1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

3

αὐτῷ τὸν υἱόν. ὅτι δὲ τοιαύτης ἐπιβουλευτικῆς προθέσεώς ἐστιν διάβολος καὶ ἐκ τοῦ εὐαγγελίου παιδευόμεθα λέγοντος τοῦ ςωτῆρος πρὸς τοὺς ἰδίους μαθητάς· "ἰδοὺ ἐξῃτήσατο ὑμᾶς ὁ σατανᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον." ὁμώνυμον δὲ τῶι ἀνδρὶ καὶ τὸ βιβλίον ἔχει τὴν ἐπιγραφὴν ἀκολούθως, ἐπεὶ πᾶσα ἡ βίβλος τὴν περὶ αὐτοῦ ἱστορίαν περιέχει, οὐδενὸς ἑτέρου παραβαλλομένου. κἀκεῖνο δὲ ἀκόλουθον προσθεῖναι, ὡς ἐζήτηταί τισιν, τίνος ἂν εἴη τὸ βιβλίον. καὶ οἱ μὲν 8 τῷ ἁγίῳ Ἔσδρᾳ αὐτὸ προσνέμουσιν, ῃαξατ οἱ δὲ καὶ ἐπεὶ ἐν τῶι τέλει τοῦ βιβλίου εἴρηται ῃαξατ ῃαξατ φασίν, ὡς ἐν τοῖς ἀρχείοις ἅτε βασιλεῖς ὄντες οἱ φίλοι τοῦ Ἰὼβ ἀρεσθέντες τῶι κατορθώματι τὴν περὶ τούτου γραφὴν ἀπέθεντο. ζητείτω δὲ ὁ φιλόκαλος περὶ τούτου, εἰ μὴ τὰ εἰρημένα ἐνκρίνει. ἔστιν δὲ ὁ Ἰὼβ πέμπτος ἀπὸ Ἀβραάμ, ὡς καὶ αὐτὸ τοῦτο ἐν τῷ τέλει τοῦ βιβλίου εἴρηται. ῃαξατ ῃαξατ ῃαξατ ῃαξατ ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ. καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινός, ἄμεμπτος, δίκαιος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. ἐγένοντο δὲ αὐτῶι υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς, καὶ ἦν τὰ κτήνη αὐτοῦ πρόβατα ἑπτακισχίλια, κάμηλοι τρισχίλιαι, ζεύγη βοῶν πεντακόσια, ὄνοι θήλειαι νομάδες πεντακόσιαι, καὶ ὑπηρεσία πολλὴ σφόδρα, καὶ ἔργα μεγάλα ἦν αὐτῶι ἐπὶ τῆς γῆς. ἀκολούθως μέλλων ἀρετὴν ὑπερβάλλουσαν τοῦ μακαρίου Ἰὼβ ὁ λόγος διηγεῖσθαι καὶ χώρας 9 μνημονεύει καὶ τρόπου ἀμέμπτου καὶ πολυπαιδίας καὶ εὐπαιδίας καὶ πλούτου ἔν τε ἀγέλαις καὶ τοῖς ἄλλοις, ἵνα διδάξῃ, ὡς οὐκ εὐτελῶν ὑπερεφρόνησεν -οὐδὲ γὰρ ἔχων αὐτὰ μέγα ἐφρόνει- πάντων τούτων ἀφαιρεθεὶς ἐν τῶι πειρασμῶι. ἀπαγγελὼν δὲ αὐτοῦ καὶ τὸ καθαρὸν τῆς ψυχῆς δείκνυσιν, ὡς οὐκ ἠμελημένον ἄνθρωπον διάβολος ἐξῃτήσατο. ἔδει γὰρ πρὸ τῆς πάλης τῆς πρὸς τὸν ἀντικείμενον τὸ μέγεθος τοῦ ἀθλητοῦ διαγράψαι, ὡς παντὸς πράγματος πονηροῦ ἀπεχόμενος οὐκ ἄχρι τούτου ἠρκέσθη, ἀλλὰ καὶ τελειότητος ἐπεμελεῖτο, ὅπερ ἀνατρεπτικόν ἐστιν τῶν λεγόντων, ὡς καὶ τὰ παιδία καὶ τὰ ἄλογα πονηροῦ πράγματος ἀπέχεται. οὗτος γὰρ καὶ δίκαιος καὶ ἄμεμπτος ὑπῆρχεν. τοῦτ' αὐτὸ καὶ ἐπὶ τοῦ πρώτου ψαλμοῦ λέγοντες οἱ ἐνιστάμενοι ἐλέγχονται. φασὶν γάρ, ὅτι "μακαρίζεσθαι ἐπὶ τῷ μὴ πεπορεῦσθαι ἐν βουλῆι ἀσεβῶν καὶ ἐπὶ καθέδραν λοιμῶν μὴ κεκαθικέναι" ἁρμόσει καὶ τοῖς ἀλόγοις καὶ βρέφεσιν. ἀλλ' ἐλέγχονται ἐκ τοῦ ἐπιφερομένου· εἴρηται γάρ· ῃαξατ "ἀλλ' ἦν ἐν νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ καὶ ἐν τῶι νόμωι αὐτοῦ μελετήσει 10 ἡμέρας καὶ νυκτός", ὅπερ ἐπὶ τῶν βρεφῶν καὶ ἀλόγων οὐχ ἁρμόζει. εὖ δὲ καὶ τὸ ἐν τῆι Αὐσίτιδι τοῦτον οἰκεῖν, ἥτις ἑρμηνεύεται βουλή· οὐδὲν γὰρ ὁ δίκαιος ἀβούλως ποιεῖ, ἀλλ' οἶκος αὐτῶι καὶ πόλις ἡ καθαρὰ βουλή. "καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ' ἡλίου ἀνατολῶν." καὶ πρὸς τὸ αἰσθητὸν δυνατὸν τοῦτο. εἰ δὲ πρὸς ἀναγωγὴν νοοῖτο, λεχθείη ἄν, ὅτι ὁ δίκαιος εὐγένειαν κτᾶται, οὐκ ἀπ' ἀνθρώπων, ἀλλ' ἀπὸ τοῦ φωτὸς τοῦ "ἡλίου τῆς δικαιοσύνης" καταλαμπομένην. "συνπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους ἐποίουν πότον καθ' ἑκάστην ἡμέραν συνπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν ἐσθίειν καὶ πίνειν μετ' αὐτῶν." εὖ ἀνατεθραμμένοι οἱ τοῦ Ἰὼβ υἱοὶ οὐ πρὸς ἄλλους ἐποιοῦντο τὰς ἐπιμειξίας καὶ τὸν πότον ἢ πρὸς ἑαυτοὺς κατὰ τὸ ἐν ψαλμοῖς λεγόμενον· "ἰδοὺ δή, τί καλὸν ἢ τί τερπνὸν ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό." σύμφωνον παρέχοντες τὴν ἀρετὴν καὶ ἐν τοῖς αἰσθητοῖς ἦσαν ἀστασίαστοι "πρὸς ἀλλήλους" πορευόμενοι καὶ οὐ πόρρω· τὰς γὰρ συνη̣λύσεις "ἐν τῆι οἰκίᾳ τοῦ 11 ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου" οὐ μόνον ον κατὰ χρόνον ἀλλ' ἴσως καὶ κατὰ ἀρετὴν ἐποιοῦντο τὰ πρὸς ὠφελίαν παρ' αὐτοῦ παιδευόμενοι. εὖ δὲ καὶ τὸ συνπαραλαμβάνειν τὰς ἰδίας ἀδελφάς, ὅπερ ἐστὶν σημεῖον ἐναργὲς σωφροσύνης καὶ κοσμιότητος. "καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου, ἀπέστελλεν Ἰὼβ καὶ ἐκαθάριζεν αὐτοὺς ἀνιστάμενος τὸ πρωῒ καὶ προσέφερεν