1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

71

ἁμαρτίας ἐστιν, εἰ συμβάλοιεν αὐτοῦ τὸν βίον. ὀργὴν δὲ ἐνταῦθα οὐ πάθος ἐκλαβεῖν δεῖ, ἀλλὰ τὴν ἐπίπονον ἀγωγήν, καθὰ καὶ Μωσῆς πρὸς θεόν φησιν· "ἐξαπέστειλας τὴν ὀργὴν καὶ κατέφαγεν αὐτοὺς ὡς καλάμην," ε····οι μὲν δι' ἁμαρτίας· ἐνφαίνει δὲ ἐνταῦθα διὰ τοῦσ "ἐπήγαγες δὲ ἐπ' ἐμὲ πειρατήρια", ὅτι οὐ δι' ἁμαρτ̣ι´̣α̣ς̣· ο̣ἱ γὰρ τούτῳ τῷ τρόπῳ κολαζόμενοι οὐ πειρατήρια ὑφεστάναι λέγονται. οὕτω δὲ νοητέον τὸ ἐπῆχθαι τὰ πειρατήρια, οὐχ ὡς ὑποπέσῃ αὐτοῖς. γείνεται δὲ καὶ τοῦτο, ὅπερ μὴ γενέσθαι ἐδιδάσκοντο ἐν τῇ εὐχῇ λέγειν οἱ μαθηταί· "μὴ ε»ἰ»σενέγκῃς ἡμᾶς εἰς πειρασμόν." ἵνα τί οὖν ἐκ κοιλίας με ἐξήγαγες, καὶ οὐκ ἀπέθανον; ὀφθαλμὸς δέ με οὐκ εἶδεν, καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην. τοῦτο οἰηθείη τις εἶναι ἐξ ἀποκακήσεως, ἀλλὰ ἀνατρέπεται ἐκ τοῦ εἰρημένου πρὸς τοῦ θεοῦ· "ο»ἴ»ει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος;" οὐκ ἀντιδοξῶν οὖν τοῦτο λέγει ὁ πρὸ βραχέος εἰπών· "ἐάν τε γὰρ ἀσεβὴς ὦ, οἴμμοι", ἀλλὰ τὸ πικρὸν τοῦ βίου δηλῶσαι βουλόμενος, ὅπερ οὐκ ἂν ποιήσειεν φαῦλος· ἥδεται 287 γὰρ ἐπὶ τῷ ζῆν τούτῳ. ἄλλως τε καὶ τὴν αἰτίαν δ»ε»ιχθῆναι βούλεται φανερῶς καὶ τοῖς φίλοις, δι' ἣν οὐκ ἀπέθανεν ἅμα τῷ ἐκ κοιλίας ἐξελθεῖν· δῆλον δέ, ὅτι διὰ τὸ μέλλειν εἶναι σκοπὸς ἀνδρ»ε»ίας. ὑποδείκνυται δὲ καὶ ἄλλως ἡ μετὰ σαρκὸς ἀγωγη´̣σ̣, περὶ ἧς γράφει Παῦλος· "εἰ ἐν ταύτῃ τῇ ζωῇ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν." καὶ τὰ ἡδέα τοῦ βίου καὶ τὰ π̣ικρὰ αἰσθάνεται. οὐδ̣εὶς γὰρ ἀπολ̣υ̣όμενος σαρκὸς ἥδεται ἐπὶ πλούτῳ, ἐπὶ ἀκολασίᾳ, οὐδὲ ἐπὶ τοῖς κακωτικοῖς ἀνιᾶται. πε»ι»ραθεὶ»ς» οὖν τῆς ζωῆς ταύτης καὶ τῶν ἐν αὐτῇ ἡδέων-εὐ´̣παι̣ς γὰρ καὶ πολύπαις καὶ πλούσιος γεγένηται ὑγίειάν τε σώματος ἔσχεν-μεταπεσόντων τῶν πραγμάτων εἰς τὰ τούτων ἐναντία καὶ τούτων ἐν πείρᾳ γενα´̣μενος καὶ αὐτοῖς ἔργοις τὸ ματαῖον αὐτῶν ἐγνωκώς, παιδεύει καὶ ἡμᾶς μὴ πόθον ἔχειν πρὸς αὐτὰ διὰ τοῦ λέγειν· "ἵνα τί οὖν ἐκ κοιλίας με ἐξήγαγες καὶ οὐκ ἀπέθανον", ὀφθαλμοῦ με μὴ θεασαμένου, ἵν' ὡς μὴ ὢν γένωμαι. δ»ε»ίκνυται τὸ ματαῖον τῶν ἐν τῶι βίῳ τούτῳ περιμαχήτων οἷον πλούτου ἐκ τοῦ· "μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου 288 αὐτοῦ, ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήμψεται τὰ πάντα"-οὐ γὰρ ἕπεται τῷ ἀπαλλαττομένῳ ταῦτα-"οὐ γὰρ συνκαταβήσεται αὐτῷ ἡ δόξα τοῦ οἴκου αὐτοῦ." ἐν γὰρ τούτῳ τῷ ζῆν οἱ τοιοῦτοι μόνον πεποίθασιν. εἰ δὲ καὶ θέλουσιν οἱ ἅγιοι ὡς ὁ μακάριος Παῦλος "ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι" ἀπαλλαγῆναι τοῦ βίου, ἀλλ' οὖν̣ ἐκδέχονται τὸ παρὰ τοῦ θεοῦ κρίμα. ἔχουσι δὲ πόθον τοῦ ἔξω̣ εἶναι σώματος οἱ ἅγιοι προσφο´̣ρως. οὐ γὰρ ἅγιοι̣ μόνοι, ἀλλὰ καὶ οἱ ἔξω τοῦ κηρύγματος τῆς ἀληθείας περὶ τῆς ψυχῆς τῆς ἀνθρώπου ὡς ἀθανάτου ἐκ̣λαμβάνουσιν. καὶ δῆλόν γε τ̣ὸ τοιοῦτον ἐκ τῶν συμβαινόντων αὐτῇ· μετέχει γὰρ ἁγίου πνεύματος, γνῶσιν δέχεται τῆς τριάδος· ὁμοιοῦται γὰρ τῷ θεῷ κατὰ τὸ δυνατόν, ἅπερ αὐτῇ συμβαίνει ἁπλῇ κατ' οὐσίαν ὑπαρχούσῃ, ἐξ ὧν τὸ ἀθάνατον αὐτῆς κυροῦται. δῆλον δέ, ὅτι κρ»ε»ίττων τυγχάνουσα τοῦ σώματος, ὅτε ἀμίγως ἔχει πρὸς αὐτό, καθαρωτέραν καὶ εἰλικρινεστέραν ἔχει τὴν ἐνέργειαν. καὶ ἔστω παράδ»ε»ιγμα τούτου πρόχειρον εἰς παράστασιν τοῦ τὰ κρ»ε»ίττονα μειγνύμενα τοῖς ἐλάττοσιν ἐλαττοῦσθαι, οἷον τὸ μέλι μιγὲν ἀψινθίῳ ἐλαττοῦται καὶ οἶνος ὕδατι. συνεζεύχθη δὲ οὐ κατὰ Μανιχαῖον, ἀλλ' ἀκολου289 θήσασα ····· ·····α ἐν ἑτέροις λο······ ····· ·· συνῆψεν δὲ αὐτὴν ····· ····ως ὁ δημιουργὸς τῷ σώματι εἰς ἕνωσιν πρὸς αυ᾿̣τὴν πλασθέντι, ·· η῾̣ σύστασις τῆς ζ̣ω̣ῆς ····· ····· ·ηται. ἐβούλετο ····· ····· ··τα αἴτια τοῦ ······· ····· ··ι· ἐβούλετο δὲ μὴ ····· ··· πειραθῆναι, ἀλλ' ὡς ε̣····· ·····ῆναι· ἀγαθὸν γὰρ ι̣·· ὑπὲρ ἀμφοτέρους τὸ ἔκτρωμα· ου᾿̣ γὰρ ἂν ἀγαθὸν ἐλέγετο, εἰ μὴ ὑπὲρ ······. ἀλλὰ καὶ περὶ τοῦ Ἰούδα λέγετ̣αι· "καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη." εἰ μὴ γὰρ αὐτῷ ········ ···· γεννηθῆναι ····· · οὐκ ἂν ἐκέκλ̣ητο. διὰ τί γὰρ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ