1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

81

δύναται; συνέκλεισεν τῷ Φαραὼ καὶ τοῖς Αἰγυπτίοις τὴν ἀποφυγὴν καὶ ἀνοίγων οὐχ εὑρίσκετο. καὶ ὅλως πολλὰ τοιαῦτα εὑρήσεις. κλείει γὰρ πρὸς τὸ χρήσιμον μὴ ἐῶν ἔχειν τῶν ἀνθρωπίνων ἀπόλαυσιν, ἀλλ' ἐν ἐνδείᾳ εἶναι· πρὸς δὲ τίνα; πρὸς τὸν σωτήριον εἶναι ἐπάγων τὰ ἐπίπονα. κλείει δὲ καὶ ἄλλως κατὰ ἀνθρώπων, ὅτε οὐκ ἐᾷ εὐοδοῦσθαι αὐτοὺς ἐν κακοῖς καὶ τούτου δεόντως γινομένου πρὸς θεοῦ, οὐ καθὼς Φαρισαῖοι ἐποίουν· εἴρηται γὰρ πρὸς αὐτούς· "κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν, αὐτοὶ οὐκ εἰσέρχεσθε οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν." κλείεται δ' ἡ βασιλεία τῶν οὐρανῶν, 323 ὅταν οἱ δοκοῦντες εἶναι διδάσκαλοι δι' ὧν ἐνεργοῦσιν φαύλων μιμητὰς ἑαυτῶν ποιῶσίν τινας, ὡς μήτε αὐτοὶ μήτε οἱ μιμούμενοι αὐτοὺς εἰσιέναι εἰς τὴν βασιλείαν. ἐὰν οὖν τῷ ἑαυτῷ κλείσαντι καὶ θεὸς κλείσῃ διὰ τὴν πολιτείαν αὐτοῦ, τίς τούτῳ ἀνοίξει; οὕτω καὶ τὸ ὕδωρ καὶ τὸ κατὰ αἰσθητὸν κωλύων κατὰ τὸ εἰρημένον "μερὶς μία βραχήσεται καὶ μερίς, ἐφ' ἣν οὐ βρέξω, ξηρανθήσεται" κωλύων ξηραίνει τὴν γῆν· καὶ τούτου ἔχεις ἐν ταῖς Βασιλείαις τὸ παράδειγμα· αὐτὸς γάρ ἐστιν "ὁ ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ποιῶν." καὶ κατὰ τὴν ἑαυτοῦ ἐξουσίαν ἐπαφίεται τῇ γῇ καὶ εἰς ἀρδείαν καὶ εἰς φθορὰν τῶν ἐν αὐτῇ, ὡς ἐν τῷ κατὰ Νῶε κατακλυσμῷ. ταῦτα δὲ εἰ μετὰ συνέσεως ἀνάγοις, εὑρήσεις καὶ τὸ ἀπὸ τού#6των ὄφελος. παρ' αὐτῶι κράτος καὶ ἰσχύς, #6αὐτῷ ἐπιστήμη καὶ σύνεσις. τὸ εὔλογον τῆς ἀποδείξεως τοῦ ἕκαστα τῶν παρ' αὐτοῦ τοῦ θεοῦ γιγνομένων μὴ ἂν 324 ἄλλον δύνασθαι ποιεῖν ἢ αὐτὸν διὰ τούτων διδάσκει φάσκων· "παρ' αὐτῷ κράτος καὶ ἰσχύς." καὶ ἵνα μή τις ἀβέβαιος λογίσηται, ὅτι δυνάμει καὶ ἰσχύι μόναις θεὸς ποιεῖ, ἐπάγει· "αὐτῶι ἐπιστήμη καὶ σύνεσις." κἂν γὰρ δυσαρεστῇ τις τοῖς γιγνομένοις λέγων ὅτι «διὰ τί μὲν ἥδε ἡ χώρα ἡ εὔφορος καὶ πολύπλουτος πάλιν ἄρδεται, ἡ δὲ δεομένη ἄβροχος διατελεῖ;», ἀκουέτω τὸ "αὐτῷ ἐπιστήμη καὶ σύνεσις." αὐτὸς γὰρ "σταθμῶι καὶ μέτρῳ πάντα τα διαταξάμενος" ἑκάστῳ κατὰ τοὺς λόγους τῆς προνοίας ἑαυτοῦ ἐπιχορηγεῖ ἃ βούλεται· οὐ γὰρ ὡς ἔτυχεν ἡ τῶν ὄντων παραγωγὴ ἢ διοίκησις ἔχει τὴν σύστασιν, ἀλλὰ καὶ τὸ τῶν δημιουργημάτων διάφορον καὶ τὸ τῆς διοικήσεως συνέσει θείᾳ πέπηγέν τε καὶ ἕστηκεν. ἐπιστατέον ὅτι οὐχ ὡς συνθέτου ὄντος τοῦ θεοῦ "ἰσχὺς παρ' αὐτῷ καὶ κράτος" καὶ "αὐτῷ ἐπιστήμη καὶ σύνεσις" εἴρηται· πάντα γὰρ ταῦτα ὁ υἱός ἐστιν #6ἁπλοῦς καὶ ἀσύνθετος ὑπάρχων. διάγων βουλευτὰς αἰχμαλώτους, κριτὰς δὲ γῆς ἐξέστη#6σεν. καὶ ταῦτα τῆς προνοίας 325 ἔργα· καὶ γὰρ τῷ θελήματι καὶ τῇ κρίσει καὶ βουλευταὶ αἰχμάλωτοι διάγονται καὶ κριταὶ μεθίστανται. καὶ εἰ μὲν βουλευτὰς λέγοι τοὺς ἐν πολιτεία μεγάλα φυσῶντας, ἔστιν καὶ τούτων πολλοὺς εὑρεῖν ἐν αἰχμαλωσίᾳ διαχθέντας· ὅπερ δῆλον ἐκ τῆς τοῦ Ἰσδραὴλ αἰχμαλωσίας, περὶ οὗ θρῆνον ὁ Ἰερημίας θρηνῶν ἐπὶ τὴν πόλιν αὐτῶν ἔλεγεν· "πῶς ἐκάθισεν μόνη ἡ πόλις ἡ πεπληθυμμένη λαῶν, ἐγενήθη ὡς χήρα πεπληθυμμένη ἐν ἔθνεσιν, ἄρχουσα ἐν χώραις ἐγενήθη εἰς φόρον." εἰ δὲ τοὺς συμβουλεύοντας σημαίνοι τὸ τῆς βουλῆς ὄνομα, καὶ οὕτως τοὺς ἐπὶ κακῷ τοῦτο ποιοῦντας αἰχμαλώτους διάγει θεός· καὶ τούτου παράδειγμα Ἀχιτόφελ, οὗκ ἡ βουλὴ καὶ ἡ ζωὴ διεστράφη. καὶ γὰρ καὶ ἐκ τούτου κατανοῆσαί ἐστιν τὸ ἔργον τῆς προνοίας, ὅτι καὶ οἱ συνετώτατοι τῶν συμβουλευόντων καὶ σκοπῷ τοῦ συμβουλεύειν ἑπόμενοι ἀποτυγχάνουσιν πρὸς τὰς ἐκβάσεις οὐχ ὡς κακῶς συμβουλεύσαντες, ἀλλ' ὡς τῆς προνοίας ἑτέρως 326 δοκιμαζούσης. οὕτω καὶ κυβερνῆται πάντα τ̣ὰ παρ' ἑαυτοῖς πεποιηκότες ἀποτυγχάνουσιν· θεοῦ γάρ ἐστιν τὸ τέλος. τῆι ἑαυτοῦ δυνάμει καὶ τοὺς "κριτὰς ἐξέστησεν". καὶ εἰ μὲν τὸ "ἐξέστησεν" σημαίνει τὴν παραφροσύνην, καὶ τοῦτο γίγνεται τοῖς μὴ ὃν δεῖ τρόπον τῇ κρίσει τῶν πραγμάτων χρωμένοις· ἐξιστᾷ δὲ θεὸς τοὺς τοιούτους ἀποδεικνύων αὐτοὺς ἄφρονας. δυνατὸν δὲ καὶ τὴν μετάστασιν αὐτῶν σημαίνειν τὸ "ἐξέστησεν"· αὐτοῦ