1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

49

ητ·· ηδ··ς ···· χρείας ὑπαρχούσης ἀντιποιεῖσθαι φιλίας ἐξαλάττων κατὰ τοῦτο, π̣ρ̣οαιρεῖται τὰ χρήσιμα πρὸ τῶν ἡδέων, ἃ καὶ ὑπὸ μέμψιν ἐστίν. εἰς τὴν ὄντως φιλίαν προτρέπων ὁ λόγος φησίν· "φίλον σὸν καὶ φίλον πατρῷον μὴ ἐνκαταλίπῃς." "ὁ γὰρ πρόσφατος οὐκ ἔστιν ὅμοιος αὐτῷ." πρόσφατον λέγω τὸν ἀβέβαιον, "ἀρχαῖον" ἢ πατρῷον τὸν ἔχοντα βεβαιότητα, ἄλλως τε καὶ εἰ καὶ κατὰ χρόνον λαμβάνοις ···· τ·ς ὁ διὰ πείρας ἐλθὼν ἀμελεῖ τοῦ προσφάτου· ὁ γὰρ τὰς καρδίας ὄντως ἐπιστάμενος ἐκ τῆς πείρας ·· ω̣ς ποιεῖται τὴν ἐπίκρισιν. τὸ δ' "ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενάμην" φησὶν πρὸς τὴν διάλημψιν τὴν 176 τῶν πολλῶν ἀπώλειαν λογιζομένων τὴν πάντων ἀφαίρεσιν κτημάτων χρημάτων καὶ ὅτι ἐπὶ κοπρίας ἐτύγχανεν. διὸ καὶ ἔξοικος ἐγεγόνει καὶ πάντων αὐτὸν τῶν οἰκείων καταλελοιπότων. "ἴδετε ὁδοὺς Θαιμανῶν, ἀτραποὺς Ἀσεβῶν οἱ διορῶντες. καὶ αἰσχύνην ὀφειλήσουσιν οἱ ἐπὶ πόλεσιν καὶ χρήμασι πεποιθότες." ἐγὼ μέν, φησίν, ταῦτα ὑπέστην μεταπεσὼν ἀπὸ πλούτου καὶ πολυπαιδίας καὶ δόξης καὶ τῶν ἄλλων ἀνθρωπι´̣νων. καὶ ὅμως οὐδὲν αὐτῶν τεθαυμακὼς οὐ ξενίζομαι. καὶ γὰρ οἱ ἅγιοι τῇ φύσει τῶν ἀδιαφόρων ἐπιβάλλοντες οὐ βαρείαν τὴν τούτων ἀφαίρεσιν λογίζονται καὶ τοὺς ἄλλους προτρεπόμενοι καθὰ καὶ ∆αυὶδ ὁ μακα´̣ρι̣ος ψάλλω̣ν "πλοῦτος ἐὰν ῥέῃ μὴ προστίθεσθε καρδίαν." καὶ πάλιν· "μὴ πεποίθατε ἐπ' ἄρχοντας καὶ ἐφ' υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστιν σωτηρία." διορθούμενος οὖν αὐτοὺς ἠρέμα ὁ ἅγιος οὕτω ποιεῖ τὸν λόγον λέγων· "ἴδετε ὁδοὺς Θαιμανῶν, ἀτραποὺς Σαβῶν οἱ διορῶντες", ὅ ἐστιν· μετὰ διανοίας ὁρῶντες, ἵν' ᾖ πᾶς αὐτοῦ ὁ νοῦς τοιοῦτος· ἐγὼ δὲ ἔξοικος ἐγενόμην καὶ πάντων ἀφῃρέθην. κατανοήσατε τὰς ὁδοὺς τῶν Θαιμανῶν, τὰς ἀτραποὺς τῶν Σαβῶν κατακρίνατε, κἂν εὐπαθῶσιν, λογιζ̣ο´̣με̣ 177 νοι ὅτι πλούτῳ καὶ δόξῃ πεποιθότες οὐκ ὀρθὰς ὁδοὺς ἢ ἀτραποὺς ἔχουσιν. ταῦτα δὲ ἔλεγεν ὑπηχῶν καὶ τοῖς φίλοις οἰομένοις ὅτι ὁ περιπίπτων ἐν περιστάσεσιν ἐκ κακίας ταύταις ἐνέχεται ὅτι· ὑμεῖς εἰ καὶ βασιλεῖς ἐστε καὶ οὐ περιεπέσετε δυσπραγίᾳ, ἀλλὰ κατανοήσατε τὰς ὁδοὺς τῶν Θαιμανῶν καὶ Σαβῶν, ὁδ̣οὺς αὐτῶν ρ̣·····σ̣ετε, ὅτι πεποιθότες ἐπὶ τοῖς ἀνθρωπίνοις αἰσχύνην ὀφλισκάνετε. εἰ δὲ καὶ τὰς ἑρμηνείας τῶν ὀνομάτων ἐκλαβεῖν θέλοις, γένοιτο ἂν νόησις τ αὕτη, Θαιμανῶν μὲν ἑρμηνευομένων ἐκλιπόντων, Σαβῶν δὲ ἐπιστρεφόντων. προτρέπεται οὖν τοὺς ἐκλιπόντας ἀρετὴν καταθεάσασθαι, οἳ καὶ ἐν πλούτωι πεποίθασιν, ἀλλὰ καὶ τοὺς ἐπιστρέφοντας τὴν φύσιν τῶν πραγμάτων κατανοεῖν προτρεπόμενος, ὅτι οὐ πάντως ἐν εὐετηρίᾳ ἀεὶ οὕτω διαμένει, ἀλλὰ καὶ ὑποστρέφει πολλάκις. διὸ αἰσχύνη ὑπάρχει τὸ πεποιθέναι ἐπὶ χρήμασιν ἢ πόλεσιν, πόλεις λέγων τὰς δό ξας τὰς ἀνθρωπίνας καὶ τὸ ὡσανεὶ ἐν ἀσφαλεῖ εἶναι. εἰ δὲ ἐπαινετοὶ εἶεν οἱ ἐκλιπόντες, προτρέπεται ὅτι· κατανοήσατε, ὡς εἰσὶ καὶ ἄλλοι κακὰ ἀπολιπόντες καὶ οὐ πάντως τοῖς ἀνθρωπίνοις πλουτοῦντες. 178 εἰ οὖν ἐπιστῆσαι θελήσετε, ὅτι τὰ πράγματα πολλὴν δέχεται τὴν μεταβολὴν ἀπολαμβανόντων πολλα´̣κις πολλῶν ὧν ἐστερήθησαν, οὐκ ἂν ὡς ἐπὶ μονίμοις ἐπεποθε̣ῖτε̣ τεθηπότες αὐτά. "ὁ" γὰρ "πεποιθὼς ἐπὶ πλούτωι οὗτος πεσεῖται, ὁ δὲ ἀντιλαμβανόμενος δικαίων οὗτος ἀνατελεῖ", καθὰ ὁ μὲν Λάζαρος εἰς κόλπον Ἀβραὰμ ἀνέτειλεν, ὁ δὲ πλούσιος τῇ κολ̣άσει παραδέδοται πεσὼν ἐπ' αὐτήν, ὃς διὰ ἀλαζονείαν παρεώρα τὸν Λάζαρον. καὶ γὰρ ὁ λόγος παρετηρήσατο, ὅτι "πρὸς τῷ πυλῶνι" α̣ὐτοῦ "ἐβέβλητο" καὶ ὅτι σφόδρα πλούσιος, ἵνα μὴ πρόφασιν ἔχοι ὅτι· ἠγνόουν αὐτὸν ἢ οὐκ εἶχον τὰ αὐτάρκη. καλῶς δὲ καὶ τὸ "ἀνατέλλει". ὡς γὰρ τὰ σπειρόμενα φθορὰν ὑπομένοντα ὕστερον ἐξανθεῖ, οὕτως ὁ περιστάσεσι πιεσθεὶς καὶ ὑπομείνας ἕξει τῆς καρτερίας μισθὸν τὴν ἀνατολήν, "ἐκλάμπων ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρός". πεποιθὼς γὰρ ἦν ἐπὶ κύριον προτραπεὶς ἐκ τῶν εἰρημένων· "εὐλογημένος ὁ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ κυρίῳ· οἱ πεποιθότες ἐπὶ κύριον ὡς