1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

65

συνειδὼς ἑαυτῷ εἰς κρίσιν ἐλθεῖν οὐ βούλεται. λέγει δὲ ταῦτα οὐ πρὸς θεὸν ἀπαυθαδιζόμενος, ὁ μαρτυρούμενος π»α»ρ' αὐτοῦ ἐπὶ δικαιοσύνῃ, ἀλλ' ἵνα διδάξῃ, ὡς εἴρηται, τοὺς φίλους, ὅτι οὐ δέδοικεν ἔλεγχον. οὐ γὰρ εἶχέν τι ἄξιον ἐλέγχου. ταύτης τῆς παρρησίας μέτοχος ὑπάρχων ὁ ∆αυὶδ ἔψαλλεν· "ἑτοίμη ἡ καρδία μου, ὁ θεός, ἑτοίμη ἡ καρδία μου." εἴθε ἦν ὁ μεσίτης ἡμῶν καὶ διελέγχων καὶ διακρίνων ἀνὰ 265 μέσον ἀμφοτέρων. ἀπὸ κοινοῦ πάλιν καὶ ταῦτα λέγεται τῷ τρόπῳ, «ᾧ» καὶ τὰ πρῶτα εἴρηται, τῆς ἐλευθερίας τῆς ψυχῆς αὐτοῦ δεῖγμα σαφέστατον ὑπάρχοντα. εὔχεται οὖν ἐξεταστήν τινα ὑπάρξαι τὸν παραδεικνύντα τοῖς φίλοις, ὅτι οὐ δι' ἁμαρτίας ταῦτα πάσχει, ἀλλὰ ἀγῶνος χάριν. ταῦτα δὲ ἐβούλετο ὁ ἅγιος οὐκ ἀλαζονευόμενος, ἀλλὰ πρῶτον μέν, ἵνα ὀρθὰς περὶ τῶν πραγμάτων οἱ φίλοι τὰς διαλήμψεις ἔχωσιν, ἔπειτα, ἵνα μὴ εἰς θεὸν ἁμαρτάνουσιν ἀποδυσπετοῦντες πολλάκις τοιούτων γινομένων ἢ ἐν ἑαυτοῖς ἢ ἐν ἑτέροις, μὴ εὑρίσκοντες ἢ μὴ συνειδότες ἑαυτοῖς ἁμάρτημα. ἐπεὶ δὲ ἅπαξ ἡ τοῦ μεσίτου ὀνομασία πρόκειται, ἄξιον ἐπιστῆσηαι, πῶς εἴρηται ὁ ςωτὴρ "μεσίτης θεοῦ καὶ ἀνθρώπων". ὁ ἄνθρωπος τοίνυν- καὶ τί λέγω ὁ ἄνθρωπος-τὸ κτίσμα τοῦ κτιστοῦ πολὺ ἀφέστηκεν. εὑρίσκεις δὲ ἐν τῇ φύσει τῶν πραγμάτων, ὅταν πολὺ διεστηκότα εἰς ταὐτὸ συνάγηται, μέσον τι ἔχοντα. καὶ ὡς ἐπὶ παραδείγματος προχείρου τὸ λέπος τοῦ ᾠοῦ σκληρόν ἐστιν, τὸ δὲ τρόφιμον ὑδατῶδες, ὁ ὑμὴν μεταξὺ κεῖται, ἰσχνότερος ὢν τοῦ λέπους, ξηρότερος δὲ 266 τοῦ ὑγροῦ, καὶ οὕτω συνάπτονται· τοῦτο δὲ καὶ ἐν καρύοις καὶ ῥοαῖς κατίδοις. ἐπεὶ τοίνυν πολὺ διέστηκεν θεὸς ἀνθρώπου, ὁ ὁμοούσιος τῷ θεῷ υἱὸς ἐν αὐτῷ ἔσχεν τὸ ἀνθρώπινον, ἵνα καὶ τῇ πρὸς ἀνθρώπους οἰκειότητι καὶ τῇ πρὸς θεὸν ὁμοουσιότητι συνάψῃ τὰ ἀμφότερα "καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσῃ, τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ", ἀρχιερέως τάξιν ἀναδεχόμενος. μέσος δέ ἐστιν τοῦ θεοῦ καὶ τῶν ἱερωμένων «ὁ» ἀρχιερεύς, τὰ μὲν τοῦ θεοῦ φέρων ἀνθρώποις, τὰ δὲ τῶν ἀνθρώπων πρὸς θεόν· τὰς εὐχὰς καὶ τὰς ἱκεσίας προσφέρει τῶι θεῷ οἷα θυσίας, καὶ τὴν γνῶσιν αὐτοῦ παρέχει τοῖς ἀνθρώποις. εὐχὴν γοῦν ἀναπέμπει λέγων· "ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, ἵνα καὶ οὗτοι ἐν ἡμῖν ἓν ὦσιν." τότε δὲ τοῦτο ἔσται, ὅταν ὁ θεὸς "πάντα ἐν πᾶσιν" γένηται, ἵνα ἀμεσιτεύτως συνάπτονται λοιπὸν τῷ θεῷ ἓν πνεῦμα πρὸς αὐτὸν γινόμενοι. ὅτι δὲ καὶ τοῦτον τὸν μεσίτην προεώρα τῷ θείῳ ὀφθαλμῷ ὁ μακάριος Ἰώβ, δῆλον ἐκ τοῦ "ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι" καὶ ἐκ τοῦ ως "ὁ περιπατῶν ὡς ἐπ' ἐδάφους ἐπὶ θαλάσσης". θεοῦ γὰρ φανεροῦντος αὐτῷ οὐκ ἔστιν ἀμφιβαλεῖν, ὅτι περὶ πά267 σης τῆς οἰκονομίας πεπληροφόρητο. ἀπαλλαξάτω ἀπ' ἐμοῦ τὴν ῥάβδον, ὁ δὲ φόβος αὐτοῦ μή με στροβείτω. ἡ ἐπίπονος ἀγωγὴ τῷ ὀνόματι τῆς ῥάβδου σημαίνεται, καὶ μάλιστα ἐπὶ ἐπιτιμίας ὅταν λέγηται. εἴρηται γοῦν περὶ τῶν τοῦ ∆αυὶδ υἱῶν· "ἐὰν ἐνκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου καὶ ἐν τοῖς κρίμασίν μου μὴ πορεύωνται, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἁμαρτίας αὐτῶν καὶ ἐν μάστιξιν τὰς ἀνομίας αὐτῶν." αὕτη δὲ ἡ ἐπιτιμία καὶ πᾶσα ἡ ἐκ θεοῦ οὐ βλάπτει τὸν ἐπιτιμώμενον, ἀλλὰ παιδεύει. καὶ ὅτι τοῦτο οὕτως ἔχει, Παῦλος Κορινθίοις γράφει· "τί θέλετε, ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς ἢ ἐν ἀγάπῃ;" ὅ ἐστιν· εν ἀγαπητοῖς προσέλθω ἢ ὡς χρῄζουσιν διορθώσεως; τρόπον γάρ τινα ὁ διορθούμενός τιν»α» διὰ ἐπιπόνων δοκεῖ διὰ ταῦτα μὴ ἀγαπᾶν αὐτόν. εἴρηται δὲ καὶ λόγος συνετὸς ῥάβδος· "ὃς προφέρει γὰρ ἐκ χειλέων σοφίαν, ῥάβδῳ τύπ»τ»ειν ἄνδρα ἀκάρδιον," τὸν ἔλεγχον καὶ τὸν ἐπιτιμητικὸν λόγον ῥάβδον καλοῦντος τοῦ λόγου. ὅτι δὲ χρήσιμον τοῦτο, ὁ θεῖος παριστᾷ λόγος φάσκων· "ὃς φείδεται τῆς βακτηρίας 268 αὐτοῦ, μισεῖ τὸν ἑαυτοῦ υἱόν", καίτοι κατὰ τοὺς ἀνθρώπους νομισθήσε ται ἀγαπᾶν μὴ τύπτων τὸν υἱόν. ταῦτα οὖν ἀπαλλαγῆναι ἀφ' ἑαυτοῦ βούλεται, οὐκ ἐξ ὀλιγωρίας, ἀλλ' ἵνα παιδευθῶσιν οἱ ἄλλην αἰτίαν τιθέμενοι τῶν πόνων, ὅτι οὐ δι' ἁμαρτίας ταῦτα