1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

18

ὁρῶσι τὰ κατ' αὐτὸν συνέβαινεν ἐπισταμένοις ὡς ἀναξίως πάσχει, ἀνάγει τὸν λόγον εἰς τὴν αἰτίαν πᾶσαν, μονονουχὶ λέγων· «εἰ μὴ διὰ τὴν τῶν πολλῶν πτῶσιν, χαρακτῆρος ἀνδρείας οὐκ ἔδει.» ὡς γὰρ ἐξ ἀταξίας πολλῶν κακώσει ὑποπεσόντων ὁ φιλόστοργος ἰατρὸς εἰκότως καταράσεται τῆι ἀταξίαι, 59 οὕτως ὁ μακάριος θεραπεύων, ὅτι οὐκ ἀκρίτως ταῦτα γίνεται, ἀλλ' εἱρμοῦ τινος καὶ ἀκολουθίας καλούσης ἵν' ὠφεληθῶσιν οἱ πεπτωκότες, κατα ρᾶται τὴν ἡμέραν τῆς πτώσεως τῶν ἀνθρώπων κοινοποιῶν τὸν λόγον. χρῆται δὲ ταῖς λέξεσιν διηγηματικώτερον, ὅπως τὸ σχῆμα τοῦ λόγου δηλοῖτο. ἀπόλοιτο οὖν φησιν αἰτία καὶ μηκέτι ὑπάρξαι η῾̣ τὴν εἴσοδον ἐργασαμένη τοῦ βίου. εἶτ', ἐπειδὴ καὶ ἐν νυκτὶ συμβαίνει τοκετὸν γενέσθαι, παραλαμ̣βάνει καὶ τὸ τῆς νυκτὸς ὄνομα· "ἡ νὺξ ἐκείνη εἴη σκότος", ἵν' ᾖ τὸ λεγόμενον· μηκέτι ὁδεύοντες, ἀλλ' ὡς ἐν σκότῳ μὴ εὕροιεν τὴν ὁδὸν τῆς γενέσεως τῆς κακίας ἐμποδιζόμενοι, ὡσεὶ καὶ περὶ κακουμένων ἐπ' ἀταξίας λέγοι τις· μηκέτι εὐοδωθείη τὰ τῶν ἀτακτούντων. "καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ κύριος ἄνωθεν." ἔπρεπεν γὰρ τῶι ἁγίωι εὔχεσθαι ἐπὶ τὴν ἀρετὴν ἐλαύνειν τὰ λογικὰ καὶ μηκέτι ὑποστροφὴν πάσχειν ἐπὶ χείρονα κατάστασιν-οὐ γὰρ τὴν αὐτήν- κατὰ τοὺς μετενσωμάτωσιν εἰσάγοντας. "μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος." κωλυθείη ἡ ἐπὶ τὰ χεί ρω ὁρμὴ ἀφωντίστων τῶν ἐνεργούντων μενόντων, ὅπως κατὰ τὸ εἰρημένον "φῶς ἀσεβῶν 60 σβεσθήσεται". "ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου", ἵνα τοῖς ῥέπουσιν εἰς κακὰ σκοτώδη σφαλῇ αὕτη ἡ ἔννοια, κωλύουσα τὴν ἐπὶ τὸ κακὸν αὐτῶν ὁρμὴν οἰομ̣ένων ὅτι θανατῶδες ἐστὶν τὸ ἐπιχείρημα. ὅμοιον τούτωι ἐστὶν τὸ λεγόμενον ὑπὸ τοῦ προφήτου· "ἀνοικοδομήσω τὰς ὁδοὺς αὐτῆς ἐν σκόλοψιν καὶ τὴν τρίβον αὐτῆς οὐ μὴ εὕρῃ." μέγα γὰρ αὐτὴν τὴν κακίαν ἐμποδίζεσθαι καὶ φόβωι καὶ ἀγνοίαι. οὕτω γὰρ ἐπὶ τὸ μισητικῶς πρὸς αὐτὴν ἔχειν τις ἥξει. "ἐπέλθοι ἐπ' αὐτὴν γνόφος, καταραθείη ἡ ἡμέρα καὶ ἡ νὺξ ἐκείνη, ἀπενέγκοιτο αὐτὴν σκότος." ταύτας οὐκ ἀρὰς προσήκει λογίζεσθαι ἀλλ' εὐχὰς πρὸς τὸ γενέσθαι τῶν κακῶν παῦλαν. κατὰ γὰρ τὰ προδιηγηθέντα εὐκτέον τὴν αἰτίαν τῆς πτώσεως καὶ τὴν ὁδὸν ταύτης ἄγνωστον εἶναι, "ὅπως μὴ γένηται εὐοδίαν ἐν κακοῖς ἀνδρί". ἀρετῆς γὰρ ἐπιθυμία τὴν ἐπὶ τὴν κακίαν ὁδὸν ἀγνωστοτέραν ἐργάζεται, αὐτὴ δὲ ἐπιτεινομένη καὶ παντελῆ λήθην τῆς ἐνεργείας αὐτῆς ἐνποιεῖ· τοῦτο γὰρ εἴη τὸ "ἀπενέγκαιτο αὐτὴν σκότος". αὐτὴ δ'-αὐτὴ ἡ κακία λέγω-καὶ κατάρας ἀξία ἐστίν, τὰ ἄξια κατάρας τοὺς ἐνεργοῦντας αὐ61 τὴν ἔχειν παρασκευάζουσα. "μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν, ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη ὀδύνη." ἐν ἀριθμῷ καὶ μνήμῃ ὁ ἅγιος οὐ βούλεται εἶναι τὴν ἡμέραν τῆς ἐκπτώσεως ὀδυνηρᾶς γινομένης διὰ μετανοίας δι' ἐκείνην τὴν σκοτώδη αἰτίαν καὶ νύκτα διὰ τὸ ἐπίπονον καὶ ἀφεγγὲς καλουμένην, ἵν' ἐκ τῆς μετανοίας γένηταί τις διόρθωσις ἀφιστῶσι σ̣··· νυκτὸς καὶ ἐνάριθμον τὸν ἐν τῇ μετανοίαι γεγενημένον ἀποτελῇ ὡς ἐνπεριέχεσθαι τῶι ἐνιαυτῶι ἐκείνῳ περὶ οὗ ὁ ψαλμῳδός φησιν· "εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου", καὶ ψάλλειν προκόπτοντα· "πολυωρήσεις με ἐν βουλῇ σου ἐν δυνάμει σου." "καὶ μὴ ἔλθοι ἐπ' αὐτὴν εὐφροσύνη μηδὲ χαρμο νή." φιλέταιρος ὢν ὁ ἅγιος εὔχεται μηδένα πτώσει ἐνευφραίνεσθαι ἢ ἥδεσθαι ἐν τούτωι. πολλάκις γὰρ ὁρῶντές τινα ἐπὶ κακὰς πράξεις σπεύδοντα εὐχοίμεθα λέγοντες· «μὴ τύχοι τοῦ σπουδαζομένου.» ταύτῃ τῇ γνώμῃ καὶ ὁ ἅγιος ἐπευχόμενος ψάλλει, οὐ καταρώμενος· "ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν ὑπερηφανίᾳ καὶ ἐξουθενώσει." τὸ δ' ἄλαλα γενέσθαι τὰ ἄδικα χείλη τί ἕτερον εἴη ἢ παύσασθαι ἀδίκως λαλοῦντα ἐπιγνόντος τοῦ λαλοῦντος ὡς ἀπρεπὲς τὸ τοιοῦτον; καὶ οὗτος 62 οὖν εὔχεται ὅπως μηδεὶς οὕτως διαστραφθείη ὡς νομίσαι, ὅτι χαρτόν ἐστιν ἢ εὐφροσύνην ἐμποιοῦν τὸ ὑποπεσεῖν τῇ καταστάσει τῆι ἀγούσῃ εἰς