1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

39

ἔχειν ὡς παρρησιαζομένους εἰπεῖν· "ἀργύριον καὶ 139 χρυσίον οὐχ ὑπάρχει μοι", φησίν· "τὸν θέλοντα ἀπὸ σοῦ δανίσασθαι μὴ ἀποστραφῇς", δηλονότι ὡς προείρηται. ὁ φαῦλος οὖν δανιζόμενος οὐκ ἀποτιννύει. πολλοὺς γὰρ λόγους εἰς παίδευσιν ἄγοντας ἀκούων οὐδὲν εἰς ἔργον προφέρει. ἀλλὰ καὶ τό· "δανιεῖς ἔθνεσι πολλοῖς", λεγόμενον ἐν προστάξει· "σὺ δὲ οὐ δανιῇ", οὐκ ἔχον ἱστορίαν-πῶς γὰρ οἷόν τε ἦν διαβῆναι ἔθνη πολέμια ἐπὶ τῷ τοκίζειν; ἀλλὰ καὶ τῶν Ἰσδραηλιτῶν δανιζομένων εἴρητ̣αι· "τῷ ἀδελφῷ σου οὐκ ἐκτοκιεῖς", καί· ἐὰν ἐνεχυράσῃς, "πρὸ δυθμῶν ἡλίου ἀποδώσεις αὐτό", ὅπερ δείκνυσιν αὐτοὺς ἐν χρείᾳ ὄντας- ἔχει διάνοιαν, ὡς τὸν θεῖον ἔχοντα πλοῦτον παιδεύειν δεῖ πάντα τὸν προσιόντα αὐτὸν μὴ εἰς τὴν τοῦ χρῄζοντος ἐρχόμενον κατάστασιν. ὅτι γὰρ ἐλίμωξαν δίκαιοι καὶ ἐν πολέμωι πολλὰς ὑπέμειναν θλίψεις δῆλον τῷ ἀναγνόντι τὰς βασιλικὰς ἱστορίας, τῶν μὲν υἱῶν τῶν προφητῶν λιμωττόντων καὶ Λαζάρου, ∆αυὶδ δὲ ἐν πολλαῖς περιστάσεσι γενομένου, δηλονότι τροφὴν ψυχικὴν ἔχοντες κατὰ τὸ εἰρημένον· "διάνοιξον τοὺς 140 ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων", καὶ ἐκτὸς πειρασμοῦ τοῦ κατὰ διάνοιαν εὑρισκόμενοι, οὐκ ἐώμενοι θάνατον ψυχῆς ὑπομένειν ἢ δεσμὰ ἁμαρτίας ἐκτὸς τῆς ἀπειλῆς γιγνόμενοι, καθ' ἣν ἐπάγεται "οὐ λιμὸς ἄρτου οὐδὲ δίψα ὕδατος, ἀλλὰ τοῦ ἀκοῦσαι λόγον κυρίου" πινόντων ἐκ τοῦ ὕδατος οὗ Ἰησοῦς παρέχει τῶν δικαίων, ὃ καὶ "ἐν αὐτοῖς γίνεται πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον". "ἀπὸ μάστιγος γλώσσης σε κρύψει καὶ οὐ μὴ φοβηθῇς ἀπὸ κακῶν ἐρχομένων." περὶ τοῦ νουθετουμένου ἀπὸ κυρίου καὶ ὡσανεὶ μετανοήσαντος ταῦτα πάλιν λέγει ἑ πόμενος τῇ οἰκείᾳ ἀρχῇ οὐκ ὄντος οὐδὲ τούτου ἀναγκαίου οὗ λέγει. πολλοὶ γὰρ πολλάκις ἐλοιδορήθησαν δίκαιοι, ὧν ἐστιν ὁ Ἰωσὴφ ὑπὸ τῆς Αἰγυπτίας ὁ σώφρων εἰς ἀκολασίαν καταμαρτυρούμενος καὶ Σωσαννά, ἥτις ὑπέμεινεν μάστιγας τὰς ἀπὸ "τῶν ἀνόμων πρεσβυτέρων" κακηγορίας. εἰ γοῦν τὸ μὴ διαβληθῆναι ἢ λοιδορηθῆναι οἴεται τὸ "ἀπὸ μάστιγος γλώττης κρύπτεσθαι", οὐκ ἀληθὴς ὁ λόγος οὕτως ἔχων ἀληθότητα, ὅτι τὸν κατὰ θεὸν ζῶντα οὐ δύναται ἑλεῖν κακηγορία ἢ λοιδορία μάστιξ γλώττης ὀνομαζομένη, τῆς 141 ἀρετῆς αὐτὸν ἀπὸ τοῦ ἔνοχον τοῖς λεγομένοις ἀποδειδηχθῆναι καὶ κρυπτούσης. ὁ δ' αὐτὸς οὗτος οὐδὲ κακῶν προσδοκίαν δεδίττεται κατὰ τὸν μακάριον Παῦλον λέγων· "τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ; θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ μάχαιρα;" ὑπερνικᾷ γὰρ ταῦτα τῇ τῆς ἀρετῆς περιουσίᾳ. οὐδὲν δ' ἧττον καὶ ἀπὸ σοφισμά των τῆς ἐπεψευσμένης σοφίας ὁ τοιοῦτος κρυβήσεται, τοῦ θεοῦ "τὴν βουλὴν τῶν πολυπλόκων ἐξιστῶντος" ἀπὸ τῶν χρωμένων αὐτῇ. τῷ δέ· "καὶ οὐ φοβηθήσῃ ἀπὸ κακῶν ἐρχομένων" ἴσον δυνατὸν τὸ προφητικὸν οὕτως ἔχον· "ἡ θλῖψις ὑμῶν πόρρωθεν ἥξει" καὶ ὅπερ οὕτω νοηθείη· τὸ ἀγαθὸν ἐξ ἡμῶν ἐστιν. εἴρηται γάρ· "ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστιν". ἔχομεν γὰρ ἐπιτηδειότητα πρὸς ἀρετήν, ἥντινα "βασιλείαν" κέκληκεν. τὸ δ' ἐπιζήμιον καὶ κακωτικὸν ἔξωθεν ἐπέρχεται καὶ τὸ τῆς ἁμαρτίας αἶσχος. ὁ γὰρ ἄνθρωπος "κατ' εἰκόνα" θεοῦ γενόμενος ἔχει ἐν αὑτῷ τὰ σπέρματα τοῦ καλοῦ. παρατραπεὶς δὲ τῷ κακῶι περιτυγχάνει οὐ λαβὼν ἀφορμὰς παρὰ θεοῦ εἰς τοῦτο. "ἀδίκων καὶ ἀνόμων καταγελάσει, 142 ἀπὸ δὴ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς. θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσίν σοι." σαφές ἐστιν, ὅτι περὶ τοῦ ἐκ τῆς νουθετησίας γεγενημένου δικαίου ταῦτα λέγει, ἐκ τοῦ ἀδίκου καὶ ἀνόμων αὐτὸν καταγελᾶν, δηλῶν ὅτι· διαφυγὼν τὰς παρ' αὐτῶν ἐπιβουλὰς διαχλευάσεις αὐτοὺς πολλὰ κατὰ σοῦ βεβουλευμένους. τοῦτο δὲ πρὸς δικαίου οὐκ ἂν γένοιτο· οὐ γὰρ χλευαστικὸς ὁ σπουδαῖος, ἀλλὰ συμπαθὴς λέγων μᾶλλον ὡς ὁ Παῦλος· "λύμπη μοί ἐστιν μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῆι καρδίᾳ μου", ἃ περὶ δικαίους ἀμελεῖς ἔφασκεν. εἰ μὴ τὸ αὐτὸ καταγελᾶν οὕτω τις ἐκλάβοι, ὅτι τοῦ πράγματος γέλωτος