1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

78

ἐκβιαζόμενος διὰ τὸ τοὺς φίλους ἐναντίον δοξάσ̣αι· "οἶδα ὅτι δίκαιος ἀναφανοῦμαι", χαρακτὴρ γινόμενος τοῦτο εἰ῀̣πεν ἐκ τῶν καθ' ἑαυτὸν ἀπαγγείλ̣ας τοὺς ἀρετῇ χρωμένους καὶ ἐργαζομένους λέγων· «οἶδα ὅτι εἰ χρησαίμην τῇ ἀνδρείᾳ ἕως τ̣ε´̣λους, "δίκαιος ἀναφανοῦμαι".» οὐ γὰρ εἶπεν· «δίκαιός εἰμι», ἀλλ' εἰς μέλλοντα χρόνον ἀνέκλινεν τὴν προσδοκίαν, τὸ ἴδιον τῶν ἀρετῶν ἀπαγ#6γέλλων. εἰς χρόνον γὰρ τακτὸν ἡτοίμαστο πεσεῖν ὑπὸ ἄλλους οἴκους τε αὐτοῦ ἐκπορθεῖσθαι ὑπὸ ἀνό#6μων. δηλοῖ ὅτι παρεδόθη τοῖς ἐξαιτησαμένοις πειράσαι αὐτόν. τινὲς καὶ ἐκ ταύτης τῆς λέξεως οὐ καλῶς αὐτῇ χρησάμενοι εἱμαρμένην ἐλογίσαντο εἶναι, τὸ "τακτὸν χρόνον" εἰς αὐτὴν ἀναφέροντες. ψεῦδος δὲ τοῦτο· οὐ γὰρ πᾶς χρόνος τεταγμένος τὴν εἱμαρμένην σημαίνει. ὃ παρίστησιν οὖν, τοῦτ' ἔστιν, ὅτι εἰ καὶ εἰς χλεύασμα ἐγενήθη, ἀλλά γε οὐκ εἰς ἄπειρον τοῦτο 312 ἐγίνετο, ἀλλὰ καιρῷ τοῦ θεοῦ συνχωρήσαντος τοῦτο γενέσθαι, καθὰ καὶ οι῾̣ "δοθέντες εἰς χεῖρας τῶν θλιβόντων". "χρόνον" δὲ "τακτὸν" εἰ῀̣πεν, ὃν ἔστιν̣ τῇ ἀρετῇ τῇ τοιαύτῃ χρῆσθαι τὸν ἄνθρωπον, καθ' ἣν καὶ λέγεται ἱκανὸς εἶναι πολεμεῖν. "οἴκους" δὲ λέγει "πορθουμένους" τὰς ἀρετάς· τούτους γὰρ σπουδ̣άζουσιν̣ οἱ ἀντικείμενοι διὰ τῶν ἐπιπόνων σεῖσαι καὶ κλο̣νῆσαι· ὅτι δὲ οἶκοι ἀντὶ ἀρετῶν παραλαμβάνονται, εἴρηται· "ἐπεὶ ἐφοβοῦντο αἱ μαῖαι τὸν θεόν, ἐποίησαν ἑαυταῖς οἰκίας." ἆρά γε ἄοικοι ἦσαν πρὶν φοβηθῶσι τὸν θεόν; ἀλλὰ δῆλον ὡς τὰς ἀρετάς, κατὰ τὸν ἀκούοντα τοὺς λόγους Ἰησοῦ καὶ οἰκοδομοῦντα τὴν ἑαυτοῦ οἰκίαν, ὅ ἐστιν τὸν βίον, οὐκ ἐπὶ πέτραν αἰσθητήν, ἀλλ' ἐπὶ τὸν Χριστὸν τὸν εἰπόντα Πέτρῳ· "σὺ εἶ Πέτρος καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν", τοῦ Πέτρου δηλονότι ἔχοντος οἰκίαν ἐν τῇ τοιαύτῃ πέτρᾳ. οἰκοδομεῖ δὲ ὁ σωτὴρ τὴν ἐκκλησίαν, αὐτὸς καὶ πέτρα καὶ οἰκοδόμος ὤν· συνεργεῖ γὰρ ὁ θεὸς τῷ σπουδαίῳ. οὕτω καὶ ὁ ψαλμῳδός φησιν· "ἐν πέτρᾳ ὕψωσάς με." οὐ μέγα δὲ δῶρον θεοῦ ἐν αἰσθητῇ πέτρᾳ 313 ὑψωθῆναι, ἀλλὰ δῆλον ὡς τῶι λόγωι τῷ ἀσφαλεῖ, καθὸ πάλιν ὁ ψαλμῳδός φησιν· "ἔστησας ἐπὶ πέτραν τοὺς πόδας μου." σημειωτέον δὲ ὅτι δίκαιος ἢ ἀλλοτιν·····π··· ἀλλ' ἄνομοι. τὸ δὲ "ἐκπορθεῖσθαι" ἐμφαίνει τὸ ἀνδρεῖον τοῦ δικαίου καταμηχανηθέντος· εἴρηται κ̣αὶ ἐν ψαλμοῖς· "πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου καὶ γὰρ οὐκ ἠδυνήθη σάν μοι", ὡς καὶ Παῦλο̣ς· "τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ;" καὶ τὰ ἑξῆς. οἴκους δὲ πληθυντικῶς δεῖ νοεῖν τὸ πλῆθος τῆς ἀρετῆς· σωφροσύνη οἶκος, ἀνδρεία οἶκος, πραότης καὶ ἄλλαι, καθὸ εἴρηται· "ὀχύρωμα ὁσίου φόβος κυρίου·" οὕτω καὶ δικαιοσύνη. τούτων τῶν οἴκων εἰσὶν ἐναντίοι, οὓς κατασπᾷ κύριος· "οἴκους γὰρ ὑβριστῶν καστασπᾷ κύριος· ἐστήριξεν δὲ ὅριον χήρας." τὰς γὰρ τῶν ὑπερηφάνων πολιτείας κατασπᾷ ω῾̣ς εἴρηται· "Καφαρναούμ, ἢ ἕως οὐρανοῦ ἀναβήσῃ, ἕως ᾅδου καταβιβασθήσῃ." καὶ "ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται." "στηρίζει δὲ χήρας τὸ ὅριον", ὅ ἐστιν· τὸν οἶκον, τὸν βίον τῶν κατὰ θεὸν χηρευόντων ἀπὸ κακῶν. δηλοῖ καὶ τὸ "οἰκίαι παρανόμων ὀφειλήσουσιν καθαρισμόν, οἰκίαι δὲ δικαίων δεκταὶ" τοὺς ἑκάστου βίους. οὐ μὴν δὲ ἀλλὰ μηθεὶς πεποιθέτω πονηρὸς ὢν ἀθῷος ἔσεσθαι. ὅσοι παροργίζουσι τὸν κύριον, οὐχὶ καὶ ἔτασις αὐτῶν ἔσται; διδάσκει ὅτι κἂν χλευάζῃ τις τὸν 314 δίκαιον καὶ καταδυναστεύῃ, οὐκ ἔσται ἀθῷος, κἂν ἐκνικήσῃ αὐτὸν τῷ δοκεῖν. παροργίζει γὰρ τὸν θεὸν ὁ τοιοῦτος. ἔσται γὰρ ἐξέτασις τῶν πραττομένων, δι' οὗ αἰνίττεται κρίσιν, καθὰ καὶ Παῦλός φησιν· "δεῖ γὰρ ἡμᾶς πάντας παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος πρὸς ἃ διὰ τοῦ σώματος ἔπραξεν." νοεῖν δὲ ὑποβάλλει ὅτι «εἰ καὶ οἱ ἐξαιτησάμενοι πονηρεύονται εἰς ἐμὲ λαβόντες ἐξουσίαν, οὐδ' οὗτοι ἀθῷοί εἰσιν ὄργανον καὶ "σκεύη ὀργῆς" γεγ̣ενημένοι, κἂν ἐπὶ ἁμαρτάνοντα τοῦτο ποιῶσιν.» χαίρουσιν γὰρ τῇ τοιαύτῃ ὑπηρεσίᾳ. πρός τινα γοῦν λέγεται· "ἐγὼ ἔδωκα αὐτοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος" καὶ