1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

33

ζητηθήσεται ἡ ἁμα̣ρ̣τία αὐτοῦ· καὶ οὐ μὴ εὑρ̣εθῇ δι̣' αὑτήν." διὰ γὰρ το`̣ ἀνυπόστατος εἶναι οὐχ εὑρίσκεται· οὐ γα`̣ρ οὐσία̣ ε᾿̣σ̣τ̣ι`̣ν̣ ἡ κακία, ἀλλ' ἐν προαιρέσε̣ι̣ γ̣ε̣γ̣ε̣ν̣νημένη ἔχει τὸ εἶναι. πάλιν παυσαμένης τῆς πλάν̣ης κ̣α̣ι`̣ η῾̣ κ̣α̣κία συναπέρχεται. α᾿̣λλὰ γοῦν̣ περὶ τῆς καθόλου κακίας εἴρηται· "καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτήν." ὥσπερ γὰρ λέγομεν πολλάκις ψεύδεσθαι πόρον̣ τὴν γῆν τὸν̣ οἰκεῖον καὶ τὸν ἀγαθ̣όν, οὕτως κα̣ι`̣ ἡ κακία ψεύδεσθαι λέγεται αὑτὴν μηκέτι ἐξα····· ··· γινομένης, ὅταν "ἀποδρᾷ ···· πᾶσα ὀδύνη καὶ λύπη καὶ στ̣ε̣ναγμός". βιβρώσκεται δὲ ἡ δίαι̣τα τῆς κολάσεως ἐπιτελουμε´̣νης. "πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας. κολαβρισθει´̣ησαν δὲ ἐπὶ θύραις η῾̣σσόνων καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος." παίδευσίν τινα ἐπεύχεται γενέσθαι̣ 116 τοῖς ἀλάζοσιν, ἵνα τὰ ἡδέα καὶ τὰ ἀν θρώπινα ἀγαθὰ ἀποστῇ αὐτῶν, ἅπερ "σωτηρίαν" ἐκάλεσεν· οὕτω γὰρ συμβήσεταί τις αὐτοῖς πόνος. λέγει δέ· "κολαβρισθείησαν", εὐτελισθείησαν ὑπὸ ἐλαττόνων ταπεινούμενοι μηδενὸς ὄντος τοῦ βοηθοῦντος. συμφέρει γὰρ τῶι ὑπερηφάνωι ταπείνωσις, πρῶτον μέν, ἵνα τοιούτῳ ἀργία τῆς ἀμέτρου κακίας γένηται, ἔπειτα, ὅπως καὶ ὡς̣ ·····αι μεταπαιδευθῇ. τὸ δὲ κολαβρισθείησαν παρῆκται ἀπὸ τ̣οῦ κόλου, ὅ ἐστιν̣ κολοβοῦ· λέγεται γὰρ κ̣όλοβρον τὸν μικρὸν εἰ῀̣ν̣αι χοῖρον. "ἃ γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιοι ἔδονται." οὑ῀̣τος καίτοι ἀνθρωπίνως αὐτὸ λέγων εὖ παρε´̣χοι τὸν ἀπολογισμὸν φάσκων, ὡς ἅπερ οἱ ἀσεβεῖς συνάγουσιν, οἱ δίκαιοι φάγονται, εἰ μὴ φαίνεταί ποτέ τι συμβαῖνον παράδοξον· οὐδὲ γὰρ πάντως τοῦτο οὕτως ἔχον εὑρίσκεται. ἐν δὲ ταῖς θείαις Παροιμίαις λέγεται· "θησαυρίζεται δικαίοις πλοῦτος ἀσεβῶν", ὅπερ πάλιν οὐκ ἀναγκαίως ἐπὶ ἱστορίας δεχόμεθα. ἐπειδὴ δὲ παροιμιωδῶς εἴρηται, ἀκολούθως λέγονται πλουτοῦν Ἰουδαῖοι νόμον τε καὶ προφήτας ἔχοντες, οἷς οὐκ ἐχρήσαντο δεόντως. οὗτος ὁ πλ̣ο̣ῦτος δ' ἐπὶ τὰ ἔθνη μετέστη· 117 "ἀρθήσεται" γὰρ ὁ ἀμπελὼν "καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτοῦ". "αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσονται, ἐκ̣σιφ̣ω̣νισθείη αὐτῶν ἡ ἰσχύς." λέγει, ὅτι οὐ μόνον προσαφαιροῦνται τὸν πλοῦτον οἱ ἀσεβεῖς, ἀλλὰ ἐκ κακῶν οὐδέποτε ἐξαιρεθείησαν. τῶν δ' αὐτῶν καὶ ἡ δύνα̣μις αὐτῶν παντελῶς κενωθείη, ἀπὸ μεταφορᾶς τῶν σιφωνιζομένων πρὸς τὸ μη̣δὲν ἔτι υ῾̣γρὸν ὑπολείπεσθαι· ταῦτα μὲν ε̣ι᾿̣ ἀρατικῶς λέγει, σ̣υνεπίσκεψαι. οἶδε δέ, ὅτι συμβήσεται ταῦτα τοῖς φαύλοις οὐ πάντως· πολλοὶ γὰρ ἐν εὐγηρίᾳ τέλος τοῦ ζῆν τούτου ἐδέξαντο. εἰ δὲ καὶ διάλημψιν ἔχων μέλλοντος αἰῶνος καὶ κολάσεως ταῦτα λέγει, ἐπισκέψει καὶ τοῦτο. ἃ μέντοι ὁ ἅγιος περὶ τῶν πλουτούντων ἀδίκως τοιάδε παραινῶν τὸν προσέχοντά φησιν· "μὴ φοβοῦ ὅταν πλουτ̣η´̣σ̣ῃ̣ ἄνθρωπος, ὅτι οὐκ ἐν τῶι ἀποθνῄσκειν αὐτὸν λήμψεται τὰ πάντα οὐδὲ συνκαταλαβήσεται αυ᾿̣τῷ ἡ δόξα τοῦ πλούτου αὐτοῦ." δι' ὅλου δὲ τοῦ λόγου ἑαυτοῦ οὗτος κακὰ λέγει τὰ ἐπίπονα· πενίαν, νόσον, ἀδοξίαν, ἀτιμίαν. "οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος, οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει 118 πόνος, ἀλλὰ ἄνθρωπος γεννᾶται πόνῳ, νεοσσοὶ δὲ γυπῶν τὰ ὑψηλὰ πέτ̣ον̣τα̣ι." τὰς ἀρὰς ἃς ἐπηράσατο κατὰ τῶν ἀσεβῶν ἢ ἃς εἶπεν αὐτοῖς ἕπεσθαι δεῖξαι βουλόμενος, ὅτι εὐλόγως ἐποιήσατο, φησίν· ἀνθρώπων γάρ ἐστιν τὸ περιπίπτειν θλιβηροῖς καὶ οὐκ ἀψύχων. δύναται δὲ καὶ ὡς παρακλητικὸς εἶναι ὁ λόγος, ὡς καὶ ἔθος ἐστὶν λέγειν τοῖς πολλοῖς ὅτι· οὐκ ἔξω τῆς ἀνθρωπίνης πέπονθας φύσεως· καὶ γὰρ ἐν πόνῳ τὸ ζῆν ἔχομεν. καὶ αὐτὸ δὲ τὸ γεννηθῆναι ἡμᾶς πόνωι καὶ κακοπαθείᾳ γίνεται, καὶ τῶν γεννώντων μυρία ὅσα ὑφισταμένων καὶ τῶν γεννωμένων ἐν μόχθῳ διαγόντων. εἰ δὲ δύνασαι παρεμβάλλειν τὸν περὶ τοῦ ἀπὸ γέννης τυφλοῦ λόγον τούτωι, συνεπίσκεψαι. περὶ γὰρ ἐκείνου "ἠρώτησαν τὸν Ἰησοῦν οἱ μαθηταὶ αὐτοῦ· οὗτος ἥμαρτεν ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;". "νεοσσοὶ δὲ γυπῶν τὰ ὑψηλὰ πέτονται" ὅμοιον τῷ λέγειν, ὅτι ἀψύχων οὐχ ἅπτεται κάκωσις. καὶ νεοττοὶ δὲ γυπῶν, φησίν, ἐν ὕψει