1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

82

γὰρ τοῦ θεοῦ λόγου προνοίαι καὶ #6οἱ κριταὶ μεθίστανται. καθιζάνων βασιλεῖς ἐπὶ θρό#6νους. ὅμοιον τούτῳ τὸ "δι' ἐμοῦ βασιλεῖς βασιλεύουσιν" καὶ τὸ "κύριος καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ". πολλάκις τούτους καὶ κατ' ὀργὴν δίδωσιν και κατὰ τὸ "ἔδωκα αὐτοῖς βασιλέα ἐν ὀργῇ μου". ὅτι δὲ σαθρὰ τὰ χωρὶς τῆς τοῦ θεοῦ ἐπικρίσεως, αὐτὸς καταμεμφόμενός φησιν· "ἐβασίλευσαν καὶ οὐ δι' ἐμοῦ, ἦρξαν καὶ οὐκ ἐγνώρισάν μοι," δι' ὅπερ ἐν ὀργῆι οἱ τοιοῦτοι πάλιν ἀφίενται, τῆς συνχωρήσεως πάλιν τὴν 327 ἐπιτροπὴν παρεχούσης ἄχρι καιροῦ. ὅτι δὲ ὁ θρόνος ἀντὶ βασιλείας πολλάκις παραλαμβάνεται, εἰ καὶ ἐσθότε ἀντὶ διδασκαλίας, δῆλον ὡς τὸ "καθιεῖται κύριος βασιλεὺς εἰς τὸν αἰῶνα", καὶ πάλιν· "ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος", καὶ ἔτι· "μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς." ἀλλὰ καὶ τοῖς μαθηταῖς εἴρηται· "καθήσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσδραήλ." ὅταν δὲ λέγηται· "ἐπὶ τῆς καθέδρας Μωσέως ἐκάθισαν οἱ γραμματεῖς," ἡ καθέ#6δρα αὕτη διδασκαλίας ἐστιν. καὶ περιέζωσεν ζώνῃ ὀσφύ#6ας αὐτῶν. εἰ μὴ αὐτὸς ζώσῃ, οὐκ ἔχει ἰσχὺν ὁ ζωσθείς, ὥστε θεός ἐστιν ὁ καὶ ταῦτα τῇ ἑαυτοῦ προνοίᾳ διοικῶν. καὶ τὸ τῆς ζώνης δὲ ἀρχὴν σημαίνει ὡς τὸ "καὶ ἄρχοντες #6δι' ἐμοῦ κρατήσουσι γῆς." ἐξαποστέλλων ἱερεῖς αἰχμα#6λώτους. εἰ μὲν τοὺς οὐκ ὀρθῶς χρωμένους τῷ πράγματι λέγοι, δηλοῖ, ὅτι οὐδὲ ἐκείνων φείδεται καιροῦ καλοῦντος. εἰ δὲ τοὺς εἰς δέον 328 χρωμένους σημαίνει, καὶ τούτους πολλάκις ὡς τοὺς περὶ ∆ανιὴλ καὶ Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ εἰς τὴν αἰχμαλωσίαν ἐξαποστέλλει θεὸς διὰ τὸ χρήσιμον τοῦ ἄλλου πλήθους· ὅσον γὰρ ἐφ' οἷς ἔπραττον οὗτοι, οὐκ ἦσαν ἄξιοι τοῦ αἰχμαλω σίαν ὑποστῆναι. ἀμέλει γοῦν τὸ μέγεθος αὐτῶν σκόπει, ὅτι καὶ ἐν τῇ αἰχμαλωσίᾳ γεγενημένοι καὶ ἐν τῇ Βαβυλῶνι ἔμειναν ἀσάλευτοι. κἂν οὖν εἰς τὸν βίον τοῦτον ἐξαποστελλομένους τοὺς ἁγίους ὁρῶμεν, λογιζώμεθα ὅτι οὐ διὰ ἑαυτούς, ἀλλὰ τὸ τῶν ἄλλων ὄφελος τοῦθ' ὑπέστησαν. τοῦτο αὐτὸ ὁ ἀπόστολος αἰνιττόμενος γράφει· "τοῦτο φρονεῖτε ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν #6μορφὴν δούλου λαβών." #6δυνάστας δὲ γῆς κατέστρεψεν. αὐτοῦ γὰρ τοῦ θεοῦ κρίσει καὶ οὗτοι τὴν καταστροφὴν ὑπομένουσιν καθὰ καὶ Φαραὼ καὶ Ναβουχοδονοσόρ. καὶ τὸν ἀρχέκακον διάβολον ὁ θεὸς κατέστρεψεν· εἴρηται γάρ· "ἀγγέλους δὲ τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ὑπὸ ζόφον τετήρηκεν." 329 #6διαλλάσσων χείλη πιστῶν. ἔνιοι δοκοῦσιν πιστοὺς λόγους ἔχειν καὶ ἀνελέγκτους, καὶ τούτους διαλλάττει θεός. ἀμέλει γοῦν περὶ τοῦ Ἀχιτόφελ λέγεται τοῦ συμβούλου τοῦ βασιλέως Ἰσδραήλ, ὃς πρότερον τοῦ ∆αυὶδ ἐτύγχανε σύμβουλος, ὕστερον δὲ τοῦ Ἀβεσαλώμ-ἐλέγετο γὰρ περὶ αὐτοῦ, ὅτι ἔμπροσθεν ἡ βουλὴ Ἀχιτόφελ ὡς βουλὴ θεοῦ· τοῦτο δὲ περὶ αὐτοῦ περιεφέρετο ὡς ἀδιαπτώτου ἐν ταῖς συμβουλαῖς-ἀμέλει γοῦν ὁ ∆αυίδ, ᾧ "τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας" πεφανέρωτο, εὐχόμενος τῷ θεῷ ἔλεγεν· "διασκέδασόν μοι τὴν βουλὴν τοῦ Ἀχιτόφελ," #6ὃ καὶ γέγονεν. #6σύνεσιν δὲ πρεσβυτέρων ἔγνω. καὶ τῶν πρεσβυτέρων τῶν ἐχόντων ἀντὶ πολιᾶς τὴν φρόνησιν καὶ τὸν βίον τὸν ἀκηλίδωτον ἀντὶ τοῦ γήρως τὴν σύνεσιν αὐτὸς ἔγνω· ἀξία γὰρ ἦν τῆς γνώσεως αὐτοῦ. τοῦ δὲ "ἔγνω" συνετῶς ἀκούειν προσήκει· καὶ τοὺς ἀσυνέτους γὰρ καὶ τὰς τούτων βουλὰς γιγνώσκει· ἀλλὰ δῆλον, ὡς ἐκείνας γιγνώσκων-τὰς τῶν πρεσβυτέρων λέγων κατὰ τὸν Ἀβραάμ-καὶ ἀποδέχεται. 330 ἐκχέων ἀτιμίας ἐπ' ἄρχοντας, #6ταπεινοὺς δὲ ἰάσατο. αὐτοῦ γὰρ τοῦ "καθιστῶντος καὶ μεθιστῶντός" ἐστιν κατὰ μὲν τὸ καθιστᾶν τιμὰς παρ̣έχειν, κατα`̣ δὲ τὸ μεθιστᾶν ἀτιμίαν καταχεῖν· τὸ δὲ ἐκχεῖν τὸ δαψιλῶς τοῦτο ποιεῖν σημαίνει· πολλάκις γὰρ τοῦτο παρετηρήσαμεν, ὡς ἐν τῷ "ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν," ἀντὶ τοῦ «μεγάλως δέδοται» κατὰ τὸ εἰρημένον· "μύρον ἐκκενωθὲν ὄνομά