1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

67

ἐλογίζοντο, δείκνυσιν αὐτοῖς ἠρέμα, ὅτι οὐκ ἔχει τοῦτο οὕτως, διὰ τοῦ λέγειν, ὅτι τὰ ἔτη σου, ὦ θεέ, μὴ ἀνθρώπου ὑπάρχει, ὅτι ἀνεζήτησας τὴν ἀνομίαν μου. κατὰ τούτων γὰρ λόγον ὡς ἡμαρτηκότα μετέρχῃ καὶ ἐπιζητεῖς ἀνομίας ἢ ἁμαρτίας ἡμετέρας διὰ τῶν ἐπαγωγῶν κατὰ τοὺς οὕτω διακειμένους. οἶδας γάρ, ὅτι οὐκ ἠσέβησα. τὴν γνῶσιν τοῦ πράγματος ἀνακαλύπτει αὐτοῖς λέγων πρὸς θεόν· "οἶδας, ὅτι οὐκ ἠσέβησα." ἀλλ' οὗτοι οἴονται τὰ ἐπιφερόμενα ὡς κατὰ ἀσεβοῦς ἐπενεχθῆναι. ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος; πάλιν ὑποβάλλει νοεῖν, ὅτι ἔστιν καὶ μὴ ἡμαρτηκότα ἐπιπόνοις περιπίπτειν· καὶ γὰρ οἶδεν ὁ θεός, ὅτι οὐκ ἠσέβησεν ὁ Ἰώβ. ἐπάγει δὲ τὸ "ἀλλὰ τίς ἐστιν ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος;" τοὺς φίλους παιδεύων̣ ο̣ἰ´̣ε̣σθαι καὶ τὸν μὴ ἡμαρτηκότα μηδὲ ἠσεβηκότα ὑπὸ χεῖρα τοῦ θεοῦ γίνεσθαι ἐν ἐπιπόνοις διὰ ἀγῶνα καὶ καρτερίας ἐπίδ»ε»ιξιν. λέγουνσιν γοῦν οἱ θλιβόμενοι μέν, μὴ πίπτοντες δὲ διὰ τὰς θλίψεις· "ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι." καὶ πάλιν λέγεται· "πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτούς." οὐκ ἔστιν δὲ τὸ ῥυ σθῆναι ἐκ τῶν θλίψεων τὸ μὴ θλίβεσθαι πάντως, ἀλλὰ τὸ μὴ ἡττηθῆναι προηγουμένως ὑπ' αὐτῶν, τὸ μὴ παγιδευθῆναι 273 ὑπὸ τῶν τὰ δίκτυα τῶν θλίψεων ἐπιφερόντων. αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με. καὶ τοῦτο οἰκείως ἐπήνεγκεν· ἵνα γὰρ μή τις ὡς ὠμὸν καὶ ἀπαραίτητον τὸν θεὸν ὑπονοήσῃ αὐτὸν λέγειν διὰ τοῦ "ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος", ἐπιφέρει τὸ "αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με", λέγων ὅτι κἂν ἐπάγει θλίψεις, ἀλλὰ φείδεται τῶν ἰδίων ποιημάτων· εἴρηται γάρ· "φείδῃ δὲ πάντων, ὅτι σά ἐστιν, δέσποτα φιλόψυχε." εὖ δὲ τὸ "αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με", ἵνα τὸ μὲν "ἐποίησαν" ἐπὶ τῆς ψυχῆς λαμβάνηται, τὸ δὲ "ἔπλασαν" ἐπὶ τοῦ σώματος· ἀντέρεισιν γὰρ σημαίνει τὸ "ἔπλασάν με", ὅπερ οἰκεῖον σώματι. καὶ ἐν τῇ Γενέσει δὲ εἴρηται· "ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν·" οὐ γὰρ τὸ σῶμα κατ' εἰκόνα, ἀλλ' ἡ ψυχή· οὐ γὰρ ἀνθρωπόμορφος ὁ θεός. καὶ μεθ' ἕτερα εἴρηται· "ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον, χοῦν ἀπὸ τῆς γῆς" τὸ σῶμα λαμβάνων, ἵν' ὡς εἴπομεν τὴν μὲν ποίησιν ἐπὶ τῆς ψυχῆς δεχώμεθα, τὴν δὲ πλάσιν ἐπὶ τῆ»ς» σαρκός. εἰ δὲ καὶ ἐπὶ τῆς σαρκὸς κεῖται ἡ ποίησις, οὐ ξενιστέον· καὶ γὰρ 274 τὸ πλάσαι τῷ γένει ποιῆσαί ἐστιν. ἀντιθήσει μὲν οὖν τις λέγων λεγων καὶ τὸ πεπλάσθαι ἐπὶ τῆς ψυχῆς κεῖσθαι καὶ τοῦτο σημαίνεσθαι ἐκ τοῦ· "ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν." πρὸς ὃ σο̣φῶς δὲ καὶ τὰ περὶ χειρῶν θεοῦ νοητέον· καὶ ὁ μὲν ἁπλουστέρως εἰρῆσθαί φησι τὰς χεῖρας πληθυντικῶς ἢ δυϊκῶς τὴν δραστήριον τοῦ θ̣εου῀̣ δύναμιν· ἔστιν δὲ καὶ ἀκριβέστερον λαβεῖν χεῖρα τὸν υἱόν- εἴρηται γάρ· "ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα"-καὶ τὸ πνεῦμα, καθὸ εἴρηται· "τῷ λόγῳ τοῦ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτοῦ." εἴρηται δὲ καί· "πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ ἡ δύναμις ὑψίστου ἐπισκιάσει σοι, διὸ τὸ γεννώμενον ἐν σοὶ ἅγιον κληθήσεται υἱὸς θεοῦ." ἵνα γὰρ συστῇ ὁ ναὸς τοῦ ςωτῆρος, καὶ πνεύματος ἁγίου ἐπέλευσις γέγονεν καὶ τῆς τοῦ ὑψίστου δυνάμεως, ἥτις ἐστὶν ὁ υἱός. μετὰ ταῦτα μεταβαλών με ἔπαισας. τὸ δημιουργικὸν ἅμα καὶ προνοητικὸν τοῦ θεοῦ διὰ τούτων παρίστησιν, διὰ μὲν τοῦ "αἱ χεῖρές σου ἐποίησάν με" τὸ δημιουργικόν, διὰ δὲ τοῦ "μετὰ ταῦτα μεταβαλών με ἔπαισας" τὸ προνοητικόν. καὶ τοῦτο γὰρ προνοίας ἐστὶν θεοῦ ἔργον 275 τὸ ἐν θλίψεσιν δι' ἀγῶνα περιβαλεῖν τὸν ἀνδρεῖον, ἵνα χαρακτῆρα καὶ σκοπὸν τοῖς ἀνθρώποις στήσῃ, πρὸς ὃν ἀποβλέποντες μιμηταὶ καταστῶσιν. τὸ δὲ "μεταβαλὼν" νοητέον ἀντὶ τοῦ μεταβολὴν περὶ ἐμὲ ποιήσας τοῦ σώματος· εἵλ κωτο γὰρ καὶ λελώβητο ἀνι̣αρω῀̣ς πάντων ἁπαξαπλῶς τῶν περὶ αὐτὸν μεταβληθέντων. μνήσθητι, ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις. ἀκολούθως καὶ