1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

66

ὑπομένει. καὶ οὐ μὴ φοβηθῶ, ἀλλὰ λαλήσω. οὐ γὰρ οὕτως συνεπίσταμαι κάμνων τῇ ψυχῇ. στένων ἐπαφήσω ἐπ' αὐτὸν τὰ ῥήματά μου. λαλήσω πικρίας ψυχῇ συνεχόμενος. παιδεῦσαι αὐτοὺς βούλεται, μὴ ἔχειν τὸ φορτικὸν μηδὲ ἐπιτίθεσθαι κάμνουσιν συννοῆσαί τε, ὅτι καὶ ἐν θλίψεσιν ὑπάρχων ἐρρωμένῳ τῷ λογισμῷ ἀποκρίνεται. φησὶν οὖν, ὅτι εἰ «ὁ» μεσίτης ὑπῆρχεν ἀπαλλαγείς τε ἐτύγχανον. τῶν ἐπιπόνων, ἃ ὑμεῖς οἴεσθε δι' ἁμαρτίας ἐπῆχθαί μοι, εἰ καθ' ὑμᾶς δουλωθεὶς ἐτύγχανον αὐτοῖς, ἀφόβως ἂν ἐλάλησα, ἀπαλλαγεὶς αὐτῶν· μετριάζων τε λέγει· οὐχ οὕτως νοῆσαι δύναμαι κάμνων ἐκ τῶν πόνων· εἰ δὲ καὶ, ὡς ὑμεῖς λέγετε, ὅτι δι' ἁμαρτίας ταῦτα ἦν, στένων ἂν ἐλάλησα καὶ ὑπὸ πικρίας συνεχόμενος ἐφθεγγόμην αποδιξαι 269 τὴν καθαρότητα τῆς συνειδήσεως ἐπιδεικνύμενος. καὶ ἐρῶ πρὸς κύριον· μή με ἀσεβεῖν δίδασκε, καὶ διὰ τί με οὕτως ἔκρινας; ἔλεξα δ' ἂν τῷ κυρίῳ, εἰ μόνη αἰτία καθ' ὑμᾶς ἡ δι' ἁμαρτίας τῶν κολάσεων ὑπῆρχεν· "μή με ἀσεβεῖν δίδασκε." εἰ γὰρ καὶ ὁ μηδὲν ἁμαρτὼν δι' ἁμαρτίας κολάζεται, τὸ ἁμαρτάνειν αἱρετώτερον ἂν εἴη. ἄλλως τε καὶ διδάσκεται ἁμαρτάνειν ὁ μὴ τοιοῦτος, εἰ μία μόνη αἰτία ἐστὶν τοῦ πάσχειν. ἔλεξα δ' ἂν καὶ τὸ "διὰ τί με οὕτως ἔκρινας," "ὁ τὰς καρδίας ἐπιστάμενος", εἰ μὴ συνῄδειν, ὅτι διὰ τὸν ἐξαιτησάμενον ταῦτα ὑπομένω. ταῦτα δὲ λέγει δυνάμει ὑποβάλλων αὐτοῖς πόθον ἐρωτήσεως, ἵνα ἐξ αὑτῶν προτροπῆς δοκοίη εἶναι ἡ περὶ τῆς καθαρότητος αὐτοῦ ἀπόκρισις καὶ μὴ αὐτοῦ ὑπαρξαμένου, ὅπερ ἐδόκει εἶναι ἀλαζονικόν. ἦ καλόν σοι, ἐὰν ἀδικήσω, ὅτι ἀ πείπω ἔργα χειρῶν σοῦ; καὶ τοῦτο δ' ἂν εἶπον, εἰ, ὡς ὑμεῖς διάκεισθε, δι' ἁμαρτίας εἶναι τὰς ἐπαγωγὰς ὑπῆρχεν· καλόν σοι, ἐὰν ἀδικήσω, ὅτι μηδὲν ἁμαρτόντα ἀπείπω, ἔργον χειρῶν σου τυγχάνοντα; εἰ γὰρ ὡσαύτως τιμωρεῖται τῷ φαύλῳ 270 ὁ σπουδαῖος ὡς φαῦλος ὑπάρχων, περιττὴ ἡ ἀφορμὴ καθ' ὑμᾶς. βουλῇ δὲ ἀσεβῶν προσέσχες. ἢ ὥσπερ βροτὸς ὁρᾷ καθορᾷς «ἢ» ὁ βίος σου ἀνθρώπινός ἐστιν ἢ τὰ ἔτη σου ἀνδρός. δυνατὸν λέγειν αὐτόν, ὅτι τῷ ἐξαιτησαμένῳ προσέσχες, ὑποβάλλοντα τὸ ἀληθές, ὅτι οὐ κατὰ τὸν προηγούμενον λόγον πάσχει, λέγω δὴ δι' ἁμαρτίας. δυνατὸν δὲ καὶ τούτους ἀριθμεῖν εἰς τὴν βουλὴν τῶν ἀσεβῶν· οὐ γὰρ εὐσεβῆ λέγουσι, μονοτρόπως τὴν κάκωσιν ἐκλαβόντες, ὅτι πᾶς θλιβόμενος δι' ἁμαρτίας θλίβεται. ἔλεξα δ' ἂν καὶ τὸ "ὡς βροτὸς ὁρᾷ καθορᾷς", εἰ ὡς ὑμεῖς διάκεισθε, μίαν ἦν αἰτία τῶν θλίψεων, καὶ "ὁ βίος σου ἀνθρώπινός ἐστιν ἢ τὰ ἔτη σου ἀνδρός". πάντα ταῦτα ἂν εἶπον, εἰ τῆς αὐτῆς ὑμῶν γνώμης ἐτύγχανον· ἀλλ' ἐπιστάμενος, ὅτι οὐ μία αἰτία τῶν ἐπαγωγῶν ἐστιν, ἀλλὰ καὶ δι' ἀγῶνα τυγχάνουσα, οἶδα, ὅτι οὐχ ὡς ἄνθρωπός ἐστιν ὁ θεὸς τὰ φαινόμενα μόνα σκοπῶν, ἀλλ' ἐπιβατεύων τῷ βάθει τῆς ψυχῆς οὕτως τε ἕκαστα δοκιμάζων δικαίως. σημειωτέον, ὡς καὶ ἀλλαχοῦ, ὅτι πολύσημόν ἐστιν ὁ βίος ὄνομα. σημαίνει γὰρ τὰ χρήματα, καθὰ ἐν τῷ ᾄσματι 271 τῶν ᾀσμάτων εἴρηται· "ἐὰν δῷ ἀνὴρ πάντα τὸν βίον αὐτοῦ ἐν τῇ ἀγάπῃ, ἐξουδενώσειν ἐξουδενώσουσιν αὐτόν." σημαίνει δὲ καὶ τὰ ὑπάρχοντα ὁ βίος, ὡς ἐὰν λέγῃ ὁ Ἰωάννης· "ὃς δ' ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα, κλείσῃ δὲ αὐτοῦ τὰ σπλάγχνα." λέγεται δὲ καὶ ἡ ὀρθὴ πολιτεία καὶ ἡ η φαύλη βίος, ὡς ἐὰν λέγωμεν· βίον ἔχει πρακτικόν, ἢ ὅτι φαῦλον βίον ὁ δεῖνα ἔχει. ἐνταῦθα δὲ τὴν ἐν τῷ αἰῶνι τούτῳ παρεπιδημίαν βίον ἀνθρώπου εἶπεν. λέγει οὖν, ὅτι εἰ τοσοῦτον βίον εἶχες-ἀντὶ τοῦ χρόνον περιγραφόμενον-ὡς ἄνθρωπος, διεκρινόμην ἂν ὡς πρὸς ἀγνοοῦντα. ὁ θεὸς δὲ αἰώνιος· εἴρηται γάρ· "σὺ γὰρ εἶ ὁ αὐτὸς καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν." καὶ πάλιν· "ἐν γενεᾷ γενεῶν τὰ ἔτη." ἀπερίγραφός ἐστιν ἡ τοῦ θεοῦ ὕπαρξις· ἀίδιος γάρ. διόπερ οὐδὲν ἀγνοεῖς τῶν κατ' ἐμέ, λέγοι ἂν ὁ Ἰώβ. ὅτι ἀνεζήτησας τὴν ἀνομίαν μου καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας. ἐκείνους πάλιν ἐλέγχων ταῦτά φησιν, ὅτι ἡ συμφορὰ ἡ περὶ ἐμὲ πολλὰ ἡμαρτηκότων ἐστίν. ἐπεὶ οὖν οἱ φίλοι 272 ὡς δι' ἁμαρτίας πάσχοντα