1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

42

ἐν αὐτῷ μένει", λέγων το`̣ ποιῆσαν αὐτόν. περὶ γὰρ τοιούτου καὶ ἐν εὐαγγελίῳ εἴρηται· "οὐδεὶς δύναται ἁρπάσαι ἐκ τῆς χειρὸς τοῦ πατρός μου." καὶ οὐ τοῦτο ἔφαμεν, ὡς ἀμετάπτωτός ἐστιν ὁ ἐνάρετος, ἀλλ' ὅ τι ·· δυσμετάπτωτός ἐστιν. παρ' ἑαυτὸν δὲ ἔξ̣ω γένοιτο τῆς χειρὸς τοῦ θεοῦ μ̣ετ̣απίπτων· "αὐτοὶ" γάρ φησιν "ἐκ τῆς χειρός σου ἀπώσθησαν", ἀνάξιοι δηλονότι γεγενημένοι τοῦ φρουρεῖσθαι ὑπὸ τῆς θεοῦ χειρός, ὅπερ Ἰούδας πέπονθεν αὐτὸς ἐξελθὼν ἐκ τῆς σκεπαζούσης τοῦ θεοῦ χειρός. οὐ γὰρ εἴρηκεν· οὐδεὶς ἐξελεύσεται, ἀλλ'· "οὐδεὶς δύναται ἁρπάσαι ἐκ τῆς χειρὸς τοῦ πατρός μου." αὐτὸς δ' ἀπωθεῖται τοὺς ἑαυτοὺς ἀποσπάσαντας πρότερον. εἴρηται γάρ· "ἀπώσεται αὐτοὺς ὁ θεός, ὅτι οὐκ εἰσήκουσαν αὐτοῦ", τοῦ φυλαττομένου ὑπ' αὐτοῦ γιγνώσκοντος, ὅτι "πολὺ τὸ σπέρ151 μα" αὐτοῦ τυγχάνε̣ι̣. ἀγαθὴ γὰρ γῆ ἡ τοῦ σπουδαίου διάνοια τὰς ἀπὸ τοῦ νυμφίου λόγου σπορὰς οἰκείως καὶ προθύμως δεχομένου ἢ αὐτὸς τοὺς μαθητευομένους διὰ τοῦ δοθέντος αὐτῷ λόγου κατασπειρῶν. λέγεται δὲ πολλάκις καὶ τὸ σπέρμα τέκνον· "σπέρμα Ἀβραὰμ" τέκνα αὐτ̣οῦ ῃαξατ ῃαξατ οὐ πάντως τοῦ σπέρματος ἤδη καὶ τέκνου τυγχάνοντος. τῶν γοῦν Ἰουδαίων αὐχούντων σπέρμα Ἀβραὰμ εἶναι οὐκ εἰπὼν ὁ ςωτὴρ ὅτι· ψεύδεσθε, ἐπήγαγεν· "εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε· οὐ γὰρ πάντες οἱ ἐξ Ἰσδραὴλ οὗτοι τοῦ Ἰσδραήλ. οὐδ' ὅτι εἰσὶν σπέρμα το̣υ῀̣ Ἀβραὰμ πάντως τέκνα." λέγει οὖν αὐτοῖς ὡς μὴ οὖσιν Ἀβραὰμ τέκνοις· "τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν." οἱ δὲ ποιοῦντες τὰς ἐπιθυμίας τοῦ διαβόλου πατέρα αὐτὸν ἐπιδεχόμενοι οὔκ εἰσιν Ἀβραὰμ τέκνα. μακάριος γὰρ ὁ σπέρμα Ἀβρα̣α`̣μ τυγχάνων κατὰ τὸ τὰς ἀρετὰς τῆς θεοσεβείας ἔχειν καὶ τέκνον γενόμενος διὰ τοῦ μορφοῦσθαι καὶ μὴ ἀμβλωθρίδιον γενέσθαι ἀλλ' ἀπο152 τίκτεσθαι. ἔστιν δ' ὅτε καὶ ἐκ παραλλήλου τὸ σπέρμα καὶ τὸ τέκνον λέγεται ὡς καὶ ἐν τῷ νῦν ἐκτεθέντι. τοῦ οὖν ἁγίου ἡ διάνοια, ἣν ἀ γρὸν δεῖ νοεῖν, ἀναβλαστάνει γεννήματα ἀναλογοῦντα "τῷ παμβοτάνῳ τοῦ ἀγροῦ" καὶ πλήθει ὑπερβάλλοντα καὶ ζωτικῇ δυνάμει, ἵν' οὕτως "ὁμοιωθῇ" κατὰ τὸ εὐαγγελικὸν οὗτος ὁ "ἄνθρωπος τῇ βασιλείᾳ τῶν οὐρανῶν" ἐν τῷ ἀγρῷ τῇ ἑαυτοῦ καρδίᾳ σπείρων, ἵνα καρποφορήσῃ "ἕκατον, ἑξήκοντα, τριάκοντα" κατ' ἀρχὰς καὶ μέσα καὶ τελευταῖα, "σπείρων ἐν δάκρυσι", ἵνα "ἐν ἀγαλλιάσει θερίσῃ" καὶ "ἐκζητῶν τὸν κύριον, ἵνα ἔλθῃ αὐτῷ γεννήματα δικαιοσύνης". "ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος ἢ ὥσπερ θημωνιὰ ἅλωνος καθ' ὥραν συνκομισθεῖσα." οὐδὲν ἔστιν τῶν ὄντων ὃ μὴ ἔχει οἰκεῖον τέλος, κἂν ἐπὶ τέχνης λάβηται. ἡ φύσις καὶ ἡ τέχνη τέλος ἔχει καὶ σκοπόν· φύεται γὰρ ἄμπελος διὰ τὴν ἀνθρώπου ἀπόλαυσιν εὔλογον καὶ οἰκοδομεῖται τεχνίτης εἰς τὸ τελέσαι οἰκίαν σκοπὸν ἔχων πρὸς οἴκησιν. καὶ ἵνα μὴ πολὺς ὁ λόγος γένηται, ἐδημιουργήθη ὁ ἄνθρωπος, ἵνα κατ' ἀρετὴν ζῇ. τοῦτο αὐτὸ ὁ ὑ153 μνῳδὸς θεωρήσας ἔλεγεν· "γνώρισόν μοι κύριε τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου, τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ", ἵνα λέγῃ τοιοῦτον ἠρέμα ὅτι· διὰ τοῦτο γέγονα, ἵνα κατ' ἀρετὴν ζῶ καὶ τῆς σοφίας τῆς σῆς μετέχων πάντα καὶ λέγω τε καὶ πράττω κατ' αὐτήν. ἐπειδὴ δὲ ἐν πολλῷ λιπόμενον ἐμαυτὸν ὁρῶ, ὅπερ διὰ μετριότητα λέγει, "τὸ πέρας μου γνώρισόν μο̣ι̣", μέχρι πόσου χρόνου ἐνταῦθα μένω, ἵνα σπουδάσω ἐν αὐτῷ τὰ ὑστερήματά μου ἀναπληρώσων. κατὰ ταύτην τὴν διάνοιαν καὶ ε᾿̣ν τῷ Ἐκκλησιαστῇ εἴρηται· "μὴ γίνου σκληρός, ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου", ὅπερ δηλοῖ ὅτι· ἐπεὶ διὰ τὸ καρποφορεῖν ἀρετὴν γέγονας, μὴ μέλλε πρὸς αὐτήν, μήποτε ἀτελὴς ἀπέλθῃς. ὅπερ πάλιν εὐχόμενος ὁ ∆αυίδ φησιν· "μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου." ἀλλὰ καὶ ὁ Ἀβραὰμ εἴρηται "πρεσβύτερος καὶ πλήρης ἡμερῶν". καὶ ἐὰν ἁπλούστερον τοῦτο λάβωμεν, πολλοὶ τῶν πολλῶν τῶν πρὸ αὐτοῦ καὶ πλείονα ἔτη ἔζησαν καὶ οὔτε πρεσβύτεροι ἤκουσαν οὔτε πλήρης ἡμερῶν. πλήρης