1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

57

γνώσεις" ἡ τῆς ἀληθέιας ὁμολογία νικᾷ. ἐὰν οὖν "καταπίῃ" καὶ ἄρξῃ νικᾶν, "ὁ τόπος", ὃν ἐπέχει διὰ "τῆς συναγωγῆς τῶν λίθων", "ψεύσεται αὐτόν", ἀνυπόστατος ὢν κατὰ τὸ εἰρημένον· "καὶ ἡ ἀδικία ἐψεύσατο «ἑ»αυτὴν" διὰ τὸ μὴ ἔχειν ἀσφαλὲς πεῖσμα. ὑπὸ τοῦ τε αὐτῆς ἐξάρχοντος λέον τος καταποθέντων "τῶν δύο σκελῶν καὶ τοῦ λοβοῦ τοῦ ὠτίου" ὁ διὰ τὴν σωτηρίαν ἐλθὼν αὐτὰ ἐξέσπασεν 226 διορθωσάμενος τα`̣»ς» διαβατικὰς ἡμῶν δυνάμεις καὶ τὴν παρακοήν. λέγεται δὲ πολλάκις ὁ τόπος καὶ ἀντὶ βαθμοῦς καὶ τάξεως· "ἀφ' οὗ Ἰούδας παρέβη". οὕτω δὲ καὶ ἐπὶ ψεκτοῦ, ὃς καὶ ψεύδεται τὸν χρώμενον οὐδὲν αὐτῷ βέβαιον προξενῶν. οὐχ ἑόρακας τοιαῦτα, ὅτι καταστροφὴ ἀσεβοῦς τοιαύτη; καὶ αὐτὸν ἐπάγεται μάρτυρα τῶν προειρημένων ἁπάντων περὶ τοῦ ἀσεβοῦς, ἃ καὶ καταστροφὴν ἀσεβοῦς ὠνόμασεν, διότι οὐ μένει, ἐφ' οἷς κομπάζει, μεταπιπτόντων αὐτῷ τούτων. τοῦτο δηλοῦται ἐκ τοῦ· "μὴ φοβοῦ, ὅταν πλουτήσῃ ὁ ἄνθρωπος καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ, ὅτι οὐκ ἐν τῷ ἀποθνῄσκειν αὐτὸν λήμψεται τὰ πάντα, οὐδὲ συνκαταβήσεται αὐτῷ ἡ δόξα τοῦ οἴκου αὐτοῦ." καὶ ἢ μὲν ἔνδειαι ἢ εὐετηρίαι ἀντιμεταβάλλουσαι οὐδὲν μὲν ποιοῦσιν· τῶν γὰρ ἀδιαφόρων εἰσίν. ὁ δὲ ἄχρι τέλους ἐν κακίᾳ διαμένων μεγάλην ἑ´̣ξει τὴν καταστροφήν. ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει· οὐ γὰρ ὁ κύριος οὐ μὴ ἀποποιήσεται τὸν ἄκακον. ἐμφαίνει, ὅτι οὐκ, ἐὰν ὁ ἀσεβὴς καταστροφὴν ὑπομείνῃ, οὐχ οἱ πάντες ἀπώλοντο· ἔσται γὰρ σπουδαῖος ἀναθάλλων. οὐ γὰρ ἀποστραφήσεται ὁ θεὸς τὸν ἄκακον, τουτέστιν οὐκ ἐκλείψει παντελῶς δικαιοσύνη. ἄκακον ἐνταῦθα λέγει τὸν μὴ ἔχοντα κα227 κίαν, οὐ τὸν εὐήθη· ἀμφότερα γὰρ σημαίνει τὸ ὄνομα. ὅταν γὰρ λέγῃ περὶ τῶν αἱρετικῶν, ὅτι "διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων", ἀκάκους λέγει τοὺς εὐήθεις, τοὺς βραδεῖς τὴν νόησιν. καὶ πάλιν· "ἄκακοι καὶ εὐηθεῖς ἐκολλῶντό μοι", ὅπερ τοὺς δικαίους σημαίνει, τοῦ "ἄκακος πιστεύει παντὶ λόγῳ" δηλοῦντος τὸν ἀνεξέλεγκτον καὶ μὴ δυνάμενον φωρᾶσαι τὸ ἐν τοῖς λόγοις ψεῦδος παντὶ πιθανῷ πιστεύοντα. καὶ ὁ λέγων δέ· "ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου" τὴν ἀρετὴν σημαίνει. πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται. κατάλληλον τῷ κυρίῳ τῷ μὴ ἀποποιουμένῳ τὸν ἄκακον τὸ μηδὲν τῶν δώρων τοῦ ἀσεβοῦς προσδέ χεσθαι. "οὐκ ἀγαθαὶ γὰρ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας", καὶ "ὁ ἁμαρτωλὸς θύων μοι μόσχον ὡς ὁ ἀποκτέννων κύνα." παρατη_6_ρ_η_τ_έ_ο_ν6 δέ, ὅτι τὸ "πᾶν δὲ δῶρον" ἀντὶ τοῦ οὐδὲν δῶρον εἴρηται κατὰ γραφικὴν συνήθειαν, ὡς ὅταν λέγῃ ἐν τῷ προφήτῃ θεός· "ἐὰν μίαν ἁμαρτίαν ποιήσῃ ὁ δίκαιος, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ οὐ μὴ μνησθήσονται", ἀντὶ τοῦ οὐδεμία. ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος. δι' ὅλου τοῦ βιβλίου μνημονεύει τοῦ ἀληθινοῦ ἐπὶ τοῦ δικαίου. οὕτω γοῦν καὶ αὐτὸς ὁ Ἰὼβ ἐν ἀρχῇ μεμαρτύρηται, ὅτι "ἀληθινὸς" ἦν 228 "ἀπεχόμενος ἀπὸ πονηροῦ πράγματος". καὶ τῷ ὄντι ἀληθινός ἐστιν ἐκεῖνος ὁ μὴ ὑποκρινόμενος μηδ' ἐπιμορφαζόμενος τὴν ἀρετήν, ὁ μὴ ὑποκρινόμενος σωφροσύνην, ἀλλ' ὁ σώφρων, ὁ τὸ "δίκαιον δικαίως διώκων." τούτων οὖν "τῶν ἀληθινῶν ἐμπλήσει γέλωτος τὸ στόμα θεός". καὶ ἔστιν ἐκ τούτου ἐπιβαλεῖν, μήποτε κ̣αὶ οὗτος κατὰ τὸ "ἐπερώτησον γὰρ γενεὰν πρώτην" μαθὼν ἦν περὶ μέλλοντος αἰῶνος κατὰ τὸ εἰρημένον ἐν εὐαγγελίῳ· "μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσονται." διττὸς γὰρ ὁ γέλως, ὁ μὲν σὺν ἡδονῇ φαῦλος τυγχάνων, ὃν καὶ διαδέχεται κλαυθμός, ὁ δὲ δῶρον τοῦ πνεύματος χαρὰ ὑπάρχων, ὅστις ἐν τῷ μέλλοντι βίῳ τοῖς κλαύσασιν νῦν ἀποδοθήσεται. "μακάριοι" γὰρ "οἱ κλαίοντες νῦν, ὅτι γελάσονται", ἀπεντεῦθεν τούτου τὸν ἀραβῶνα ἔχοντες διὰ τὴν ἀρετήν· τούτου πεῖραν, ὡς ἔφην, ἀπεντεῦθεν λαβὼν ὁ ἅγιος ἔλεγεν· "ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοῦ, διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην." τούτου παράδειγμα Λάζαρος ἐνταῦθα