1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

59

θεός." ἐπάγει δὲ καὶ τὴν αἰτίαν τοῦ μὴ δύνασθαί τινα εἰπεῖν αὐτῶι· "τί ἐποίησας;" φάσκων· "αὐτὸς γὰρ ἀπέστραπται ὀργῇ·" κρίματι γὰρ ὀργῆς τὴν ἀποστροφὴν πεποίηται. εὐγνωμόνως γοῦν τις τοῦτο ἐπι»γι»γνώς»κ»ων εἶπεν· "ὀργὴν κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῶι." ὀργῇ οὖν ἀποστρέφεται τὸν ἄξιον· 244 ὁ δὲ δίκαιος οὐκ ἄξια ὀργῆς ἔχει, οὐκ ἄρα ἀπέστραπται τὸν δίκαιον. κἄν γε πάθῃ ὁ δίκαιος, οὐχ ὑπ' ὀργῇ ἐστιν, ἀλλ' ἀγ̣ῶνα ὑφίσταται. φέρε γάρ, εἰ τύπτοιτό τις ἀγωνιζόμενος, ἕτερος δὲ κεκλοφώς, μὴ ὁ αὐτὸς τρόπος ἐστὶν τῶν πληγῶν· οὕτω κἂν ἀνιαρὰ δικαίωι καὶ φαύλῳ συμβαίνῃ, οὐ κατὰ ταὐτὸ συνέβη, ἀλλ' ὁ μέν ἐστιν ὑπ' ὀργῇ, ὁ φαῦλος, λέγω, ὁ δὲ οὐχί, ἀλλὰ μᾶλλον ἀπέστρεψε ἀπὸ τοῦ δικαίου τὴν ὀργήν, νικητὴν αὐτὸν ἀποδεῖξαι βουλόμενος, ὡς τοὺς μάρτυρας καὶ αὐτὸν τὸν Ἰώβ. τὴν γὰρ ὀργὴν τὴν ἐπὶ φαύλοις πεμπομένην ἀπὸ αὐτοῦ ἀπέστρεψεν ὁ τὴν ἀρετὴν αὐτοῦ φανερῶν. ὑπ' αὐτοῦ δὲ ἐκάμφθησαν κήτη τὰ ὑπ' οὐρανόν. καὶ τῷ τῆς ἱστορίας λόγῳ τοῦτ' ἔστιν ἀληθές· εἰ μὴ γὰρ αὐτὸς αὐτὰ ὑπέταξεν, ἀνύποιστα ἦν ἀνθρώποις ταῦτα. δε καὶ ἐν τοῖς ἄλλοις δὲ θηρίοις ἰοβόλοις διαβὰς τῷ λογισμῷ τοῦτο εὑρήσεις. ἀλλὰ καὶ τὰ πονηρὰ πνεύματα τὰ κήτη ἀλληγορικῶς ὀνομαζόμενα αὐτὸς ἔκαμψεν· οὐδὲ γὰρ οἵα τε ἦν ἀνθρωπίνη φύσις πρὸς αὐτὰ μὴ καμφθέντα ὑπὸ θεοῦ. εἰκότως δὲ καὶ τὰ ὑπ' οὐρανὸν εἶπεν, ἵνα τὰ πάντα δηλώσῃ καὶ τὰ ἐν ἀέρι καὶ ἐν γῇ καὶ ἐν καταχθονίοις. ἅπαντα γὰρ ὑποτέτακται· "ἐπιστήμῃ γὰρ ἔστρωται τὸ κῆτος." καὶ εἰ μὴ γὰρ θεὸς συνεχώ 245 ρησεν, οὐδὲ τῷ Ἰὼβ π̣··ι¨̣· ὁ ἀρχέκακος διάβολος. οὐ γὰρ τῇ ἑαυτῶν ἰώδει προθέσει αἱ ἀντικείμεναι δυνάμ_6_ε6ι_6_σ6 χρώμεναι ἐπέρχονται. ἐξουσίαν γὰρ οὐκ ἔχουσιν κακοῦν καὶ ἐπίπονα προσάγειν, εἰ μὴ θεὸς συνχωρήσοι. τὴν δὲ κακίαν ὑποβάλλειν ἰδίᾳ ὁρμῇ σπεύδουσιν. οὕτω γὰρ καὶ κατ' ἰδίαν πρόθεσιν "εἰς τὴν καρδίαν Ἰούδα" τῶν π̣αθῶν̣ αὐτῷ παρεχόντων συνάγ̣ει κακὰ ἐκεῖ μένων. ἐὰν δέ μου ὑπακούσηται, ἦ διακρινεῖ τὰ ῥήματά μου; διδάξαι βούλεται, ὅτι οὐκ, εἴ τι προσευχόμεθα, τοῦτο πάντως «καὶ» συμφώνως πρὸς τὰ ῥήματα ἡμῶν εἰς διάκρισιν γίνεται τοῦ θεοῦ. "τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ, οὐκ οἴδαμεν." ὃ οὖν λέγει, τοιοῦτόν ἐστιν, ὅτι, εἰ καὶ ὑπακούσετ̣α̣ι̣, οὐ διακρινεῖ τὰ ἀνθρώπινα ῥη´̣ματα οὕτως ἐνκρῖναι, ἀλλ̣α`̣ τὸ ἑαυτοῦ κρίμα σοφοιῶς ἐπάξει καθ' η῾̣μῶν καὶ φιλάνθρωπος ὑπάρχων καὶ οὐδὲν ἀκρίτως ποιῶν. ἐάν τε γὰρ ὦ δίκαιος, οὐκ εἰσακούσεταί μου· τοῦ κρίματος αὐτοῦ δεηθήσομαι. βεβαιοῖ τὰ προειρημέ να παιδεύων, ὅτι κἂν τέλειός τις ᾖν ἐν ἀνθρώποις, ἀλλ' ὁ ὀφθαλμὸς τοῦ θεοῦ "τὰ τῆς καρδίας ἐραυνῶν" καταλαμβάνει καὶ τὰ ἄδηλα. τοιοῦτον ὁ ἀπόστολός φησιν· "οὐδὲν 246 ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι· ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν·" διόπερ τοῦ κρίματος αὐτοῦ δέεται ὁ ἅγιος κατὰ τό· "πύρωσον τοὺς νεφροὺς καὶ τὴν καρδίαν μου", ὅπερ οὐδεὶς ἁμαρτάνων λέγει. ἔτι πρὸς τούτοις παιδεύει αὐτοὺς πάλιν τὸ μὴ κατὰ μίαν αἰτίαν ἐκλαμβάνειν τὰ ἐπίπονα, ὑποβάλλων οτι ἔννοιαν, ὅτι, ἐάν τις δίκαιος ᾖ καὶ καθ' ὑπόθεσιν εὔχηται τὰ ἡδέα, οὐ πάντως εἰςακούσεται· χρῄζει γὰρ καὶ οὗτος του῀̣ θεοῦ κρίματος. εἰσί τινες, οἳ ἄνευ ὑποστιγμῆς τὸν στίχον ἀνέγνω̣σαν, ἵν' ᾖ· δικαίου μου οὐκ εἰσακούσεται μου. ἐπίστησον δ', ὅτι ἔχει λόγον ἡ ἀπόδοσις, ὅτι ἐπε̣ὶ ὁ προειπὼν φίλος ἔλεγεν· "σὺ δὲ ὄρθριζε πρὸς κύριον δεόμενος· εἰ ἀγαθὸς εἶ καὶ ἀληθινός, δεήσεως ἐπακούσεται", διδάσκων αὐτόν, ὅτι οὐ πάντως τὰ ἡμῖν αἱ ρετὰ ὁ θεὸς δίδωσιν, ἀλλὰ τὰ συμφέροντα, ὑποθετικῶς φησιν, ὅτι "ἐὰν γὰρ ὦ δίκαιος, οὐκ εἰσακούσεταί μου·" οὕτω γὰρ νικᾷ τὸ κρίμα. ὑποθετικῶς δὲ εἶπον διὰ τὸ καὶ τὸν ἅγιον εἰδότα τὸ κρίμα πειθάρχειν αὐτῷ καὶ μὴ ἀκαίρως ἀπαιτεῖν αὐτοῦ λύσιν. ἐάν τε καλέσω καὶ ὑπακούσῃ, οὐ πιστεύ247 ω, ὅτι εἰσακήκοέν μου, μὴ γνόφῳ με ἐκτρίψῃ. ἐπεὶ εὐχερὲς καὶ εὔκολον ὑπὸ του῀̣ Βαλδὰδ πρὸς τὸν μακάριον Ἰὼβ εἴρητα̣ι̣, ὡς καὶ προείπομεν, τὸ "σὺ δὲ ὄρθριζε" καὶ τὰ ἑξῆς, πρὸς αὐτὴν αὐτοῦ τὴν οὐ μετὰ