1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

22

λόγου ἐκ τῆς ὑπερβαλου´̣σης καθαρότητος, μηδὲν τῆς τοιαύτης ἔχοντες καταστάσεως, ἐν ᾗ γέγονεν ὁ Ἰὼβ οἰκονομίας χάριν, ἥτις διὰ τὴν πρὸς ἀνθρώπους ὁμιλίαν τε καὶ διατριβὴν τὸ ὅμοιον τοῦ τοιούτου νοῦ ἀθόλωτον οὐκ ἔχει, ὅπερ ἀποσμηχθείη διὰ τὸ μὴ εἶναι ἁμάρτημα, ἄλλο δέ τι προσγεγονός, ὃ τῆς ἑ τέρων ὠφελίας χάριν συνβέβηκεν. "ἢ ὥσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρός, ἢ ὥσπερ νήπιοι, οἳ οὐκ εἶδον φῶς." τῷ· "ἱνατί δὲ μαστοὺς ἐθήλασα" τοῦτο προσαποδίδοται διὰ μέσου εἰρημένων τῶν στίχων ἀπὸ τοῦ· "νῦν ἂν κοιμηθεὶς ἡσύχασα" ἕως τοῦ· "οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου." εἴη̣ οὖν ἡ αὐτὴ διάνοια τοῖς πρότερον εἰρημένοις· ὡς γὰρ ἀβούλητον ἐτύγχανεν τὸ εἰς γένεσιν ἐλθεῖν, οὕτω καὶ τὸ ἐν ἐκτρώματι γενέσθαι χαρτὸν αὐτῷ, ἵνα μὴ ἐπὶ πλεῖον 74 τῆς κατὰ γένεσιν ταύτην μετασχῇ διαγωγῆς καὶ συντριβῆς ἢ εἰ κἂν νήπιος γέγονεν, πάλιν ὑποστρέψας ᾖν, ὅπως μὴ ἐν ἕξει ἡλικίας μετὰ τὴν νηπιώδη γένηται. καὶ γὰρ τῶι ὄντι οὐκ ἔξω ἀπορίας καὶ ζητήσεως ε̣ἰ´̣η ἂν τὸ τοιοῦτον, τῶν μὲν ο̣υ᾿̣κ εἰς τὸ ζῆν ἡκόντων, τῶν δὲ μετὰ τὴν ἀπότεξιν εὐθὺς πάλιν ἀποθνῃσκόντων, ἅπερ ὁ φιλόσοφος ἐρευνῶν εἴσεται οὐχ ὡς α̣ὐτὰ τυχικῶς γίνεται, δικαίου καὶ ἀγαθοῦ τοῦ θεοῦ τυγχάνοντος καὶ λόγωι καὶ τάξει καὶ μέτρῳ σταθμῷ τε τὰ πάντα τοῦ θεοῦ τῶν ὅλων διοικοῦντος. οἶδεν αὐτὸς καὶ ὁ ἅγιος τὸ κρίμα καὶ οὐκ ἀμερι̣μνῶν τοῦτό φησιν, ἀλλὰ τὴν βελτίονα κατάστασιν αἰνῶν καὶ ταύτην προτιμητέαν εἶναι πειθόμενος. "ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν θυμὸν ὀργῆς, ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι, ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι." ὅλος ὁ εἱρμὸς τῶν ὑπὸ τοῦ Ἰὼβ εἰρημένων διανοίας θείας πειρώμενος διδασκαλίαν ἐπά γει τῆς τῶν ἀνθρώπων διαφόρου γενέσεως. διαλαβὼν γὰρ περὶ τοῦ εὐκτέον αὐτῷ εἶναι μὴ πλησιάσαι τῆι ὁδῷ τῇ ἀνθρωπίνῃ μηδὲ γεννηθῆναι ἢ 75 γεννηθέντα εὐθὺς τοῦ ζῆν τούτου ἀπαλλαγῆναι, ἐπάγει καὶ αἰτίαν τινὰ διδάσκων, ὡς ταῖς ἀντικειμέναις δυνάμεσιν χαρτὸν ὑπάρχον τοῦτο οὐ μικρῶς ἐσπουδάζετο. ἐπεὶ γὰρ ὁ λόγος ἔδειξεν, ὡς διὰ σφάλματα γενέσεως διαφόρους ἔτυχον αἱ ψυχαί, φιλαμαρτήμονες δὲ διάβολος καὶ οἱ σὺν αὐτῷ ὡς καὶ διεγείρειν εἰς κακίαν τοὺς διδομένους αὐτῇ, αὐτὸ τοῦτο ἑρμηνεύει λέγων· "ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν θυμὸν ὀργῆς", "ἐκεῖ" λέγων τὸν ἕτερον παρὰ τοῦτον κόσμον ὡς ἐν τῷ· "γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ." ὅμως̣ δ', εἰ καὶ χαρτὸν ταῖς πονηραῖς δυνάμεσιν τὸ τοιοῦτον, προεῖδε θεὸς οἰκονομῶν καὶ ἑκάστῳ νόμους δέδωκεν κωλύοντας τὸ ἁμαρτάνειν, ὥστε ἐν τούτωι διάγοντας τῷ σώματι οὐράνια φρονεῖν καὶ ποθεῖν τὴν ἐκεῖ ὡσαύτως διατριβήν, ἵνα κεκμηκὼς τῷ σώματι καὶ κατάκοπός τις γεγενημένος τῷ παλαίειν πρὸς τὴν κακίαν ἀνάπαυσιν ἔχῃ. τοῦτο γὰρ σημαίνει τό· "ἐκεῖ ἀνεπαύσαντο κατάκοποι 76 τῷ σώματι." οἱ γὰρ ἅγιοι εὐαρεστήσαντες διὰ πολλῶν ἐπὶ γῆς διὰ πολλῶν θλίψεων, ἐξ ὧν κατάκοποι τῶι σώματι καὶ οὐ τῶι φρονήματι γίγνονται, τὴν ἀνάπαυσιν μετ' ἀγγέλων ὁμοθυμαδὸν ἔχουσιν αἰωνίων τυγχανόντων. εἰ δὲ ἐκεῖνοι αἰώνιοι, ὁμοθυμαδὸν δὲ ἡ ἀνάπαυσις αὐτῶν ὑπάρχει, δῆλον ὡς καὶ α̣ἱ ψυχαὶ αἰώνιοι· ἀθάνατοι γὰρ καὶ τῶν προσκαίρων καταφρονήσ̣ασαι τὰ αἰώνια ἔχουσι. σ̣ημειωτέον, ὅτι τὸ αἰώνιον κατὰ πλείονας λέγεται τρόπους· σημαίνει καὶ τὸ ἄναρχον καὶ ἀτελεύτητον ὡς ἐν τῷ· "θεὸς αἰώνιος." λέγεται γὰρ αἰώνιος ὁ θεὸς τῷ μήτε ἀρχὴν μήτε τέλος ἔχειν ὑπάρξεως. καὶ ἀ´̣λλο τι τὸ αἰώνιον, καθ' ὃ εἴρηται· "τὰ μὴ βλε πόμενα αἰώνια." οὔτε γὰρ ὡς θεὸς ταῦτα αἰώνια, ἀλλὰ διὰ τὸ μὴ διαπίπτειν μένοντα ἀεὶ ἐν τῷ αὐτῷ. καὶ ἑτέρως τὸ αἰώνιον, ὅταν συνμετρῆται τῷ παρόντι, καθ' ὃ εἴρηται· "φρονιμώτεροί εἰσιν οἱ υἱοὶ τοῦ αἰῶνος τούτου ἐν τῇ ἑαυτῶν γενεᾷ." λέγεται δὲ καὶ ὁ παρεκτείνων τῇ ζωῇ τοῦ ἀνθρώπου χρόνος αἰών. περὶ γοῦν τοῦ Ἑβραίου τοῦ μὴ βουληθέντος ἐλευθερωθῆναι ἐν 77 τῷ ἑβδόμῳ ἔτει κεῖται, ὅτι "ἔσται σοι δοῦλος εἰς τὸν αἰῶνα". οὐ γὰρ διόλου