1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

84

λέγει κατὰ τὸ "ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ". ὅτε γὰρ σκότος ἦσαν ἐν ἀγνοία ὄντες, σκιὰ θανάτου ἐτύγχανον. ὅτε δὲ μεταγνόντας ἐφώτισεν, τότε ἀπὸ τῆς σκιᾶς τοῦ θανάτου αὐτοὺς ἐξήγαγεν, ἵνα λεχθῇ περὶ αὐτῶν· "ἐν οἷς ἐστε ὡς φωστῆρες ἐν κόσμῳ," οἵτινες "ἀποθέμενοι τὸ ψεῦδος", ὅ ἐστιν «σκότος», "ἀλήθειαν λαλοῦσιν", ὅπερ #6ὑπάρχει φῶς. πλανῶν ἔθνη καὶ ἀπολλύων #6αὐτά. ἡ πλάνη ὁμώνυμός ἐστιν. λέγεται γὰρ καὶ ἡ ἀπάτη πλάνη, λέγεται καὶ ἡ ἀνομία, κατὰ τὸ λεγόμενον· "καὶ ἐγένοντο πλανῆται ἐν τοῖς ἔθνεσιν." πλανᾷ δὲ θεὸς οὐκ ἀσυμφόρως τοῦτο ποιῶν, ἀλλ' ἀπὸ τῆς κακίας ἀποσπῶν. 335 εἰ δὲ καὶ τὸ "π̣αραδοῦναι εἰς ἀδόκιμον νοῦν" πλανᾶν λέγει, καὶ τοῦτο οὐκ ἀσυμφόρως ποιεῖ, ὡς ἔστιν ἀκοῦσαι λε´̣γοντος τοῦ κυρίου· "ἰδοὺ ἐγὼ πλανῶ αὐτήν", ὅ ἐστιν· ἐπεὶ ἐπὶ τὰ κακ̣ὰ τρέπεται, τῆς σωτηρίας ἐπιμελούμενος αὐτῆς διαστρέφει α̣ὐτήν, ἀντὶ τοῦ τὴν εὐοδουμένην ἐν κακοῖς ψυχήν. διαστρέφει̣ δὲ πλάνην χρησίμην αὐτῇ ἐντιθείς. τῷ δ' αὐτῷ τρόπῳ καὶ α̣ὐτὸν τὸν φαῦλον ἢ κολάσει ὑπ̣ο̣βάλλων ἢ διὰ ἐπιστροφ̣ῆς ἀπο̣λλύων τὴν ἐπὶ κακὰ αὐτοῦ ἕξ̣ιν ἀπολλύειν τοὺς φαύλους λέγεται. ἑκατέρως οὖν ὁ θεὸς ἀπόλλυσιν τὰ ἔθνη ἢ τ̣ιμ̣ωρούμενος αὐτὰ ἢ ἀπολλύων τὴν κακίαν αὐτῶν. οὕτω καὶ "ζητῆσαι καὶ σῶσαι τὸ ἀπολω#6λὸς ἐλήλυθεν". καταστρωννύων ἔθνη καὶ καθοδηγῶν #6αὐτά. τῶν τιθεμένων πρόνο̣ι̣αν καὶ λεγόντων θ̣εὸν διοικεῖν τὰ ὅλα διαφορὰ φε´̣ρεται· οἱ μὲν γὰρ λέγουσι τὸ καθόλου διοικεῖν θεόν, οὐ μὴν τὰ καθ' ἕκαστα· ἡ μεῖς δὲ καὶ τοῦτο λέγομεν. χρῶνται δὲ καὶ παραδείγματι τοιούτῳ· ὁ ἀγορανόμος, φασίν, προνοεῖται τῆς πόλεως, τὰ ὤνια δαψιλῆ ποιεῖ, τὴν ἄλλην διοίκησιν οὐ μέντοι φερε 336 ····· ····· ···· τῷ δήμῳ τῆς πόλεως. ····· και`̣ περὶ δημιουργοῦ φασιν ἐκεῖνοι, ὅτι τὰ γένη τῶν ὄντων δημιουργεῖ, οὐ μέντοι τὰ καθ' ἕκαστα. ἡμεῖς δὲ καὶ τοῦτο λέγομεν ἀκούοντες τοῦ "ὅτι σὺ ἐποίησάς με" καὶ "αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με" καὶ "πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε", ὃ ἐκεῖνοι φέρουσι̣ν ἐπ̣ὶ τὸν τρόπον τῆς πλάσεως̣, οὐ μὴν τόνδε ἢ τόνδε σφαλλόμενοι. τὸ «καταστρωννύειν» οὖν τοῦτο δηλοῖ· αὕτη γὰρ ἡ λέξις καὶ ἐπὶ τῶν ἐνγραφομένων τῇ πολιτείᾳ παραλαμβάνεται. ὃ λέγει ἐστὶν ὅτι προνοίᾳ θεου῀̣ εὖ καὶ τεταγμένως ἅπαντα ···εῖται καὶ ἐπὶ τῶν καθ' ἕκαστα τοῦτο ποιῶν· τοῦτο γὰρ δηλοῦται μάλιστα ἐκ τοῦ "καθοδηγῶν αὐτά". οὐ μὴν δὲ ἀλλ' ἐγὼ πρὸς κύριον λαλήσω, ἐλέγξω δὲ ἐναντίον αὐτοῦ, #6ἐὰν βούληται. αἰτιασάμενος αὐτοὺς ὡς σφαλλομένους φησὶν ὅτι "πρὸς κύριον λαλήσω" τὸ εὐπαρησίαστον ἑαυτοῦ δεικνύς. τὸ δὲ "ἐλέγχω ἐναντίον αὐτοῦ" ἀντὶ τοῦ «ἀποδείκνυμι τὰ κατ' ἐμαυτόν, εἰ καθ' ὑπόθεσιν ἤθελεν· οἶδα γὰρ ὅτι αὐτὸς τὴν αἰτίαν τῆς κακώσεως ἐπίσταται». ὅμοιον τούτῳ τὸ "ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ θεόν;" καὶ τὸ "ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν". 337 οὐ μικροῦ δὲ ····· ····· ····· ἀλλὰ τελείου καὶ ὡς ὁ θεὸς ἐν ἀρχῇ ἐμαρτύρησεν "δικαίου καὶ ἀμέμπτου" τὸ λέγειν "πρὸς κύριον λαλήσω" καὶ τὸ "ἐλέγξω δὲ ἐναντίον αὐτοῦ, ἐὰν βούληται". χωρὶς γὰρ τῆς αὐτοῦ βουλήσεως ποιῆσαι τοιοῦτό #6τι οὐ θεμιτόν. ὑμεῖς δέ ἐστε ἰατροὶ #6ἄδικοι καὶ ἰαταὶ κακῶν πάντες. ἄδικος ἰατρός ἐστι κατὰ τὸ πρόχειρον ὁ ἄλλα βοηθήματα παρὰ τὰ συμφέροντα προσάγων τοῖς κάμνουσιν. διττῶς δὲ τοῦτο γίνεται, ἢ ἐξ ἀπειρίας τοῦ ἰατροῦ ἢ κακοηθείας. οὗτοι δὲ οἱ ἐλεγχόμενοι ἔλεγον ἐξ ἀμαθίας μᾶλλον ἢ ἐκ κακουργίας τῷ Ἰὼβ ὅτι «δι' ἁμαρτήματα πάσχεις», οἰόμενοι παρακλήσεως προσάγειν λόγους, ἄδικοι οὖν κατὰ τὸ ἀγνοεῖν τὴν αἰτίαν. τὸ δὲ "ἰαταὶ κακῶν πάντες" εἴη ἂν #6λέγων κατὰ τῶν οἰομένων μεγάλα περὶ ἑαυτῶν ὡς δυναμένων ἰάσασθαι τὰ περιστατικῶς ἑτέροις συμβαίνοντα. εἴη δὲ ὑμῖν κωφεῦσαι, καὶ ἀπο#6βήσεται ὑμῖν εἰς σοφίαν. εὔχεται αὐτοὺς καιρῶν ἐπιστήμην ἔχειν ὅτε δεῖ λαλοῦντας καὶ ὅτε δεῖ σιωπῶντας, ἐγνωκότας ὅτι σφάλλονται· τοῦτο γὰρ αὐτοῖς σοφίας ἀρχὴ καὶ προοίμιον γενήσεται. εἰ γὰρ μάθοιεν, ὅτι ἔστι καὶ ἑτέρως θλίβεσθαι ὑπὲρ τοῦ