1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

64

ἥμαρτον" συνετῶς νοήσεις, ἐὰν τὰ κατ' ἄγνοιαν, τὰ κατὰ τὴν παιδικὴν ἡλικίαν ἐκλάβοις. καὶ ἔστω ἐπὶ παραδείγματος· ὁ ἑκατὸν βαθμῶν ὄντων εἰς τὸν ἑκατοστὸν ὑπάρχων, εἰ ὑποβαίη τρεῖς, λέγοιτ' ἂν ἐνδεῖν, τοῦ ἀρχομένου ἀπὸ τοῦ πρώτου καὶ ἐλθόντος εἰς τὸν τρίτον μὴ ψεγομένου. ὁ ὑποβὰς οὖν τοὺς ἑκατόν, εἰ καὶ μὴ ἀπέστη τῶν βαθμῶν, ἀλλὰ γοῦν ἔν τινί ἐστιν ῥύπῳ. πλὴν ὁ Ἰώβ φησιν, ὅτι εἰ καὶ καθαρός εἰμι, ἔχω ῥύπον, καὶ οὐ μικρόν γε ῥύπον, ἀλλὰ βαφῇ ἐοικότα. μήποτ' οὖν, ἐπεὶ οὐ μόνον δι' ἁμαρτίας ἔστιν ἐλθεῖν ἐν τῷδε τῷ βίῳ, ἀλλὰ καὶ δι' ὠφέλειαν ἄλλων, ὡς Ἰωάννην φέρε ἢ Ἰερειμίαν, διὰ τοῦτό φησιν, ὅτι εἰ κα»ὶ» καθαρός εἰμι διὰ πράξεων, ὅμως ἔχω ῥύπον. ῥύπος γὰρ ὡς πρὸς τὴν καθαρὰν ζωήν, οὐ καθ' αὑτό, ὁ τόπος ὁ ἐπίγειος· καθὸ καὶ εἴρηται· "ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν ἐναντίον σοῦ, κύριε." ὅνπερ ἐκπλύνει κύριος κατὰ τὸ ἐν Ἠσαίᾳ λεγόμενον· "ἐκπλυνεῖ κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σίων καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν." ῥύπος μὲν οὖν 262 εἴη ἂν τὰ ἀκούσια, αἷμα δὲ «τὰ» κατὰ πρόθεσιν ἐνεργούμενα. τίνι δὲ ἐκπλύνεται ἢ "πνεύματι κρίσεως καὶ πνεύματι καύσεως", τοῦ μὲν πνεύματος τῆς κρίσεως τὴν διάκρισιν δηλοῦντος, τοῦ δὲ πνεύματος τῆς καύσεως τὴν κόλασιν; ἀμφότερα δὲ διόρθωσιν ἐργάζεται. διὰ δὲ τοῦτο καὶ "ἐβδελύξατό", φησίν, "με ἡ στολή μου", αἰνιττόμενος τὸ βάρος τῆς ἐνταῦθα διατριβῆς· ὅπερ δηλοῦται καὶ διὰ τοῦ "μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα," ὅστις ἐστὶν ἡ των ἀπὸ τῶν ἀνθρωπίνων σύνχυσις. λέγει οὖν, ὅτι ἐμίσησέν με ἣν εἶχον διαγωγὴν ἀνθρωπίνην. ὅτι δὲ ἡ στολὴ τὴν κατάστασιν σημαίνει, δῆλον ἐκ τοῦ εἰρημένου πρὸς τὸν ἄσωτον ὑπὸ τοῦ πατρός· "ἐξενέγκατε αὐτ̣ῷ τὴν πρώτην στολήν." ὅτι δὲ τὸ αἷμα τὴν ἁμαρτίαν δηλοῖ, φανερὸν ἐκ τοῦ πρὸς τὸν διάβολον εἰρημένου· "ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρόν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός." διὰ τοῦ ἐν αἵματι πεφύρθαι τὸ μέγεθος τῆς κακίας ἐμφαίνεται. οὐ χρὴ δὲ ξενίζεσθαι, εἰ πρὸς μὲν τοὺς φίλους ἕτερα, πρὸς δὲ τὸν θεὸν ἕτερα λέγει ὁ μακάριος. τότε γὰρ ἐναντίωμα ἐτύγχανεν, εἰ πρὸς τὸν αὐτὸν λέγων καὶ δίκαιον ἑαυτὸν καὶ ἁμαρτωλὸν ἔφασκεν. μετριότητι οὖν πρὸς θεὸν καὶ ὡς πρὸς τὴν ε αὐτοῦ καθαρότητα λέγει βεβάφθαι 263 ἐν ῥύπῳ, πρὸς δὲ ἀνθρώπους ἑτέρως διαλέγεται φάσκων· "ο_6_ἶ6δα ὅτι δίκαιος ἀναφανοῦμαι." ὅτι οἱ ἅγιοι χρῶνται τοιούτῳ εἴδει λόγων, ἔστιν καὶ ἀπὸ τῶν Παύλου γραμμάτων μαθεῖν λέγοντος· σεπτεμ λινεαε ῃαξαντ πολλὰ οὖν ὑπομένοντες οἱ ἅγιοι κατὰ ψυχὴν ὑπὸ τῆς ἀντικειμένης δυνάμεως πάσχουσιν μὲν ὡς ἀνθρωπίνης φύσεως τυγχάνοντες, οὐ μὴν ἐκπίπτουσι τοῦ σκοποῦ τοῦ θείου. καὶ ὁ ∆αυὶδ γοῦν ἐν τοιούτῳ γενάμενος πολέμῳ ψάλλει· "ἐταράχθην καὶ οὐκ ἐλάλησα·" καὶ πάλιν· "ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με;" καὶ καθάπερ κλονουμένῃ τῇ ἰδίᾳ διανοίᾳ προσάγει παράκλησιν λέγων· "ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ." οὕτω καὶ ὁ μακάριος Ἰὼβ εὐγνωμοσύνῃ λέγει τὰ προσεκτεθέντα τῷ θεῷ φανερῶν ἑαυτοῦ τῆς διανοίας τὸ ἄδολον. οὐ γὰρ εἶ ἄνθρωπος κατ' ἐμέ, ᾧ ἀντι κρινοῦμαι. ἀκόλουθος ὁ λόγος οὕτως ἐξομαλιζόμενος· ἐγὼ μὲν ἐπίσταμαι τὰ κατ' ἐμαυτόν. 264 ἐπειδὴ δὲ οἱ φίλοι οὐ λογισμῷ ὀρθῷ κινούμενοι, ἐκ δὲ τῶν περιεστηκότων θλιβηρῶν οἴονται δι' ἁμαρτίας με πεπονθέναι, ἀρκοῦμαι τῇ σῇ δοκιμασίᾳ. εἶτα δι' αὐτούς, τρόπον τινὰ παιδεύων πάλιν αὐτούς, ὅτι τὰ κατ' αὐτὸν οὐκ ἔστιν ἀνθρώπινα, φησίν· "οὐκ εἶ ἄνθρωπος κατ' ἐμέ, ᾧ ἀντικρινοῦμαι", ὡς πάντα αὐτοῦ ἐπισταμένου καὶ διὰ τοῦτο φέροντος, ὅτι θεοῦ κρίματι ἕπεται, ὅπως καὶ οἱ φίλοι μιμήσωνται αὐτὸν λογιζόμενοι, ὅτι ἀπόρρητός ἐστιν ὁ λόγος ὁ κατ' αὐτόν, καὶ οὕτως ἀποστῶσιν τῆς μιᾶς διαλήμψεως. ἵνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν. ὡς προείρηται, παιδεύει τοὺς φίλους αἰσθηθῆναι, ὅτι εὐπαρησίαστον ἔχει τὸ συνειδὸς καὶ ἕτοιμον εἰς κρίσιν· ὁ γὰρ