1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

52

209 μ̣ι̣······. ἐπειδὴ τοὺς ἐν κακώσει ὑπάρχοντας ὡς ὀφείλοντας ἐντυγχάνειν τῷ θεῷ περὶ ἁμαρτίας ὡς ἂν ταύτης αἰτίας οὔσης τῶν ἀνιαρῶν ἐνόμιζον οἱ φίλοι, εὔχεται, ὅπως γνωρίσῃ αὐτοῖς, διὰ τί αὐτὸν ἔθετο κατεντευκτὴν ἑαυτοῦ, ὅτι δι' ἀγῶνα καὶ οὐ διὰ ἁμαρτίαν· οὐ γὰρ πᾶς ὁ ἐντυγχάνων θεῷ δι' ἁμαρτίας τοῦτο πάσχει. εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον; δοκῶ φορτίον εἶναι ἐπὶ σοί· βαροῦσι γάρ με λέγοντες ὅτι· δι' ἁμαρτίας πάσχεις. καὶ διὰ τοῦτο τρόπον τινὰ φορτίον σοι ἐκεῖνοι δι' ἐμὲ ἐπιτιθέασιν ὡς κολάζοντος τὸν ἀνεύθυνον. ἐγὼ δὲ λέγω, ὅτι οὐ κολάζεις με, ἀλλὰ γυμνάζεις, κἂν ἐκεῖνοι ἀδιακρίτως νομίσωσιν πάνθ' ὁντινοῦν τὸν πεῖραν δεχόμενον ἀηδῶν δι' ἁμαρτίας πάσχειν. καὶ διὰ τί οὐκ ἐποιήσω τῆς ἀνομίας μου λήθην καὶ καθαρισμὸν τῆς ἁμαρτίας; ἐπιζητεῖν τὰ κατ' αὐτὸν διδάσκει τοὺς φίλους καὶ λογίζεσθαι, «ὅτι», εἰ καὶ ἥμαρτέν τι, ἀλλ' ὁ φιλ άγαθος θεὸς παρορᾷ τὰ πταίσματα ὡσπεροῦν καὶ τὰ τῶν φίλων, εἴ γε οὐκ ἔπασχον αὐτοί, ἵν' ἐκ τούτου νοήσωσιν, ὡς οὐ διὰ ἁμαρτίας, ἀλλὰ δι' ἀγωνίσματα πάσχει. πεῦσις δέ ἐστι καὶ ταῦτα εἰσάγουσα ἐκείνους 210 εἰς σύννοιαν καὶ οὐκ ὀλιγωρι´̣α τοῦ δικαίου, ὡς εἰρήκαμεν, ὅπως αὐτὸν διὰ τὴν ἑαυτοῦ ἀγαθότητα καθάρῃ μὴ παρατηρούμενος τὰ κατ' αὐτόν· καθαρισμὸς δὲ ὑπὲρ ἁμαρτίας γίνεται οὐχ ἑπομένης κολάσεως. νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι, ὀρθρίζων δὲ οὐκέτι εἰμί. τὴν τῶν οὐκ ὀρθῶς διαλαμβανόντων ἐξηγεῖται διάθεσιν ὅτι· εἰ ἁμαρτωλόν με καὶ διὰ ἁμαρτίαν πάσχοντα οὗτοι ἐκλάβωσιν, ὡς μηδενὸς ὄντος μετὰ ταῦτα οὕτω με βεβιωκέναι νομίζ̣ουσιν "ἐν τῇ ζωῇ ταύτῃ μόνῃ ἠλπικότα", καὶ κατ' αὐτούς, εἰ ἀπέλθοιμι εἰς γῆν, οὐκέτι ἔσομαι· καὶ διαδεχομένης ἡμέρας οὐκέτι ἔσομαι· οὐδ' ὅλως γάρ με κατ' αὐτοὺς διαδέξεται ἕτερος αἰών. ἀλλὰ ἁγίου φωνή ἐστιν, ἐφ' ᾗ καὶ ὁ μακάριος ἤλπιζεν, λέγοντος· "ἐξεγερθήσομαι ὀρθρίου", καὶ πάλιν· "«ἐκ» νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ θεός", καί· "ὁ θεός, ὁ θεός μου, πρὸς σὲ ὀρθρίζω"· ὅπερ καὶ τὸ καθ' ἡμέραν ἐπαγρυπνεῖν δηλοῖ καὶ τὴν ἀπὸ τοῦ αἰῶνος τούτου εἰς τὸν μέλλοντα αἰῶνα ἔγερσιν. εἴποι δ' ἄν τις πιθανῶς ὅτι· ἕως ἐν τοῖς σκυθρωποῖς εἰμι, ἐν νυκτὶ τυγχάνω, ὀρθρίσας δὲ καὶ ἐν ἡμέρᾳ γενόμενος οὐκέτι εἰμὶ ἐν περιστατικοῖς. ὡς καὶ 211 πρότερον δὲ ἐπεσημηνάμεθα, οὐκ ἐξ ὀλιγωρίας ταῦτα φθέγγεται· ἦ γὰρ ἂν οὐκ ἐμαρτυρεῖτο ὡς δίκαιος. ὑπολαβὼν δὲ βαλδὰδ ὁ Σαυ_6_χ_ί6της λέγει· μέχρι τίνος λαλήσεις ταῦτα; πνεῦμα πολυρῆμον τοῦ στόματός σου. μὴ ὁ κύριος ἀδικήσει κρίνων ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον; τῆς αὐτῆς τῷ φθάσαντι διαλήμψεως ὑπάρχων καὶ οὗτος-τῆς ὅτι δι' ἁμαρτίας τὰ κακωτικὰ πάντως ἐπιπέμπεται-καὶ κοινωνῶν τῷ προτέρῳ φίλῳ κατὰ τὸ μίαν αἰτίαν θέσθαι τῶν ἐπιπόνων ποιεῖται πρὸς τὸν Ἰὼβ τοὺς λόγους. ἔδει δὲ λογίζεσθαι, ὅτι ὅσα κακώσεώς εἰσιν, οὐ μόνοις φαύλοις, ἀλλὰ καὶ σπουδαίοις συμβαίνει· ἀδιάφορα γάρ. καὶ ἔτι πλέον ἔδει ἐννοεῖν, ὅτι θαυμαστότερος ὁ δίκαιός ἐστιν ὑπομένων θλίψεις καὶ πόνους. ἐπιτιμᾶ οὖν καὶ οὗτος τῷ μακαρίῳ λέγων· μέχρι τίνος-μονονουχὶ λέγων· ἕως πότε; -οὐκ ἐννοεῖς τὴν αἰτίαν τῶν πόνων; καὶ πολυλογίαν δὲ αὐτῷ ἐπικαλεῖ, ὃς ὤφειλεν πλέον αὐτὸν θαυμάζειν, ὅτι καθάπερ τῶν πόνων ἐπιλαθόμενος περὶ δογμάτων ἐποιεῖτο τούτους λόγους, ὧν οἱ φίλοι ἠγνόουν οὐδὲ εἰς ἔρευναν ἑαυτοὺς ἐπιβάλλοντες, καίτοι μη212 δὲν ἐξ ἀνιαρῶν συνεχόμενοι. εἶτα ἔτι βεβαιῶν ἑαυτοῦ τὴν διάλημψιν ὡς καὶ αὐτῷ λογισμὸν προσάγων λέγει· "μὴ ὁ κύριος ἀδικήσει κρίνων ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον;" ταραχὴ γὰρ ἦν τῆς δικαιοσύνης κατὰ τὴν αὐτῶν ὑπόλημψιν, εἰ δίκαιος ὢν ἔπασχεν. ἀλλὰ ταῦτα ἀγνοοῦσιν· πρὸς γὰρ ἀνάδειξιν καὶ σκοπὸν ἀνδρείας ἡ κατ' αὐτοῦ συνχώρησις γέγο νεν. εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ, ἀπέστειλεν ἐν χειρὶ ἀνομίας αὐτῶν. συνχεῖ καὶ οὗτος τὸν λόγον καὶ συν περιφέρεται τοῖς δόγμασιν λέγων ὅτι· εἰ καὶ μὴ αὐτὸς ἥμαρτες, ἀλλ' οἱ υἱοί σου, οὐ προσνοήσαντες ὅτι ἕτερος ὑπὲρ ἑτέρου οὐκ ἂν κολάζοιτο. ἀλλὰ