1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

51

μάλιστα ὅταν ἐνοῦσαν ᾐ῀̣ α̣ὐτοῖς εἰς μετάνοιαν ἐπιτηδειότητα θεάσασθαι, ταῦτα εἴρηται. ἐμφαίνει δὲ τό· "μή τι ὑμᾶς ᾔτησα;" καὶ τὸ ἀδυνάτους αὐτοὺς εἶναι ἐπαμῦναι· οἶδα γὰρ ὅτι θεοῦ μόνου ἐστὶν τὸ σῶσαι τοῦ καὶ τὴν συγχώρησιν δεδωκότος. ἐπιστημονικῶς γὰρ οἱ ἅγιοι καὶ τὰς αἰτήσεις ποιοῦνται. "διδάξετέ με, ἐγὼ δὲ κωφεύσω. εἴ τι πεπλάνημαι, φράσετέ μοι." καὶ τοῦτο μετὰ πλείστης ὅσης πραότητος ὁ ἅγιος παιδεύει αὐτούς, πῶς χρήσωνται λόγοις πρὸς τοὺς ἐν περιστάσει λέγων· διδάσκειν ὀφείλετε, οὐκ ἐλέγχειν ἀκαίρως, εἰ μὴ καὶ τοῦτο πρὸς παίδευσιν ποιεῖ κατὰ τὸ λεγόμενον ὑπὸ Παύλου· "ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον". ἔτι δὲ καὶ μετριότητος χαρακτὴρ ὑπάρχων ἀπαιτεῖ καὶ παρὰ τοιούτων λόγον διδασκαλί183 ας, μή που εὕρῃ τι χρήσιμον. εἰ δὲ οὕτω ποιεῖ ὁ ἅγιος, οὐ δεῖ τινα ὑπερηφανεύεσθαι καὶ ὀκνεῖν παρ' ὁτουοῦν παιδεύεσθαι. "ἀλλ' ὡς ἔοικεν, φαῦλα ἀληθινοῦ ῥήματα." ἔλεγχός ἐστιν οὗτος κατὰ τῶν ὑπερορώντων τὰς τῶν δικαίων ἢ ἄλλως ὀρθῶν ἀνθρώπων γνώμας, ὅπερ ὑπερήφανοι ποιεῖν εἰώθασιν, οὐ γνώμῃ καὶ βίῳ προαιρέσει ὀρθῇ προσέχοντες, ἀλλὰ τοῖς ἔξωθεν κατὰ τὸ εἰρημένον· "πλούσιος ἐλάλησεν καὶ πάντες ἐσίγησαν καὶ ᾔνεσαν τὸν λόγον αὐτοῦ, πτωχὸς ἐλάλησεν καὶ εἶπαν· «τίς οὗτος;»." καὶ δῆλα ταῦτα ἐκ τῆς ἐν̣αργείας. δῆλον δὲ ὅτι ἀληθινὸς ἦν ὁ μακάριος, ὃ καὶ θεὸς μαρτυρεῖ. τὸ δὲ "φαῦλα" ἀντὶ τοῦ εὐτελῆ, λε γομένου ποτὲ τοῦ φαύλου ἀντὶ κακοῦ. "οὐ γὰρ παρ' ὑμῶν ἰσχὺν αἰτοῦμαι." τοῦτο σύμφωνον τοῖς ἄνω, ἔνθα ἔλεγεν· "τί γάρ; μή τι ὑμᾶς ᾔτησα;" διὰ μέσου εἰρημένου τοῦ· "διδάξετέ με" ἕως τοῦ· "ἀλλ' ὡς ἔοικεν". καὶ α̣ὐτοῖς οὖν ἐκείνην τὴν διάνοιαν ἐφαρμοστέον. "οὐδὲ ὁ ἔλεγχος ὑμῶν ῥήμασί με παύσει." λόγος γὰρ χωρὶς ἔργων προφερόμενος ἀβέβαιός ἐστιν καὶ ἄπιστος, ἄλλως τε καὶ μὴ ἀληθῶς προϊὼν ἔτι τὸ ἀσθενὲς ἔχει. 184 φησὶν ὅτι· ὑμεῖς τοιούτωι ἐλέγχωι χρώμενοι οὐ παύετέ με οὔτε τοῦ τὰ ἀληθῆ προφέρειν οὔτε ἀποκάμνειν πρὸς ἀρετήν. "οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι." καὶ τοῦτο ἀνδρείας· πολλοὶ γὰρ πολλάκις τῶν ἐν περιστάσεσιν φορτικῶν ἀκούοντες λόγων ἀποκάμνουσιν, ὥστε καὶ δι' αὐτοὺς ἐξασθενεῖν. ἀλλ' ὁ ἅγιος οὔτε τὸν ἔλεγχον τὸν ἀπὸ τῶν φίλων οὔτε τοὺς λόγους πρὸς ὀλιγωρίαν ἐδέξατο, ὅλως μηδὲ τὴν ἀρχὴν καταδεχόμενος αὐτὰ ὡς δυνάμενα αὐτὸν σεῖσαι. "πλὴν ὅτι ἐπ' ὀρφανῷ ἐπιπίπτετε, ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν." διὰ τοῦτο οὐ δέχομαι ὡς ὀρθοὺς γινομένους τοὺς παρ' ὑμῶν ἐλέγχους, ὅτι καθάπερ ὀρφανῷ καὶ ἀβοηθήτῳ ἐπιπίπτετε μὴ ἐνορῶντες ἁπάντων βοηθῷ, ἀλλὰ καὶ ἐνάλλεσθε ἐπὶ φίλῳ τὰ τῆς φιλίας καθήκον τα μὴ ἐπιγιγνώσκοντες. ὠφέλιμον τὸ ῥητὸν πρὸς τὸ μὴ ἐπεμβαίνειν ταῖς ἑτέρων δυσπραγίαις. "νυνὶ δὲ εἰσβλέψας εἰς πρόσωπα ὑμῶν οὐ ψεύσομαι." διδακτικὸν τὸ ῥητὸν πρὸς τὸ μὴ περὶ ἀπόντων προφέρειν λόγους καταλαλιᾶς, ἀλλ' εἰς πρόσωπον λέγειν ἃ δεῖ. εἴρηται γάρ· "μὴ καταλάλει μηδὲ ἡδέως ἄκουε κα185 ταλαλοῦντος." εὐπαρρησίαστον δὲ καὶ τὸ λέγειν· "οὐ ψεύσομαι", καθὰ καὶ Παῦλος· "ὅτι οὐ ψεύδομαι". "καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον. καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε." ἐπιτρεπτικὰ ταῦτα καὶ ἀνεξίκακα παιδεύοντα σχολῇ καὶ προσοχῇ, ὃ δηλοῦται διὰ τοῦ "καθίσατε", καὶ ἐξετάσει φθέγγεσθαι. τοῦτο καὶ ἀλλαχόσε εἴρηται· "πρὶν ἐξετάσῃς μὴ μέμψῃ." μέγα δὲ καὶ τὸ ἐπίταγμα τό· "μὴ εἴη ἄδικον." μέγα γὰρ τὸ μὴ ἐν λόγῳ ἀδικεῖν καθὸ εἴρηται· "εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σ̣ῶμα." "πάλιν τῷ δικαίῳ συνέρχεσθε." τὸ πάλιν ὡς πρότερον αὐτῶν ὅτε οὐκ ἦν ἐν περιστάσει συνερχομένων παιδεύει, ὅτ̣ι δεῖ αὐτοὺς μὴ ἐκ τῆς τῶν θλιβηρῶν ποιεῖσθαι ἀνάγκης τὴν ἐπίκρισιν, ἀλλὰ πρὸς τὸ δίκαιον ἀποβλέποντας. εὐλαβῶς δὲ καὶ τὴν ὑπόσχεσιν ἀποπληροῖ λέγων· "εἰσβλέψας εἰς πρόσωπα ὑμῶν οὐ ψεύσομαι", παραινῶν αὐτοῖς σχολάσαι τῆι ζητήσει τοῦ δ̣ικαίου.