1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

36

ἀορασίᾳ πληγέντες, οἳ καί ῃαξατ ῃαξατ ῃαξατ ῃαξατ ου᾿̣κ̣ ἀναγκαστῶς δὲ ἐρεῖς καὶ τοὺς κατὰ τῆς ἀληθείας γινομένους διὰ σοφιστικῶν καὶ πιθανῶν λόγων περιπίπτειν ἐν ἡμέραι σκότῳ καὶ μεσημβρίᾳ καθάπερ ἐν νυκτί, ἀλλ' ἐπὰν ὁ συνιστάμενος τῇ ἀληθείᾳ ταῖς ἀποδείξεσιν τὸ σαθρὸν αὐτῶν τῆς πιθανότητος ἐλέγχῃ, πρὸς ἃς μὴ δυνάμενοι ἀντιστῆναι τυφλοῖς καὶ ἀνοήτοις ἐοίκασιν. οἳ καὶ ἐν πολέμῳ τῷ κατὰ τὸν ἀγῶνα τὸν ὑπὲρ τῆς ἀληθείας ἀπόλλυνται. ὧν σύμβολα οἵ τε Αἰγύπτιοι ὑπὸ Φαραὼ στρατευόμενοι καὶ ἡττηθέντες ὑπὸ τῶν Ἰσδραηλιτῶν θεοῦ 127 βοηθείᾳ καὶ Γολιὰθ ὑπὸ τοῦ ∆αυὶδ καὶ πάντες, ὅσοι ὑπὸ τῶν θεραπευτῶν τοῦ θεοῦ καὶ κατὰ τὸ αἰσθητὸν ἡττήθησαν. οὗτοι γὰρ δεῖγμα ἐκφέρουσιν τοῦ μηδὲ τοὺς κατὰ διάνοιαν πολεμίους τῶν σοφῶν δύνασθαι πρὸς τὴν πρεσβευομένην ὑπ' αὐτῶν ἀλή θειαν. οὐ μὴν ἀλλὰ καὶ τὸ κατὰ Μωσέα τούτου σαφέστατόν ἐστι δεῖγμα, ὅτε πρὸς Ἀμαλῆκα ἐπολέμει. ἡνίκα γὰρ αἱ χεῖρες καθεῖντο, τροπὴ ἐγίγνετο νίκης γιγνομένης ὅτε ἄνω πρὸς θεὸν ἐκτεταμέναι ἐτύγχανον. ἐξ οὗ παρίσταται, ὡς ὁ τῷ ὑψηλῷ φρονήματι τῆς ἀληθείας ἐπερειδόμενος ἀήττητος ὢν καὶ "τὴν ψευδώνυμον γνῶσιν" πατεῖ. ὁ δὲ κάτω περὶ τὰ γήϊνα στρεφόμενος τυφλώττων καὶ ἀγνοίαι σκοτωθεὶς τὴν διάνοιαν ἧτταν ὑπομένει χαλεπωτάτην. "ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου." εἴη μὲν ταῦτα καὶ κατὰ τὸ σχῆμα τῆς λέξεως οὕτω δηλοῦντα εὐκτικά, ἵν' ᾖ τὸ λεγόμενον· γένοιτο τοὺς ἀσθενεῖς τυχεῖν βοηθείας, ὡς διαφυγεῖν τῶν δυνατῶν τὰς χεῖρας. δυνατὸν καὶ ὡς ἀπὸ διηγήσεως αὐτὸ φέρεσθαι, ἵν' ᾖ οὕτως· "ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ εν ἐξαίσια, ὧν οὐκ ἔστιν 128 ἀριθμός, ὁ διδοὺς ὑετὸν ἐπὶ τὴν γῆν, ὁ ἀποστέλλων ὕδωρ ἐπὶ τὴν ὑπ' οὐρανόν, ὁ ταπεινοὺς ὑψῶν, ὁ ἀπο λωλότας ἐξεγείρων", ὡς εἴρηται, καὶ τὰ ἑξῆς. πάντας οὗτος καὶ τοὺς ἀδυνάτους ἐκ χειρὸς δυνατῶν ῥύεται. ἔχομεν τοῦτο ἐν ταῖς Βασιλείαις, ὁπηνίκα γὰρ ὁ Σαοὺλ τὸν ∆αυὶδ ἐδίωκεν οὕτως, ὡς εἰς σπήλαιον αὐτὸν ὑποκρύπτεσθαι, ἐν ᾧ καὶ ηὐλίσθη ὁ Σαούλ. καὶ τί τὸ παράδοξον; περιστοιχισθεὶς γὰρ ὑπὸ τῶν ἐχθρῶν δυνάμει θείᾳ διεσώθη, ὡς καὶ τὸν ἐχθρὸν ὑπὸ χεῖρα αὐτῷ δοθῆναι, εἰ καὶ ἀρετῇ ἀμνησικακίας ὑπερεῖδεν τὴν κατὰ τοῦ ἀντιπάλου σφαγήν, οὐ μόνον μὴ καθελὼν ἀλλὰ καὶ παιδεύων ἀποστῆναι τῆς μοχθηρίας. ἀποτεμὼν γὰρ αὐτοῦ "τὸ πτερύγιον τῆς διπλοΐδος" ἔδειξεν αὐτῷ, ὅτι καὶ τὴν κεφαλὴν ἀποτεμεῖν ἐδύνατο. ἀμφότερα οὖν παιδεύει, καὶ τὴν τοῦ θεοῦ περὶ τοὺς ἑαυτοῦ θεράποντας κηδεμονίαν καὶ τὴν ἑαυτοῦ ἀνεξικακίαν, ἐφ' ἣν εἰς μίμησιν αὐτοῦ προκαλεῖται τὸν ἐχθρὸν διδάσκων αὐτόν, ὅτι τοὺς ἀδυνάτους ὁ θεὸς ἐξαιρεῖται ἀπὸ τῶν δυνατῶν καὶ ἐπιβούλων. "εἴη δὲ ἀδυνάτῳ ἐλπίς, ἀδίκου δὲ στόμα ἐνφραχθείη." καὶ πρὸς 129 το`̣ν τῆς π̣ρ̣ονοίας λόγον ἁρμόζει ἡ λέξις. εἰ ἀδύνατός ἐστιν λειπόμενος δυνα´̣μεως, μὴ ἀποδοκιμαζέτω ἑαυτόν, μὴ πᾶσαν προσδοκίαν ἀποστρεφέσθω· κ̣α̣ι`̣ τ̣οῖς ἀδυνάτοις γὰρ ἐλπίς ἐστιν. ἐμφράσσεται δὲ καὶ τοῦ ἀδίκου τὸ στόμα, ὅταν ὑπ' ἀλαζονείας ἐπιφυσόμενος̣ κ̣ατ̣α`̣ τῶν ἀδικουμένων θεάσ̣η̣ται αὐτοὺς διαφυγόντας τὴν ἀπ' αὐτοῦ βίαν καὶ πρὸς τοῦτο ἐνδόξους γεγενημένους ·····τα μὲν οὖν ο 15 ··ς̣ κοιναὶ 15 μεμπτὰς ἰδ 12 ἐκ τῶν ἁγίων 16 ι̣λ ·ισαπ 16 ὑπὸ φαι 16 ·σ ·υτ̣ου 16 ων ···ν̣ 16 νον 18 αχως θαρ20-24 υ 18 αντες 18 ἀλλὰ καὶ 18 τοὺς ἰδόν 15 ν δὲ καὶ 20 ε᾿̣κλα18 ··ν̣αι 10 "τὴν ἰσχὺν τῶν ε᾿̣θνῶν προνομεύσω καὶ τῇ σ̣οφι´̣ᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν̣, τὴν οἰκουμένην ὅλην καταλήμ130 ψομαι τῇ χειρὶ ὡς νοσσιὰν καὶ ὡς ᾠὰ καταλελειμμένα ἀρῶ", ἅπερ ὑπ' ἀλαζονείας πρ̣άτ̣τ̣εται μονονουχὶ λέγων· ἡ πᾶσα οἰκουμένη ὥσπ̣ερ ···μεα······ λόγον · ων·····εικ····· ·μμεν̣·· πο············ ··πω πτερωθεν 14 ἀλλ' εὐχει̣ρωτ 16 "διαφεύξεται" 15 ἀλλα α᾿̣π 15 τὰς ἐλπίδας 15 διαφυγεῖν κατ 15 του ἐχω· π̣· 16 διὰ τὴν ἀκακίαν 15 ἀσπίδων τ 18 λιου μη· κ̣ 15 "δέδωκεν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ." καὶ γὰρ ο·· προ· 18-22 β 20-24 τα αν 14 "καὶ τὴν ἔκβασιν τοῦ