ τε 6 καὶ διανοητικῇ ἀρετῇ-διὰ γὰρ ταύτην ἀληθινὸς εἴρηται ὡς καὶ ἄμεμπτον εἶναι-ἐπειρᾶτο διάβολος τῆς τοσαύτης ἀρετῆς μεθιστᾶν, πολλάκις ὡς εἰκὸς ὑποβάλλων λογισμούς, οὓς ὁ ἅγιος οὐκ ἐδέχετο κατὰ τὸν λέγοντα· "ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίγνωσκον", ὃ δηλοῖ ὅτι· πολλάκις προσελθόντος τοῦ ἀντικειμένου οὐκ ὤκλασα, ὥστε γνῶναι μὲν αὐτὸν παρόντα διὰ τοῦ ἁμαρτάνειν. οὐ γὰρ ἠγνόει παρόντα ἐς ὅσον ἐπολέμει ὁ ἅγιος, ἀλλ' οὕτως οὐκ ἐγίγνωσκεν, ὡς πεῖραν δέχεσθαι τῶν φαύλων αὐτοῦ ἐνθυμήσεων. τελευταίαν δ' ἐπιβουλὴν τὴν τῆς ἐξαιτήσεως καθῆκεν, οἰόμενος διὰ ταύτης αὐτὸν τῆς προσβολῆς τῆς ἀρετῆς μεθιστᾶν, ὅπερ καὶ ἐπὶ τοῦ πατριάρχου Ἀβρὰμ πεποίηκεν, εἴ τῳ φίλον παραδέξασθαι τὴν βίβλον τῆς διαθήκης. πολλὰ κ̣αὶ πολλάκις ἐπιχειρήσας κατὰ τοῦ ἁγίου καὶ πρὸς ἅπαντα ἡττηθείς, ἐπεὶ ἅτε πρὸς ὀψίγονον καὶ ἀγαπητὸν διακείμενον τὸν Ἀβραὰμ ἤλπιζεν διαστρέψειν, προφέρει τὴν ἐξαίτησιν τοῦ παιδός, ἣν ὁ θεὸς δι' ἑαυτοῦ ποιεῖται καταισχῦναι τὸν ἀντικείμενον βουλόμενος λέγων· "λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητὸν ὃν ἠγάπησας", διὰ τῶν ποικίλων ῥημά7 των διεγείρων τοῦ πατρὸς τὸ φιλόστοργον, ἵνα τὸ ἀνδρεῖον αὐτοῦ φανερὸν ποιήσῃ, ὅπερ διετήρησεν μήτε τῆι γυναικὶ ἀνενεγκὼν τὸ ἐσόμενον μήτε τοῖς παισίν, ἵνα μή τι ἐμπόδιον τῶι κατορθώματι γίνηται. ἀλλὰ καὶ πρὸς τοὺς λόγους τοῦ παιδὸς οὐκ ὤκλασεν εἰπόντος· "πάτερ, ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα· ποῦ τὸ πρόβατον τὸ εἰς τὴν ὁλοκάρπωσιν;" διόπερ πιστεύων, ὅτι κἂν νεκρὸς ὁ παῖς γίνηται δυνατὸς ὁ θεὸς αὐτὸν ἀναστῆσαι, οὐκ ἐνδέδωκεν πρὸς τὸ πρόσταγμα, ἀλλὰ ἐσφαγίασεν ἂν τὸν μονογενῆ, εἰ μὴ θεὸς τὴν προθυμίαν ἀποδεξάμενος περιέσωσεν