1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

45

τῶι σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα. ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με." ἐπεὶ ὁ Ἐλιφὰζ π̣ι̣στοὺς λόγους τοὺς πρώτους, τοῦ Ἰὼβ δόξαντος αὐτῷ τῷ Ἐλιφὰζ ··· ἐξ ἀποδυσπετήσεως εἰρῆσθαι τὰ πάντα, εἶπεν πρὸς τὸν Ἰὼβ διακείμενος, ὅτι ἁμαρτιῶν ἕνεκεν πέπονθεν, φησίν· ὡς ἔοικεν, τὰ ῥήματά μου εὐτελῆ ἐστιν οὐδὲν πιστευόμενα. ἐπάγει δὲ ἀκολούθως, διὸ αὐτῷ ἀπιστεῖ, λέγων· "βέλη γὰρ κυρίου ἐν τῶι σώματί μου ἐστιν", ἵνα ᾖ ὃ δηλοῖ τοιοῦτον· διὰ τοῦτο τὰ ῥήματά μου φαῦλά ἐστιν, ὅτι βέλη κυρίου ἐπὶ τῷ σώματί μου ὑπάρχει. εἰώθασιν γὰρ οἱ πολλοὶ τῶν ἀνθρώπων ὑπερορᾶν τὰ παρὰ τῶν ἐν περιστάσεσιν καὶ πενίᾳ πιεσθέντων λεγόμενα ῥήματα, κἂν συνετὰ ᾖν. τοῦτο αὐτὸ δηλοῦται ἐν τῷ λογίῳ τῷ φάσκοντι· "πτωχὸς ἐλάλησεν καὶ εἶπαν· τίς οὗτος;". ὅτι δὲ βέλη τὰ περιστατικῶς ἐκ προνοίας πεμπόμενα λέγεται, 162 ἔστιν ἐκ πλειόνων μαρτυρεῖσθαι· ἐν ∆ευτερονομίῳ Μωσῆς ἐν τῇ μεγάλῃ ᾠδῇ λέγει ἐκ προσώπου τοῦ θεοῦ· "μεθύσω τὰ βέλη μου ἀφ' αἵματος καὶ ἡ μάχαιρά μου καταφάγεται αἷμα τραυματιῶν", βέλη καὶ μάχαιρα τὰς κολάσεις λέγων. καὶ πάλιν ἐν αὐτῇ τῇ βίβλωι λέγει· "καὶ τὰ βέλη μου συντελέσει αὐτούς", τοῦ συντελέσει δηλοῦντος· πληρώσει τὰ τῆς κολάσεως. καὶ τοῦτο δὲ ἐπὶ συμφέροντι γίνεται. θυμὸν δὲ βελῶν ἐνταῦθα οὐ τῶν ἀψύχων, ἀλλὰ τὴν ἐπίπονον καὶ σφοδράν τε καὶ πικρὰν ἐπιφορὰν τῶν ἀνιαρῶν φησιν, ἣν ἐκπίνειν τὸ αἷμα λέγει δηλῶν, ὡς τὴν ζωτικὴν αὐτοῦ δύναμιν προσαφαιρεῖται τὰ τῆς κολάσεως. τὸ δ'· "ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με" ὡς ἐν ἀπο···ς εἴη ἂν ὑποβάλλον διάνοιαν τοιαύτην· ὅτε ὁ νοῦς πρὸς τὸν τῶν ὅλων τέταται θεὸν καὶ τὴν ἐκείνου θεωρίαν, τρόπον τινὰ λήθη τῶν ἀνθρωπίνων γίνεται. ἀπὸ τῆς τοιαύτης καταστάσεως καὶ ὁ μακάριος ∆αυὶδ ἔψαλλεν ὅτι· "ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου", καὶ Παῦλος "ἕως τρίτου οὐρανοῦ" φησιν "ἁρπαγῆναι εἴτε ἐν σώματι οὐκ οἶδα εἴτε ἐκτὸς τοῦ σώματος 163 οὐκ οἶδα". ἐπειδὰν δὲ ὡς ἄνθρωποι περὶ τὰ ἐπίπονα σχολὴν οὐ βραχείαν παρασχῶσιν, τότε δὴ αὐτῶν οὐ μετρίως καθάπτεται. τοῦτ' οὖν αὐτὸς παραιτούμενος τρόπον τινὰ παιδεύει καὶ τοὺς φίλους ἄνω ἔχειν τὸ φρόνημα καὶ μικρὰ φροντίζειν τῶν ἐπιπόνων τῇ θεωρίᾳ σχολάζοντας. ἀκολούθως δὲ καὶ ἡ φρουροῦσα τοὺς ἁγίους δύναμις ὀλίγον ἐνδίδωσιν αὐτοῖς αἴσθησιν γενέσθαι πόνων, ἵνα οὕτως εὔλογος ἡ δόσις τοῦ στεφάνου γένηται. "τί γάρ; μὴ διὰ κενῆς κεκράξεται ὄνος ἄγριος ἀλλ' ἢ τὰ σῖτα ζητῶν; εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ πάτνης ἔχων τὰ βρώματα; εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός; εἰ δὲ καὶ ἔστιν γεῦσις ἐν ῥήμασι κενοῖς; οὐ δύναται γὰρ παύσασθαί μου ἡ ψυχή. βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος." πρὸς τὴν παρ' ἐκείνου γεγενημένην αὐτῷ οἷον ἐπίπληξιν ἐπὶ τῶν λόγων τῶν εἰρημένων ὑπὸ τοῦ Ἰὼβ αὐτὸς λέγει ὡς ἐρώτησιν προσάγων, ἵνα ἐξ ὧν ἀποκρίνεται μηκέτι μέμφηται τὸν διὰ τὰ ἐπίπονα βοῶντα καίτοι τοῦ Ἰὼβ οὐδὲν ἀποδυσπετήσεως 164 εἰπόντος. ἐρωτᾷ· "τί οὖν; μηδὲ διὰ κενῆς κεκράξεται ὄνος ἄγριος ἀλλ' ἢ τὰ σῖτα ζητῶν;", ὅ ἐστιν· μὴ ματαίως φωνὴν ἀφίησιν ἐνδεόμενος τροφῆς ὄνος ἄγριος; ἀλλ' οὐδὲ ὁ βοῦς κράζει ἐπὶ τῆς φάτνης τῶν βρωμάτων κειμένων. ὥστε μηδ' ἐμὲ αἰτιῶ, εἰ κράζω κατὰ τὴν σὴν ὑπόλημψιν διὰ τὰ ἀνιαρὰ φύσεως ἀσθενοῦς ὑπαρχούσης, ἵνα ᾖ ἄγων αὐτὸν εἰς συμπάθειαν πρὸς τὸ μὴ μέμφεσθαι τὸν ὀδυνώμενον εἰ κράζει· οὐ γὰρ ἀναίσθητον εἶναι δεῖ τὸν ἅγιον, κἂν καρτερῶς φέρῃ τὰ θλίβοντα· αὕτη γὰρ ἀρετή ἐστιν, ὅταν αἴσθησιν τῶν ἐπιπόνων δεχόμενός τις ὑπερφρονῇ τῶν ἀλγηδόνων διὰ θεόν. τὸ δ' ἑξῆς· "εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός" παρεμβεβλημένον ὑπὸ τοῦ μακαρίου καὶ διὰ τοῦτο ἀσαφίαν ἐργασάμενον εἴη ἂν κατ' ἡμετέραν δύναμιν τοιοῦτο· οὐ δύναται ὠφελία ψυχῆς καὶ τροφὴ ταύτης ὑπάρξαι μὴ πόνου καὶ θλίψεως γεγενημένου. τούτῳ ὅμοιον τό· "διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν", ἵν' ᾖ ὁ μὲν