1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

48

ἐξαιτήσαντι, ἀλλ' ἐπαμύνει καρτερήσαντι. τοιοῦ. τον γὰρ καὶ ὁ μακάριος ∆αυὶδ ψάλλει λέγων· "ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ προσέσχεν μοι." δυνατὸν δὲ καὶ τὴν αὐτῶν ἐλέγχοντα διάλημψιν ταῦτα λέγειν ὅτι· ὑμεῖς οὕτω νομίζετε, ὅτι καὶ ἡ βοήθεια καὶ ἡ ἐπισκοπὴ κυρίου ὑπερεῖδέν με. αὐτὸς οἶδεν, ὅτι του´̣τῳ θεὸς δοκιμασίας χάριν αὐτὸν παρέδωκεν, ὡς "μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενάμενος λήμψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγ γείλατο τοῖς ἀγαπῶσιν αὐτόν." "οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου, ὥσπερ χειμάρρους ἐκλείπων ἢ ὥσπερ κῦμα παρῆλθόν με." καὶ τοῦτο αὐτῷ πρὸς δοκιμασίαν συνέβαινεν· οὐ γὰρ μικρὰ ἀνία ἐν τοῖς θλιβηροῖς ἀπουσία τῶν φίλων. ταύτην ὑπομένων τὴν θλῖψιν καὶ ∆αυὶδ ὁ ἅγιος ἔψαλλεν· "κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγιγνώσκων με." ει᾿̣ δὲ καὶ τὰς ἀοράτους δυνάμεις ἁγίας διὰ τὸ τὴν ἀρετὴν αὐτοῦ μεγάλην φανῆναι ὀλίγον παρελθούσας αὐτὸν δηλοῖ, συνεπίσκεψαι· συντρέχει γὰρ αὕτη ἡ διάνοια τῇ ἀποδοθείσῃ εἰς τό· "ἐπισκοπὴ 173 δὲ κυρίου ὑπερεῖδέν με." ὡς γὰρ ὁ τῶν ὅλων κύριος οὐ μισῶν οὐκ ἐπεσκέπτετο αὐτόν, ἀλλὰ πρὸς τὸ δεῖξαι τῶι ἀντικειμένῳ, ὅτι πρὸς ἀνθρώπου ἀρετὴν ἡ κακία αὐτοῦ οὐ δύναται, οὕτω μήποτε καὶ αἱ θεῖαι δυνάμεις, τὸ βούλημα τοῦ θεοῦ ἀξιωθεῖσαι εἰδέναι τὸ περὶ τὸν Ἰὼβ συνχωρῆσαι τὸν ἀγῶνα γενέσθαι, ἵνα λαμπρότερον τοῦ μακαρίου φανῇ τὸ κατόρθωμα. "οἵτινές με διευλαβοῦντο, νυ῀̣ν ἐπιπεπτώκασίν μοι." ἠρέμα μὲν ἴσως τούτους ἐλέγχει ὅτι· ἀγνοοῦντες τὴν αἰτίαν τῶν ἐπαγωγῶν ἐπιβαίνετέ μοι τολμῶντες τοιαῦτα λέγειν, ἃ πρότερον οὐκ εἰρήκατε. εἰκὸς δ', ὅτι καὶ πολλοὶ τῶν ἄλλων διὰ τὸ πάθος κατεφρόνουν αὐτοῦ, καὶ τοῦτο τοῦ ἐξαιτησαμένου ὑποβάλλοντος. ὅρα δέ, μὴ ὥσπερ ἀποδεδώκαμεν τὰς θείας δυνάμεις ὀλίγου αὐτὸν παρεληλυθέναι ἵνα γνωσθῇ αὐτοῦ ἡ ἀρετή, οὕτω συνεχωρήθησαν τῶν ἐναντίων δυνάμεων καὶ ἄλλαι ἐπιπηδᾶν αὐτῷ καὶ προσπολεμεῖν. "ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς, καθὼς τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν, οὕτω κἀγὼ κατελείφθην ὑπὸ πάντων. ἀπωλόμην δὲ καὶ ἔξοικος 174 ἐγενόμην." ὑπερβάτως εἴρηται τό· "ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς, καθὼς τακεῖσα", οὕτως ἀποδιδόμενον· καθὼς τακεῖσα χιὼν ἢ κρύσταλλος. οἰκεῖον δὲ καὶ τὸ πα ράδειγμα πρὸς τὴν ὑπερβολὴν τῆς μεταβολῆς αὐτοῦ ἄγνωστον αὐτὸν παντελῆ ποιούσης κατὰ τὴν χιόνα ἢ κρύσταλλον τὴν ἀπὸ διακαύσεως διαλυομένην καὶ οὕτως ἄγνωστον ποιου῀̣σ̣αν το`̣ν τόπον ὅπου ἐτύγχαν̣ε̣ν̣. εὖ δὲ καὶ τὸ τοιούτῳ χρήσασθ̣αι παραδείγματι· καθὼς ἡ χιὼν καὶ κρύσταλλος ἀδιάκριτον ποιοῦσι τὸν τόπον ὑπὸ θέρμης̣ δ̣ι̣α̣λυόμενα, οὕτω καὶ φίλος δοκῶν εἶναι πειρασμῶν ἐνστάντων φανεροῦται, καὶ ὅπερ πρὸ τούτου ἔκρυπτεν, φανερὸν καθίστησιν. ἐνστάντος θλιβηροῦ καιροῦ ἀντικειμένων δὲ τῶν σχηματιζομένων φίλων εἶναι οἱ ἅγιοι ἔχουσι βεβαιότητα, πρὸς τοὺς ἀγαπωμένους ἔχοντες καὶ ἐν ἀνέσει καὶ ἐν περιστάσει τοῦτον τὸν ὅρον τῆς φιλίας ἀδιάστροφον φυλάττοντες. καὶ οὐ θαῦμα, ὅπου γε καὶ πρὸς τοὺς ἐχθροὺς τὴν ἀγάπην ἐκτείνουσι, μετὰ τῶν μισούντων τὴν εἰρήνην εἰρηνικοὶ ὄντες κατὰ τὸ ὑπὸ κυρίου διὰ τοῦ προφήτου λεγόμενον· "εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ὑμᾶς, ἵνα τὸ ὄνομα κυρίου δοξασθῇ, αὐτοὶ δὲ αἰσχυνθήσονται." ἅπαξ δὲ ἐπεὶ περὶ φιλίας ὁ λόγος τὴν ἀρχὴν ἐδέξατο, ἀκόλουθον τὰς διαφορὰς διαγνῶναι τῆς φιλίας. ἡ μὲν οὖν 175 τίς ἐστιν ἡ δι' αὐτὸ τὸ καλόν, ἣν καὶ ἅγιοι κατορθοῦσιν, ἡ δέ τις διὰ τὸ χρήσιμον, οἷον ὅταν τις φέρε ἰατροῦ φίλος ὑπάρχῃ δι' αὐτὸ τοῦτο. αὕτη δ' ἡ φιλία εἰ καὶ μὴ τελεία ἐστίν, ἀλλὰ γοῦν οὐκ ἔχει τὸ ψεκτὸν ἀνθρωπίνη τις ὑπάρχουσα. ἑτέρα δὲ εἰ μὴ διὰ τὸ ἡδύ, οὗ μηκέτι ὑπάρχοντος μηδ' ὁ φίλος ἔστιν, καὶ διὰ φιλοδοξίαν, ἵνα δοκῶσι τοῖς πολλοῖς μειζ̣ο´̣νων εἶναι φίλοι αὐτοὶ οὐδὲν προσφέροντες εἰς φιλοτ̣ιμίαν ἐκείνων. εἰ δὲ καὶ ὁ διὰ τὸ χρήσι μον αἱρούμενος φίλον ἀβεβαιότατος κατὰ τὸ μηκέτι