1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

56

περιβάλλωνται ἀπὸ τῶν ἔργων τῶν χειρῶν αὐτῶν" το»ῦ» σπουδαίου περιβαλλομένου ἀπὸ τῶν ἔργων τῶν χειρῶν ἑαυτοῦ, ὡς παρρησιαζόμενον καὶ εὐχαριστοῦντα λέγειν· "ἀγαλλιάσεται ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσεν γάρ με ἱμάτιον σωτηρίου·" ὅπερ ἱμάτιον προστάττει Παῦλος ἐνδύεσθαι λέγων· "ἐνδύσασθε σπλάγχνα οἰκτιρμοῦ" καὶ τὰ ἑξῆς. καὶ πάλιν· "ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν." τοῦτο τὸ ἱμάτιον οὐκ ἔστιν ἀράχνη· ἀφθαρσία γάρ ἐστιν καὶ διὰ τοῦτο μένον· τὸ σ δὲ τῶν φαύλων ἀνυπόστατόν ἐστιν· κακία γάρ. διὸ εἴρηται· "ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ καὶ οὐ μὴ 223 εὑρεθῇ δι' αὑτήν·" ἀράχνῃ γὰρ ἔοικεν ······ ··· διαλυομένη· διὸ καὶ σκηνήν, ἀλλ' οὐκ οἶκον ἔχει ὡς ὁ τοὺς Ἰησοῦ λόγους φυλάττ̣ων. ἐὰν ἐπερείσῃ τὴν οἰκίαν αὐτοῦ, οὐ μὴ στῇ. ο῾̣ ἀσεβὴς̣ γοῦν· ὃς δ' ἂν κομψείᾳ καὶ πιθανότητι μὴ ἀγαθῇ συνιστᾷ τὰ οἰκία ἀπάτης, οὗτος ὑπὸ τῆς ἀληθείας ἐλεγχόμενος οὐ μὴ στῃ῀̣, ὡς μηδὲ στάσιν δύνασθαι ἔχειν αὐτοῦ τὴν ἀπάτην. ἐπι̣λαμβανομένου δὲ αὐτοῦ οὐ μὴ ὑπομείνῃ. ῥᾷστα γὰρ ἡ τῶν φαύλων ἐπίνοια σκηνὴ ὀνομαζομένη καταπίπτουσα εὐάλωτός ἐστιν οὕτως, ὡς μηδὲ δοκεῖν γεγονέναι ποτέ. ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου, καὶ ἐκ σαπρίας αὐτοῦ ὁ ῥάδαμνος αὐτοῦ ἐξελεύσεται. ὑποτίθεται χαῦνόν τινα εἶναι τὸν βίον τοῦ ἀσεβοῦς ὡς ὑπὸ θέρμης βραχείας διαλυόμενον. οὐ ξενιστέον δέ, εἰ "ὑγρὸς ὑπὸ ἡλίου" λέγεται εἶναι· ἔστιν γάρ, ἃ διαλύεται ὑπὸ ἡλίου ὡς κηρός, ἐπεὶ καὶ ὑπὸ πυρός. οὕτως οὖν ἔσται ὁ ἀσεβής. εἴρηται γάρ· "ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός, οὕτως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ θεοῦ." διυγραινόμενος δὲ ὑπὸ "ἡλίου"-οὐ τοῦ "τῆς δικαιοσύνης", ἀλλ' ἐκείνου, περὶ οὗ λέγεται· "ἡμέρας ὁ ἥλιος οὐ συνκαύσει σε"- ῥάδαμνον ἐξάγει ἐκ κακίας καὶ σαπρίας βλαστῶντα "ὑπ' ἐκείνην" γινόμενος "τὴν φυτείαν, ἣν ὁ πατὴρ οὐκ ἐφύτευσεν, 224 ἥτις καὶ ἐκριζωθήσεται." ἐπὶ συναγωγὴν λίθων κοιμᾶται, ἐν δὲ μέσῳ χαλίκων ζήσεται. τοῦτο λέγει, ὅτι ὁ ἀσεβὴς ἀντίθεος εἶναι καὶ ἀντι´̣χριστος εἶναι βούλεται. ὁ μὲν γὰρ θεὸς ἐν ναῷ καὶ Χριστὸς οἰκεῖ κατὰ τὸ εἰρημένον· "οὐκ οἴδατε, ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν;" καὶ πάλιν λέγεται· "ἐάν τις ἀγαπᾷ με, ἐλευσόμεθα ἐγὼ καὶ ὁ πατὴρ καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα·" "Χριστοῦ γὰρ οἶκός ἐσμεν ἡμεῖς, ἐὰν τὴν παρρησίαν καὶ τὸ καύχημα μέχρι τέλους βεβαίαν κατάσχωμεν." οἶκος δέ ἐστιν λίθων σύνθεσις κατὰ τέχνην πρὸς ἑτέροις ἕνωσιν ἔχων· τοιοῦτον δὲ ἡ ἀρετὴ καὶ ἡ ἁγνότης καὶ αὐτὴ ἡ μετουσία τοῦ ἑνός. ἐσκορπισμένον δέ τί ἐστιν ἡ συναγωγὴ τῶν λίθων καὶ ἡ μίξις τῶν χαλίκων, παραπλησίον τῇ κακίᾳ τῇ μὴ ἐχούσῃ ἕνωσιν, ἀλλ' ἀταξίαν. ὁ ἀσεβὴς οὖν ἅπασαν τὴν διαγωγὴν ἐν οἴκῳ κακίας ἔχει διαλελυμένος κατὰ τοὺς ἔξω οἰκοδομῆς λίθους, οἳ οὐχ ἁρμόζουσιν "τῇ οἰκοδομῇ τοῦ πύργου" κατὰ τὸν Ποιμένα. ἐὰν καταπίῃ, ὁ τόπος ψεύσεται αὐτόν. εἰ καὶ τὰ τού_6_τ_ο_υ6 ῥήματα, ὅσα ἐντρεχῆ ὑπάρχει, ὑπάγωμεν διανοίαις, ὧν εἰσι πλησίον αἱ ὑπὸ σπουδαίων εἰρημέναι, οὐ δεῖ ξενίζεσθαι. εἶπεν γάρ· "ἐπερώτησον γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πατέρων", 225 ὡς καὶ αὐτὸς ἀπ' αὐτῶν μαθών· καὶ μὴ διόλου σώζει τοὺς λογισμοὺς διὰ τὸ μὴ οἴεσθαι, εἰ μὴ δι' ἁμαρτίας, μὴ περιπίπτειν ἀνιαροῖς τινα. τὸ "καταπίῃ" οὖν πολλάκις ἐπὶ νίκης ἐν τῇ γραφῇ λαμβάνεται ὡς τό· "κατεπόθη Ἰσδραήλ, ἐγένετο ἐν τοῖς ἔθνεσιν ὡς σκεῦος ἄχρηστον," τουτέστι νενίκηται. καὶ πάλιν· "ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ' ἡμᾶς, ἆρα ζῶντας ἂν κατέπιον ἡμᾶς;" καὶ πάλιν· "ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς." λέγεται οὖν καὶ περὶ τῶν σοφιστῶν καὶ τῶν πρεσβευόντων τὰς "σοφίας τοῦ αἰῶνος τούτου" καὶ τῶν "ἀρχόντων αὐτοῦ"· "κατεπόθησαν ἐχόμενα πέτρας οἱ κραταιοὶ αὐτῶν·" ποίας δὴ πέτρας ἢ τοῦ Χριστοῦ; "ἡ γὰρ πέτρα ἦν ὁ Χριστός." οὕτω καὶ "ἡ ῥάβδος Ἀαρὼν τὰς ῥάβδους τῶν ἐπαοιδῶν τῶν Αἰγυπτίων κατέπιεν", συμβολικῶς δεικνυμένου, ὅτι "τὰς ψευδωνύμους