1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

15

ἁμαρτανόντων τινῶν καὶ λεγόντων "ἐν καρδίαι μὴ εἶναι θεὸν" ἐπίπονα προσαγάγῃ θεός, ἐπιφαίνεται, ἵν' ὠφεληθέντων αὐτῶν ἀναιρεθῇ ἐκ τῆς γῆς τὸ μνημόσυνον αὐτῶν καὶ "ἐν οὐρανῶι ἐνγράφωσιν" μεταβαλόντες εἰς ἀρετήν. καὶ τὰ περὶ τῶν τέκνων δὲ ὡς γυνὴ εἶπεν λογιζομένη τὴν ἐκείνων σωτηρίαν μόνην εἶναι ἐλπίδα, κενῶς αὐτὰ τετοκέναι φάσκουσα. ἐπιφοιτάζουσα δὲ αὐτὸν καὶ τὰ τῆς ἑαυτῆς κακοπαθείας προφέρει. "ὁ δὲ ἐμβλέψας εἶπεν αὐτῇ· ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας. εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;" τὸ καρτερὸν αὐτοῦ τῆς ψυχῆς καὶ ἐν τούτῳ δείκνυται, ἐν τοσαύταις ἀλγηδόσιν μὴ ὑπομείναντος 49 δὲ λόγον παρὰ τῆς γυναικὸς ἀναρμόστως̣ προενεχθέντα, ἀλλὰ καὶ εἰπόντος· "ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας." ἀτενὲς δὲ ἐνβλέψας τοῦτο εἴρηκεν, ἐκ τῶν ἐγκλημάτων αὐτῆς κατανοῶν ὁ ἅγιος ὅτι διαβολικῇ ὑποβολῇ ταῦτα προήνεγκεν, καὶ ἅτε φρόνιμος ὢν ᾔδει τὴν πρω´̣την παραβᾶσαν ὑπὸ διαβόλου τρωθεῖσαν αἰτίαν γεγενῆσθαι τῆς τοῦ Ἀδὰμ παραβάσεως. διὰ τοῦτο λέγει· "ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας." εἶτα καὶ λογισμὸν αὐτῇ παραθεὶς τὸν πρέποντα ἐπάγει· "εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;" τῆς γὰρ αὐτῆς συνέσεώς ἐστιν καὶ πρὸς τὰ ἡδέα τῶν ἀδιαφόρων μὴ καταφέρεσθαι καὶ πρὸς τὰ ἐπίπονα μὴ καταβάλλεσθαι. οἶδεν γὰρ ὁ περὶ τῶν πραγμάτων ἐπιστάμενος, ὅτι τὰ νομιζόμενα ἀγαθὰ οὐκ αὐτῶν φύσει εἰσὶ τοιαῦτα, ἀλλὰ τῃ῀̣ τοῦ χρωμένου ἀκολουθοῦντα γνώμηι, ὡς αὖ καὶ τὰ κακά-τὰ κακωτικὰ λέγω-οὐ τῷ ὄντι κακὰ τυγχάνει, ἀλλὰ πρὸς τὸν ἐν αὐτοῖς γιγνόμενόν ἐστιν ἐν αὐτοῖς ἡ χρῆσις. πολλοὶ γὰρ μετὰ πλούτου καὶ φαῦλοι καὶ σπουδαῖοι ὤφθησαν ὡς Ἀβραὰμ καὶ οἱ ὅμοιοι α̣ὐτῷ καὶ Φαραὼ καὶ οἱ παραπλήσιο̣ι̣. πολλ̣ω῀̣ν̣ πάλιν κακώσεων ἐπελθουσῶν οἱ μὲν ἐνέδοσαν, οἱ δὲ ἀ50 καμπεῖς διέμειναν τὸν λογισμόν, ὧν ἔστιν ὁ μακάριος Ἰὼβ καὶ Λάζαρος, ὡς παρὰ ἰατροῦ καὶ ταῦτα δεχόμενοι τομαῖς καὶ καύσεσιν πρὸς σωτηρίαν κεχρημένου. "ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίον κυρίου." δεύτερον τοῦτο εἴρηται, πρῶτον μέν, ὅτε καὶ ἡ πρώτη προσβολή, δεύτερον δὲ νῦν. καὶ τότε μὲν εἴρηται· "ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν αὐτῶι οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον τοῦ κυρίου", νῦν δέ· "ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίον τοῦ κυρίου." ἔνιοι μὲν οὖν οὐδὲν διαφέρειν ἡγοῦνται τὸ «τοῖς χείλεσι μηδὲν ἡμαρτηκέναι» εἰρῆσθαι καὶ «μηδὲν ἡμαρτηκέναι ἐνώπιον κυρίου», ἔνιοι δὲ οὕτως αὐτὰ ἐκλαμβάνουσιν, ὡς ἐπὶ μὲν τῆς ἀφαιρέσεως τῶν ὑ παρχόντων καὶ τοῦ θανάτου τῶν τέκνων καθάπαξ εἴρηται "οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον τοῦ κυρίου" οὔτε ἐν λόγωι οὔτε ἐν λογισμῶι, ἐνταῦθα δὲ μετὰ προσθήκης κεῖται τὸ "τοῖς χείλεσιν", λέγοντες, ὡς τάχα τις καὶ κλόνος ἐγένετο οὐκ ἴσος ἁμαρτήματι-τοῦτο γὰρ ἧττα-, ἀλλὰ τῆς ἀσθενείας τῆς ἀνθρωπίνης κίνημα, ἐκβιαζομένης τῆς πολλῆς ὀδύνης τῆς περὶ ὅλον τὸ σῶμα. τὸ συγγραφικὸν οὖν πνεῦμά φησιν ὅτι-ἵνα δεί51 ξῃ τὴν ἐπίτασιν τοῦ πόνου καὶ 51 τὴν ἀνδρείαν αὐτοῦ-ὅτι καίτοι τῆς ἀνδρείας ἐκβιαζομένης μέχρις ἀκουσίου ἐνθυμήματος, τετάρακται οὐχ ὥστε πρᾶξαί τι ἀπὸ ὀλιγοψυχίας καὶ μικροπρεπείας ἢ λαλῆσαι. τοιοῦτό τι καὶ ὁ ὑμνῳδὸς λέγει· "ἐταράχθην καὶ οὐκ ἐλάλησα", δηλῶν ὡς γεγένηται περὶ αὐτόν τινα τὰ ἐγείροντα τάραχον, ὧν μέχρι διανοίας τὴν κίνησιν στήσας οὐκ ἐλάλησεν. συνῳδὰ ἃ Παῦλος γράφει Κορινθίοις· "οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῆς θλίψεως τῆς γεναμένης ἡμῖν ἐν τῆι Ἀσίαι ὅτι καθ' ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν. ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ θεῷ τῷ ἐγείραντι τοὺς νεκρούς." "ἀκούσαντες δὲ οἱ τρεῖς φίλοι αὐτοῦ τὰ κακὰ πάντα τὰ ἐπελθόντα αὐτῷ,