1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

50

ὄρος Σιών", καὶ λέγων· "ἐπὶ τῷ κυρίῳ πέποιθα", οὐκ "ἐπὶ χρήμασιν ἢ πόλεσιν" ἀνθρωπίναις, ἀλλ' ἐπὶ τῷ θείῳ πλού179 τῳ καὶ "τῇ πόλει τοῦ βασιλέως τοῦ μεγάλου", ἧς "οἱ θεμέλιοι ἐν τοῖς ὄρεσιν τοῖς ἁγίοις", χρήματα λογιζόμενος τὰ λόγια κυρίου "ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύ". "ἄταρ δὴ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως." καὶ τοὺς ἐπ' αἰτίᾳ ψεκτῇ περιπεσόντας σκυθρωποῖς νουθετῶν τις οὐκ ἐλέγχει κατὰ λόγον κινούμενος. οὐ τοῦτο γὰρ πρόκειται, ἀλλὰ μᾶλλον εἰς ἀνδρείαν προτρέπεσθαι καὶ γενναίως ἐνεγκεῖν. τὸ γὰρ λέγειν· «διὰ τί γὰρ ἡμάρτανες;» βαρῦναί ἐστιν μᾶλλον ἢ πόνων κουφίσαι. καὶ γὰρ τῷ ὄντι ἀνελεημόνως ἐπέστησαν αὐτῷ ἐκ τοῦ πεπλανῆσθαι περὶ τὴν αἰτίαν τῆς ἐπαγωγῆς καὶ ὅτι τὸν μὴ ὑποκείμενον ἐλέγχῳ ἐλέγχειν ἐπειρῶντο. "ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε." κηδεμονικώτατα ὁ ἅγιος καὶ πρὸς τοὺς μὴ ὀρθῶς διακειμένους πρὸς αὐτὸν προσφέρεται ἀπὸ τῶν καθ' ἑαυτὸν κἀκείνους διορθούμενος καὶ ἐκ τῆς αὐτῶν διαλήμψεως δεχόμενος τὴν ἀρχὴν τῆς παραινέσεως· εἰ γὰρ πᾶς ὁ ἁμαρτάνων σκυθρωποῖς περιπίπτει καὶ ὁ περιπεσὼν ἐξ ἁμαρτιῶν τοῦτ' ἔπαθεν, καὶ ὑμεῖς φοβήθητε ἐκ τοῦ ἡμετέρου τραύματος τὸν φόβον δεχόμενοι. καὶ γὰρ δῆλον αὐτοῖς ὑ180 πῆρχεν ὅτι "οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου τῶν ἀνθρώπων". καὶ ταῦτα μὲν ὁ μακάριος ὡς πρὸς τὴν ἐκείνων διάλημψιν διορθωτικῶς λέγει, χρήσιμα δὲ καὶ πρὸς συμπάθειαν καὶ πρὸς τὸ μὴ χαυνοῦσθαι τὰ ῥητά. "τί γάρ; μή τι ὑμᾶς ᾔτησα ἢ τῆς παρ' ὑμῶν ἰσχύος ἐπιδέομαι, ὥστε με σῶσαι ἐκ χειρὸς ἐχθρῶν ἢ ἐκ χειρὸς δυναστῶν ῥύσεσθαί με;" τὸ ἄλογον τῆς ἐπιπλήξεως τῆς κα θ' ἑαυτοῦ ἐλέγχων φησὶν ὅτι· εἰ μὲν ἐμοῦ ἐξαιτουμένου παρ' ὑμῶν τι οἷον εὐχὴν εἰς θεὸν ἐφάσκεστε μὴ δύνασθαι ἀνενεγκεῖν τὴν ὑπὲρ ἐμοῦ εὐχὴν διὰ τὸ ἐν ἁμαρτίᾳ εἶναι, λόγον τινὰ εἶχεν. ἐπεὶ δὲ τοῦτο οὐ γέγονεν, μάταιος ὁ κατ' ἐμοῦ ἔλεγχος. καὶ τοῦτο αὐτὸ ἔχομεν ἐν τοῖς θείοις γράμμασιν. γίνεται γάρ ποτε εὐχὴ ἐπὶ τῶν ἐπιτηδείως ἐχόντων εἰς μετάνοιαν, ὑπὲρ δὲ τῶν ἀντιτεινόντων οὐκ ἔχει λόγον τὸ γινόμενον. αὐτίκα γοῦν καὶ τῷ προφήτηι φησὶν ὁ θεός· "καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου." καὶ ἐφεξῆς τὸν λογισμόν φησιν τοῦ μὴ δεῖν ἀναφέρειν πρὸς αὐτὸν εὐχὴν λέγων· "οὐχ ὁρᾷς τί οὗτοι ποιου῀̣σιν; οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα καὶ οἱ πατέρες καίουσιν πῦρ καὶ αἱ γυναῖκες ποιοῦσιν χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ", κοινῷ ἁμαρτήματι κοινὴν σπουδὴν εἰσαγαγόν181 τες· διόπερ μὴ προσεύχου περὶ αὐτῶν. δεῖ οὖν, εἴ ποτε πρεσβεία θεῷ ἀναπέμπεται ὑπὸ ἁγίου περί τινος, συντρέχειν κἀκεῖνον ὑπὲρ οὗ ἡ πρεσβεία γίνεται. ἐὰν γὰρ ἐναντίως τῷ πρεσβεύοντι ποιῇ, ὅμοιόν τι ποιεῖ περὶ ὧν λέγεται· "εἷς οἰκοδομῶν καὶ εἷς καθελών. τί ὠφέλησαν πλέον ἢ κόπους;" ἄλλως τε καὶ ὡσανεὶ καταισχυνεῖται ὁ πρεσβεύων. τούτου μαρτυρία τὰ κατὰ Μωσέα· ἀνελθόντι γὰρ αὐτῷ πρὸς θεὸν εἴρηται τοῦ λαοῦ κάτω παραβαίνοντος· "σπεύσας κατάβηθι· ὁ λαός σου ἥμαρτεν." καὶ παρατήρησαι τὸ εἰρημένον· ὅτε γὰρ ἐπέμπετο καὶ ἄρξαι αὐτῶν καὶ στρατηγῆσαι καὶ νομοθετῆσαι, αὐτὸς ὁ θεὸς ἐκ προσώπου τοῦ ἰδίου λέγει· "πορεύου καὶ ἐξάγαγε τὸν λαόν μου." ἄξιος γὰρ ἦν αὐτοῦ λαὸς εἶναι. ὅτε ἀπέστη τῆς πρὸς αὐτὸν εἰλικρινοῦς θεραπείας, οὐκέτι θεοῦ ἀλλ' ἀνθρώπου ἐστίν. φησὶν γάρ· "ὁ λαός σου ἥμαρτεν", καὶ οὐ τούτῳ φιλανθρωπευόμενος. ἑαυτοῦ γὰρ ἀνάξιον τὸν λαὸν θεασάμενος οὐ παντελῶς ἀπέρριψεν, ἀλλὰ πάλιν αὐτὸν ὑπὸ Μωσέα ἀφίησιν, ἀνάγων αὐτὸν εἰς τὴν περὶ αὐτοῦ κηδεμονίαν διὰ τοῦ λέγειν· "ὁ λαός σου", ἵν' οὕτω πρεσβεύσηται ὑπὲρ αὐτῶν καὶ πάλιν αὐτοὺς ἐπιστρέψῃ ἐκ τῆς πλάνης, ὃ καὶ γέ182 γονεν. εἶπεν γοῦν εὐχόμενος· "εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν αὐτῶν, ἄφες. εἰ δὲ μή, ἐξαλεῖψον κἀμὲ ἐκ τῆς βίβλου σου ἧς ἔγραψας." ὅμοιον τούτῳ Παῦλος λέγει· "ηὐχόμην γὰρ ἐγὼ ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα." καὶ ὅτι προθέσει ἀγαθῇ οἱ ἅγιοι ὑπέρ τινων εὔχονται, κἂν φαῦλοι ὦσιν,