1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

47

ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός." ἐπὶ γὰρ ταύτας τὰς ἀνθρωπίνας δόξας μεγάλα κομπάζοντες καθάπερ ἐπὶ τειχέων ἁλλόμενοι οἱ μοχθηροὶ ἐπιπηδῶσιν, εἰ καὶ μὴ ὁ ἅγιος. δῆλον γάρ, ὅτι τῷ ἀνθρωπίνῳ προσώπῳ ταῦτα προσάπτων εἴρηκεν. μετριόφρων γὰρ εἰ καί τις ἄλλος ὁ μακάριος, "ἄμεμπτος" μαρτυρηθεὶς εἶναι καὶ "δίκαιος". εἴη δὲ καὶ ταῦτα λέγων ὅτι· εἰ καὶ καθάπερ εὖ τετειχισμένη πόλις ἐτύγχανον πλούτῳ καὶ δόξῃ καμών, ἀλλά γε ἐμοὶ ταῦτα τέθνηκεν οὐ βαρείαν αὐτῶν τὴν στέρησιν λογιζομένῳ. διὸ καὶ οὐ φείδομαι τούτων. ὅλως αὐτῶν μηδένα πόθον ἔχω τεθνηκὼς αὐτοῖς, 169 ἐξ οὗ ζῶ ζωὴν μακαρίαν. καλὸν γὰρ "ἀποθνῄσκειν τῇ ἁμαρτίᾳ", ἵνα τῷ θεῷ ζήσωμεν καὶ μὴ καθάπερ ἡ "σπαταλῶσα χήρα" ζῶντες θανάτῳ τῆς ἁμαρτίας παραδοθῶ μεν. "οὐ γὰρ ἐψευσάμην ῥήματα ἅγια θεοῦ μου." διὰ τοῦτο πάντα τὰ ἀνθρώπινα τάφον ἡγοῦμαι τεθνηκὼς αὐτοῖς, ἐπεὶ οὐκ ἐψευσάμην τὰ τοῦ θεοῦ ἅγια ῥήματα, ἤτοι διὰ τὸ ἐν μηδενὶ πταῖσαι ἀλλὰ "δίκαιος" εἶναι-τοῦτο λέγει κατὰ τὸν λέγοντα· "οὐδὲν ἐμαυτῷ σύνοιδα"- ἢ ὅτι τὰ εἰρημένα ἐν μαρτυρίας μέρει πρὸς τοῦ θεοῦ οὐ ψευδῆ ἔδειξεν καθὸ εἴρηται περὶ αὐτοῦ· "καὶ οὐκ ἔδωκεν ἀφροσύνην θεῷ." τοῖς γὰρ λόγοις τοῦ θεοῦ τοῖς μαρτυροῦσιν αὐτῷ τὸ ἐν ἀρετῇ ὂν ὁ τρόπος αὐτοῦ σύμφωνος εὑρίσκετο. διόπερ καὶ τὰς ἐναρέτους ἑαυτοῦ πράξεις τοῦ θεοῦ λέγει κατὰ τὸν λέγοντα· "οὐκ ἐγὼ δέ, ἀλλὰ ἡ χάρις τοῦ θεοῦ σὺν ἐμοί." δεικτικὸν δὲ καὶ πρὸς τοῦ θεοῦ πεπαιδεῦσθαι αὐτὸν τὸ λέγειν· "οὐ γὰρ ἐψευσάμην ῥήματα ἅγια θεοῦ μου." οὐδὲν δ' ἧττον καὶ ἄτυφος φαίνεται ἐκ τοῦ θεοῦ ἐνεργῶς δεικνὺς τό· "ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου." θεοῦ γὰρ τὰ πάντα ὁμολογεῖ. χρήσιμον γὰρ τὸ μὴ ἐφ' ἑαυτῷ βάλλεσθαι, ὅπερ πάλιν παραινεῖ λόγος θεῖος· "μὴ καυχάσθω ὁ σοφὸς ἐν 170 τῇ σοφίᾳ αὐτοῦ μηδὲ ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύι αὐτοῦ μηδὲ ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλ' ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος τοῦ συνίειν καὶ γιγνώσκειν τὸν κύριον." ἔχομεν παραδείγματα ἐν ταῖς γραφαῖς τῶν ἀσυνέτως καυχωμένων καὶ ἐφ' ἑαυτοῖς πεποιθότων Γολιὰδ καὶ Φαραώ, οἵτινες οὐχ ἅπερ ἤλπισαν πεπόνθασιν "σβεσθείσης αὐτῶν τῆς ὑπερηφανίας". "εἶν̣α̣ι̣ φάσκοντες" δὲ "σοφοὶ μωραίνονται" κατὰ τὸ λόγιον. ἀλλὰ καὶ περὶ τῶν πλούτῳ ἀλαζονευομένων λέγεται· "μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ, ὅτι οὐκ ἐν τῷ ἀποθνῄσκειν αὐτὸν λήμψεται τὰ πάντα." ἢ γὰρ αὐτὸς αὐτὰ καταλείψει ἢ αὐτὰ αὐτὸν μεταβολῆς γεγενημένης. ἀλλὰ ὁ ἅγιος οὐδὲν ἐφ' ἑαυτῷ βαλλόμενος θεῷ πάντα ἀνατίθησιν. "τίς γάρ μου ἡ ἰσχύς, ὅτι ὑπομένω; ἢ τίς μου ὁ χρόνος, ὅτι ἀνέχεταί μου ἡ ψυχή; μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου; ἢ αἱ σάρκες μού εἰσιν χάλκειαι; ἦ οὐκ ἐπ' αὐτῷ ἐπεποίθειν; βοήθεια δὲ ἀπ' ἐμοῦ ἄπεστιν. ἀπείπατό με ἔλεος, ἐπισκοπὴ δὲ κυρίου ὑπερεῖδέν με." 171 παιδεῦσαι τοὺς φίλους ἀγαπητικὸς ὢν βούλεται, ὡς οὐ διά τι ἀνθρώπινον τὴν τοσαύτην ἐπιφορὰν τῶν ἀνιαρῶν ὑπομένει, καὶ παραστῆσαι αὐτῷ ὅτι· εἰ μὴ λογισμῷ θείῳ, ὅσον ἧκεν εἰς ἀνθρωπίνην ἀσθένειαν, οὐκ ἂν οὐκ ἀνήνεγκα ταῦτα-διὰ ποίαν γάρ, φησίν, ἰσχὺν ταῦτα ὑπομένω λογίσασθε, ἢ διὰ ποῖον χρόνον βιῶσαι δυνήσομαι ταῦτα ὑφιστάμενος. ἡ ἰσχὺς δέ μοι ἢ λίθου ἐστὶν ἢ χαλκείας ἔχω τὰς σάρκας, ὥστε μὴ ἐπαισθάνεσθαι τὸν πόνον αὐτοῖς; -ἵνα μὴ περὶ ἀναισθήτου διακείμενοι εὐτελίζωσι τὴν καρτερίαν. εἰσὶ γὰρ οἱ καὶ περὶ τῶν μαρτύρων διανοούμενοι, ὅτι τῶν ἀλγηδόνων οὐκ ἐπαισθάνονται, ὅπερ παραιρεῖται αὐτῶν τὴν ἀρετήν. ἀλλὰ κἀκεῖνα αὐ τοῖς ἐνθεῖναι τῆι διανοίᾳ βούλεται, ὅτι οὐ δι' ἁμαρτίας πάσχει, λέγων· "ἦ οὐκ ἐπ' αὐτῷ ἐπεποίθειν;" πρὸς δὲ τούτοις ἠρέμα καὶ τὴν ἀπὸ θεοῦ συνχώρησιν αἰνιττόμενος ἐπάγει· "βοήθεια δὲ ἄπεστιν. ἀπείπατό με ἔλεος, ἐπισκοπὴ δὲ κυρίου ὑπερεῖδέν με", ἵν' ἐκ τούτων κατανοήσωσιν, ὅτι καὶ ταῦτα συνειδὼς εἰς ἑαυτὸν γεγενημένα ὁ ἅγιος φέρει γενναίως ἱστάμενος πρὸς τὸν ἐξαιτησάμενον, πεπι172 στευκώς, ὅτι εἰ καὶ ἔπαισεν αὐτὸν κύριος συνχωρήσας τῷ