1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

70

ἀνομίας οὐκ ἀθῷόν με πεποίηκας", ἅμα καὶ μετριότητος δ»ε»ῖγμα ἐκφέρων καὶ τὴν κατὰ διαδοχὴν τοῦ Ἀδὰμ ὑποδ»ε»ικνὺς ἁμαρτίαν κοινὴν οὖσαν ἀνθρώπων. οὐ τοῦτο δέ φαμεν, ὅτι οἱ ἅγιοι ὑπόκεινται τῇ παραβάσει κατὰ προαίρεσιν, ἀλλὰ κατὰ διαδοχήν, ὡς ἐλέχθη. ὡς γὰρ ὁ γεγεννημένος παρ' εἰδωλολάτρῃ βρέφος ὢν οὐκ ἔχει ἁμαρτίαν, τοῦτ' αὐτὸ δὲ ὥσπερ μολυσμὸν ἔχει παρὰ τοιούτοις γεννηθῆναι τῆς ἀνατροφῆς μεμπτῆς οὔσης, οὕτω καὶ περὶ τοὺς ἁγίους δεῖ νοεῖν παράπτωμα οὐχ ἑκούσιον. οὕτω καὶ εἴρηται· "πάντες γὰρ ἥμαρτον". λέγομεν δὲ τῶν ἁγίων τὰ ἁμαρτήμα283 τα ὁδὸν ἐπ' ἀρετὴν εἶναι. καὶ ὥσπερ, εἴ τις γράφειν μανθάνων, ἐπεὶ οὐ δύναται ἁθρόως καλῶς γράψαι, διαπταίει ἐν τῷ μανθάνειν τοῦ πταίσματος αὐτοῦ οὐχ οὕτω τυγχάνοντος μεμπτοῦ, ὡς εἰ ἐθελοκάκως τις γράφοι κακόν, οὕτω καὶ ὁ ἐπὶ τὴν ἀρετὴν ὁρμώμενος, εἰ πρῶτον ἀγνοίαι σ̣φάλλεται, οὐ κολαστ̣έος. ἐάν τε γὰρ ἀσεβὴς ὦ, οἴμμοι. ἐάν τε ὦ δίκαιος, οὐ δύναμαι ἀνακύψαι. λέγοι ἄν, ὅτι εἴ τε προαιρετικῶς ἁμάρτω, οἴμμοι, εἴ τε, ὡς προαποδεδώκαμεν, τὸ ἐκ διαδοχῆς μόνον ἔχω τοῦ Ἀδάμ, πάλιν οὐδ' οὕτω ἀνακύψαι δυνήσομαι ὡς παντὸς ἀπηλλαγμένος ῥύπου. τῶν γὰρ ἁμαρτημάτων τὰ μὲν ἐκ τῆς ἡμετέρας προαιρέσεως φαύλως ὑφίσταται, τὰ δὲ ὡς προείρηται· καὶ τοῖς μὲν ἐκ προαιρέσεως κόλασις ἕπεται, τοῖς δὲ ἐξ ἀγνοίας κάθαρσις χρεωστεῖται. δύναται δὲ λέγειν, ὅτι εἰ καὶ δίκαιός εἰμι, ἀλλ' οὐ μεγαφρονῶ τὸ ἀ´̣δ̣η̣λον ἐπιστάμενος. πολλοὶ γὰρ περιαυτολογήσαντες πράγματι ἐπέπεσαν. καὶ πρόσσχες γε δὴ ὁ Φαρισαῖος ἐπὶ θεοῦ λέγων μὴ ἄρα ἀληθῶς ἔλεγεν; τῷ δὲ περίαυτα εἶναι τὰ ῥήματα οὐκ ἔσχεν ἀποδοχήν. ἀμέλει εἴρηται περὶ τοῦ ταπ»ε»ινοῦ, 284 ὅτι "κατέβη οὗτος δεδικαιωμένος παρ' ε ἐκεῖνον." πλήρης δὲ ἀτιμίας εἰμί. τὸ τῆς ἀνθρωπίνης ἀσθεν»ε»ίας σαθρὸν σημαίνει πλήρης γὰρ ἀτιμίας ἐστὶν ὁ ἄνθρωπος τῷ περικεῖσθαι σῶμα τοιοῦτο, περὶ οὗ Παῦλός φησιν· "σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ." ἀγρεύομαι δὲ ὥσπερ λέων εἰς σφαγήν. πλήρης με ἀτιμίας ὄντα κατὰ τὴν̣ προαποδοθεῖσαν ἔνν̣οιαν οἰόμενος καταβάλλειν ὁ ἐχθρὸς διὰ τῶν περιεστηκότων ὡσπερεὶ κυσὶν καὶ δικτύοις περιβάλλειν πειρᾶται. ὁ λέων δὲ μέγα ζῷον ὑπάρχει. εἴρηται· "λέων ἰσχυρότερος κτηνῶν." "δίκαιος γὰρ ὥσπερ λέων πέποιθεν." ὅμως ὁ παρατεταγμένος πρὸς ἀντίπαλον οἶδεν, ὅτι ἀγραεῦσαί τις αὐτὸν πειρᾶται· οὗτος δέ ἐστιν ὁ ἀντίδικος διάβολος. σφαγὴν δὲ λέγει νῦν τὴν ὑπόπτωσιν εἰς ἁμαρτίαν· λέγεται γὰρ καὶ ἐπὶ κολάσεως ἡ σφαγὴ πολλάκις. ἐμφαίνει τὸ μέγεθος τῆς καθ' ἑαυτοῦ ἐπιβουλῆς ὑπερβαλλούσης διὰ τοῦ λέγειν, ὅτι οὕτως "ἀγρεύομαι ὥσπερ λέων" τοῦ ἐχθροῦ καθάπερ λέοντι ἐπάγοντος τὰς πάγας καὶ μη δὲν παραλιπόντος εἰς πειρασμόν. τοῦτο δὲ οὐχ ὑπεροψίᾳ, ἀλλὰ φανερώσει τῆς ἐπιβουλῆς εἴρηται. πάλιν γὰρ μεταβα285 λὼν δεινῶς με ὀλέκεις. παρίστησιν, ὅτι εἰ καὶ ἀγρεύομαι ὥσπερ λέων αλλα τοσούτων μοι περιεστηκότων, ἀλλ' οὐκ αὐθεντοῦσιν αὐτοὶ τῆς ἐπιφορᾶς· σὴ γάρ ἐστιν ἡ συνχώρηςεις. εἰ μὴ γὰρ θεὸς συνεχώρησεν, ὁ ἀγρεύων οὐκ εἶχεν ἐξουσίαν. τὸ δὲ "μεταβαλὼν" ἐνεργητικῶς α᾿̣κ̣ούειν δεῖ ὡς τῆς μεταβολῆς περὶ τὸν Ἰὼβ γεγενημένης ε᾿̣κ̣ πλούτου εἰς πενίαν κα̣ὶ ἐξ ὑγιαίνον̣τος εἰς νοσοῦντα, ··ω̣ν πολλὴ ····· της προσγέγονεν. ἐπανακαινίζων ἐπ' ἐμὲ τὴν ἔτασίν μου. τὴν ἀλλεπάλληλον τῶν ἐπιπόνων ἐπίτασιν σημαίνει. καθάπερ γὰρ πολέμιος ἀποκρουόμενος ἐκ τῶν ἐναντίων πάλιν ἑαυτὸν παρασκευάζει πρὸς τὸ καταπολεμεῖν, τὸν αὐτὸν τρόπον ὡς πρὸς ἀνδρ»ε»ῖον ἀεὶ καινὰς ὁ λαβὼν τὴν ἐξουσίαν ἐπινοῶν ἀλγηδόνας εἰς μέγεθος ἐξῆρεν τὴν θλῖψιν. τοῦτο δ»ε»ίκνυται ἐκ τοῦ· "ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος·" πυκναὶ γὰρ καὶ ἀλλεπάλληλοι αἱ ἀνίαι ἐγίγνοντο. ὀργῇ δὲ μεγάλῃ μοι ἐχρήσω· ἐπήγαγες δὲ ἐπ' ἐμὲ πειρατήρια. καὶ ἐνταῦθα πάλιν τὸ μέγεθος τῶν θλιβηρῶν ἐμφαίνει, οὐκ ἀποκάμνων, ἀλλὰ παριστῶν τοῖς φίλοις γνῶναι, ὅτι ἡ ὑπερβάλλουσα αὕτη ὀργὴ οὐχ, ὡς ὑπε286 νόουν, δι'