1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

83

σου," ὅπερ "ἐν πάσῃ τῇ γῇ θαυμαστὸν" γέγονεν κατὰ τὸν ψαλμῳδόν, πρὸ τούτου ἄχρι μόνης τῆς Ἰουδαίας τὴν εὐωδίαν ἐκπέμπον, ὕστερον δὲ ἐπὶ πάντας φθάσαν ὡς λέγεσθαι· "ἐμεγάλυνας ἐπὶ πάντας τὸ ὄνομα τὸ ἅγιόν σου." ἀλλὰ καὶ τὸ "ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα" τῆς πλου σίως διδομένης χάριτος παραστατικὸν ὑπάρχει. λέγει οὖν, ὅτι ὀργῆς ἐπιπεμπομένης κατ' ἀξίαν ἐπ' ἄρχοντας ἔκχυσις ἀτιμίας ἐπ' αὐτοὺς ἔσται τῶν ταπεινῶν ἰωμένων παρὰ θεοῦ· αὐτὸς γὰρ ἐξ ἐντίμων ἀτίμους ποιεῖ, ἐκ πενήτων πλουσίους, ἐξ ἀσθενῶν δυνα331 τοὺς κατὰ τὸ "ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνιστῶν πένητα." ἐὰν δὲ ταπεινοὺς λάβῃς τοὺς κατὰ γνώμην καὶ προαίρεσιν, τούτους "εἰς ὕψος ποιῶν" ἰάσατο τὴν δοκοῦσαν συντριβὴν ἐκ τοῦ ἐξευτελίζεσθαι καταστήσας κατὰ τὸ "ὁ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα." οὕτω γοῦν λέγει· "ταπεινώθητε οὖν ὑπὸ τὴν χεῖρα τοῦ θεοῦ τὴν κραταιάν, ἵν' ὑμᾶς ὑψώσῃ ἐν καιρῷ." καὶ πάλιν· "κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν." τοὺς γὰρ τὴν τῆς ταπεινοφροσύνης ἀρετὴν κατορθώσαντας εἰσάγει εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· αὐτὸς γάρ ἐστιν, περὶ οὗ εἴρηται· "καὶ τοὺς #6ταπεινοὺς τῷ πνεύματι σώσει." ἀνακαλύπτων βαθέα ἐκ σκό#6τους. εἰπὼν τὰ περὶ τῆς δημιουργίας καὶ προνοίας διέξεισιν καὶ τὰ περὶ προγνώσεως καὶ τοῦ ἀναποδράστου αὐτοῦ ὡς καὶ τὰ ἐν ἀποκρύφῳ πραττόμενα ἐπισταμένου. τούτῳ ὅμοιον τὸ ὑπὸ ∆αυὶδ λεγόμενον· "κύριε, ἐδοκίμασάς με καὶ ἔγνως με, σὺ ἔγνως τὴν κα332 θέδραν μου καὶ τὴν ἔγερσίν μου, σὺ συνῆκας πάντας τοὺς διαλογι σμούς μου ἀπὸ μακρόθεν·" οὐ γάρ, ὅτε λογίζομαι, γινώσκεις τοὺς διαλογισμούς, ἀλλ' ὥσπερ τῶν πραγμάτων προγνώστης ὑπάρχεις, οὕτω καὶ τῶν διαλογισμῶν. "ποῦ γὰρ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, ἢ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ εἶ ἐκεῖ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατ' ὀρθὸν καὶ κατασκηνώσω εἰς τὰ πέρατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὀδηγήσει καὶ καθέξει με ἡ δεξιά σου." ἀλλὰ καὶ ὑπὲρ ταῦτα ἕτερόν τι λέγει ἐν τῷ "εἶπα· ἄρα σκότος καταπατήσει με," ἀντὶ τοῦ «κρύψει με». ἀλλὰ καὶ τοῦτο πάλιν παιδεύων, ὅτι οὐ δύναται κωλῦσαι τὴν γνῶσιν τοῦ θεοῦ, φησὶν ὅτι "τὸ σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται." ἀνθρώποις μὲν γὰρ ἡ νὺξ διαφορὰν ποιεῖ πρὸς ἡμέραν, σοὶ δέ, ὦ κύριε, καὶ ταῦτα πεφώτισται, ἀντὶ τοῦ «φανερὰ τυγχάνει»· ὅπερ καὶ ὁ ἀπόστολος φανεροῖ λέγων· 333 "πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ." καὶ ἐν τῷ ∆ανιὴλ εἴρηται· "γιγνώσκων πάντα τὰ ἐν τῷ σκότει, καὶ τὸ φῶς μετ' αὐτοῦ ἐστιν," ὅ ἐστιν ὁ ςωτὴρ ἡμῶν, ὃς "φωτίζει πάντα ἄνθρωπον". φανερὰ οὖν αὐτῷ ····· ····· καὶ τὰ ενκατα····· ····· τὰς πράξεις τῶν ἀνθρώπων τὰς ἐν ἀποκρύφῳ καὶ σκότε̣ι γιγνομένας φανερὰς ποι ῶν ὅτε δεῖ. δύναται δὲ καὶ τὰ ἀσαφῆ τῶν λόγων κατὰ τὸ "νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον" ἀποκαλύψαι διὰ φωτισμοῦ ἐν διανοίᾳ γενο#6μένου. ἐξήγαγεν δὲ εἰς φῶς σκιὰν θανά#6του. σκιὰν θανάτου νῦν τὴν κακίαν λέγει τὴν ἐπικεκρυμμένην καὶ ἐνεργουμένην μετὰ δόλου πρός τινος ὡς αὐτὸν λέγεσθαι τὴν σκιὰν τοῦ θανάτου· πολλάκις γὰρ τῷ τῶν ἕξεων ὀνόματι οἱ ἐνεργοῦντες σημαίνονται, ὡς ὁ δίκαιος δικαιοσύνη καλεῖται ἐν τῷ "ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ". καὶ τοὺς ἔχοντας δὲ ἀγάπην ὁ ἀπόστολος τῶι ὀνόματι τῆς ἀγάπης ἐδήλωσεν λέγων· "ἡ ἀγάπη 334 μακροθυμεῖ, οὐ φυσιοῦται, οὐ περπερεύετα̣ι, οὐ λογίζεται τὸ κακόν, πάντα πιστεύει." ταῦτα δὲ οὐ περὶ τῆς ἕξεως λέγει, ἀλλὰ περὶ τοῦ ἔχοντο̣ς τὴν ἀγάπην. εἶτα δὲ πάλιν ἐπιλέγει· "ἡ ἀγάπη οὐδέποτε πίπτει·" καὶ οὐ μέγα ὅτι ἀρετὴ "οὐ πίπτει"· οὐ πέφυκεν ····· ··, ἀλλὰ περὶ τοῦ ἐν ταύτῃ τεθεμελιωμένου λέγει· ἐς ὅσον γάρ τις ἔχ̣ε̣ται αὐτῆς, ἄπτωτός ἐστιν· ἐὰν οὖν λέγῃ "τὴν σκιὰν τοῦ θανάτου εἰς φῶς ἄγειν", οὐ τὴν κακίαν, ἀλλὰ τὸν ἐνεργοῦντα αὐτὴν