1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

61

ἁ μαρτίας, ἀλλὰ δίκαιός εἰμι. ἔστιν γὰρ εὑρεῖν τὸ εἶδος τοῦτο ἐν τῇ γραφῇ, καθὰ καὶ Κορινθίοις γράφει Παῦλος· "εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται." οὐ γὰρ ἐξ ἰδίου προσώπου τοῦτο λέγει, ἀλλὰ πρὸς τὴν ἐκείνων ὑπόνοιαν. ἐάν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι. τῆς αὐτῆς διανοίας ἐστὶν καὶ τοῦτο δηλοῦντος αὐτοῦ, ὅτι εἰ 251 οὐδὲν ἐμαυτῷ συνειδὼς περιστάσεσιν ὑποβέβλημαι, τοῦτό φατε δι' ἁμαρτίας γίνεσθαι· "ἄμεμπτος" ὢν "σκολιὸς ἀποβήσομαι" «κ»αθ' ὑμᾶς· ἄμεμπτος δὲ καὶ δίκαιος τῇ ἐπινοίᾳ διαφέρει. ἔστιν δὲ τὸ ἄμεμπτον διττόν, τὸ μὲν τῷ μηδὲν ἐνεργεῖν, τὸ δὲ τῷ δικαιοπραγεῖν· ὅπερ ἐπαινετόν ἐστιν, ω῾̣ς καὶ τῷ Ἀβραὰμ εἰρῆσθαι· "εὐαρέστει ἐναντίον μου καὶ γίνου ἄμεμπτος," τὸ δὲ τῶν Ἑβραίων ἄμεμπτον οὐκ ἐξ ἀρετῆς ἐστιν. τοῦτο δὲ αὐτῷ καὶ ἐξ ἀρχῆς τὸ συνγραφικὸν ἐμαρτύρησεν πνεῦμα. εἴ τε γὰρ ἠσέβησα, οὐκ οἶδα τῇ ψυχῇ, πλὴν ἀφαιρε»ῖ»ταί μου ἡ ζωή. ἤτοι τῇ ψυχῇ ἀσεβήσας οὐκ οἶδα ἢ ἀσεβήσαν τα ἐμαυτὸν οὐκ ἐπίσταμαι, οὐδὲ σύνοιδεν ἡ ψυχή μου τοῦτο· καὶ ὁ Παῦλος δὲ ὅμοιον τούτῳ φησίν· "οὐδὲν ἐμαυτῷ σύνοιδα." πλὴν εἰ καὶ οὐκ οἶδα, φησίν, ἀσεβήσας, ἀλλ' ἀφαιρεῖταί μου ἡ ζωή· ὅ ἐστιν· ἐν κακοπαθείαις ἄχρι θανάτου τυγχάνει. τοῦτο δὲ εἶπεν ἐφιστάνων αὐτούς, ὅτι ἔστιν καὶ μὴ ἁμαρτήσαντα περιπεσεῖν ἐπιπόνοις. μεγάλη δὲ μαρτυρία ἐστὶν τὸ μηδὲν ἑαυτῶι συνειδέναι. διὸ εἶπον· μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή, ὅτι φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ. 252 παιδεῦσαι βούλεται, ὅτι τὰ ἐπίπονα, ἅπερ ὀργὴν λέγει, ἢ καὶ τὸν θάνατον κοιν̣ὰ εἰ῀̣ναι καὶ βασιλεῦσιν καὶ ἰδιώταις. ἔοικεν δὲ καὶ διεγείρειν αὐτο»ὺς» πρὸς τὸ μὴ νομίζειν, ὅτι δι' ἃ περίκεινται ἀξιώματα τῶν ὁμοίων ἀπηλλάγησαν· ταῦτα γὰρ κοινὰ καὶ σπουδαίῳ καὶ φαύλῳ καὶ ἐλευθέρῳ καὶ δούλωι καὶ ἰδιώτῃ καὶ ἄρχοντι καὶ ἁπαξαπλῶς ἅπασιν. τὰ δὲ διὰ φαυλότητα ε᾿̣π̣ιπεμπόμενα ἴδια τῶν ἁμαρτ»αν»όν»τ»ων καθέστηκεν κεχωρισμέ να πάντῃ τῶν δικαίων· "τίμιος" γὰρ "ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ." περὶ δὲ τῶν φαύλων εἴρηται· "θάνατος ἁμαρτωλῶν πονηρός." καὶ τὸ μὲν τῆς διαλύσεως τῆς ψυχῆς ἀπὸ τοῦ σώματος ταὐτόν· διαδέχεται δὲ τὸν φαῦλον κόλασις, ὡς διὰ τοῦτο εἶναι αὐτοῦ τὸν θάνατον ἐξαίσιον, τὸν δὲ σπουδαῖον ἐπαγγελία καὶ ἀμοιβαὶ θεῖαι διαδέχονται· "ἀναλαμβάνων" γὰρ "πραεῖς ὁ κύριος." καὶ ἑκάστῳ τῶν δικαίων ὁμοία φωνή, καθ' ἣν λέγουσιν· "ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου." ποίου δὴ θανάτου ἢ τοῦ κατασπῶντος τὴν ψυχὴν ἀπὸ τῆς μακαρίας ζωῆς; οὗτος γὰρ ἐκ τῶν πυλῶν τοῦ θανάτου ὑψωθεὶς εἰς τὰς πύλας ἔρχεται τῆς μακαρίας ζωῆς ἑξῆς ἐπιφέρων· "ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις 253 σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σίων." αὕται δέ εἰσιν ἐνάιρετοι πράξεις καὶ εἴσοδοι εἰς τὰ ἀγαθὰ ἔργα. ἀλλὰ δίκαιοι καταγελῶνται, παραδέδονται δὲ εἰς χεῖρας ἀσεβοῦς. οἱ μὲν φαῦλοι, φησίν, τῷ ὄντι ἐν τῷ θανάτῳ, ὡς εἴρηται, τῷ ἐξαισί ω τυγχάνουσιν, οἱ δὲ δίκαιοι καταγελῶνται τῶν φαύλων τοῦτο ποιούντων, ὅταν αὐτοὺς θεάσωνται ὄντας ἐν περιστάσεσιν. οὐκ ἔστιν τοῦτο ψόγος τῶν δικαίων, ἀλλὰ τῶν διαχλευαζόντων ἀγνοούντων, ὅτι παραδέδονται εἰς χεῖρας ἀσεβοῦς· ὅπερ φησὶ φανεροποιῶν πως λοιπὸν τὴν αἰτίαν τῆς κακοπραγίας ἑαυτοῦ. οὐ γὰρ ἦν πρέπον αὐτόθεν εἰπεῖν, ὅτι ἀγῶνος ἕνεκα εἰς χεῖρας ἀσεβοῦς παραδέδομαι καὶ πειρασμὸς τοιοῦτόν ἐστιν· ἐνίοτε γὰρ ὡς περιαυτιζόμενος ἐδίδου χώραν τῷ ἀντικειμένῳ λαβῆς. πρόσωπα κριτῶν αὐτοῦ συνκαλύψει. τὴν χαλεπότητα τοῦ ἀσεβοῦς ἐμφαίνει καλύπτοντος αὐτοῦ τὰ πρόσωπα πρὸς τὸ δολίως ἀπάτην προσάγειν. εἴρηται οὖν· "τίς ἀποκαλύψει ἔνδυμα προσώπου αὐτοῦ, εἰς δὲ πτύξιν θώρακος αὐτοῦ, τίς ἂν εἰσέλθοι;" ἐσθότε γὰρ διὰ τῶν αὐτῶν ἐξαλλάττων «τὰ» πρόσωπα ἀπάτῃ πολλάκις πρόσεισί τινι ἀλείφων αὐτὸν εἰς φιλαργυ254 ρίαν διὰ τοῦ τὰς χρείας προβάλλεσθαι. ἀπὸ τῆς αὐτ̣ῆς κακίας καὶ ὑποκριταὶ συνίστανται "ἔσωθεν" ὄντες "λύκοι ἅρπαγες", ἔξωθεν δὲ πρόβατα φαινόμενοι, φοβεροὶ μὲν κα»ὶ» ὅ