1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

87

αὕτη οὐ πάθος θεοῦ ἐστιν· εἴρηται γάρ· "ἐξαπέστειλας τὴν ὀργήν"· πάθος οὐκ ἐξαποστέλλεται· ἀποβήσεται δὲ ὑμῖν τὸ γαυρίαμα ἴσα σποδῷ. τὴν μετὰ τὴν ὀργὴν τῶν ἁμαρτανόντων κατάστασιν ἐνφαίνει ὁ λόγος, εὐτελιζομένων αὐτῶν ἐν τῇ φανερώσει τῇ διὰ τῆς ὀργῆς γινομένῃ καταπινούσης τὸ οἴημα τῶν λαθραίως κρινόντων. ὅτι δὲ τὴν εὐτέλειαν ἡ σποδὸς δηλοῖ, ἔστιν ἐξ ἑνὸς τῶν δώδεκα προφητῶν μαθεῖν λέγοντος· "καὶ καταπατήσετε ἀνόμους καὶ ἔσονται ὡς σποδὸς ὑπὸ τοὺς πόδας ὑμῶν." ἡ γὰρ σποδὸς καυστόν τί ἐστιν ἀπολέσαν τὴν ἰδίαν δύναμιν. ἀμέλει γοῦν ἀπειλὴ ἐν τῷ ∆ευτερονομίῳ περὶ καύσεως φέρεται ὡς διὰ τοῦ τῶν καρπῶν ἐμποδιζομένων διὰ τὸ ἀπολωλεκέναι τὴν γῆν τὴν ἑαυτῆς δύναμιν. 346 ἔστι δὲ ἐπ' ὠφελείᾳ τινὸς τὰ ἁμαρτήματα τεφροῦσθαι· καθάπερ ἄκανθαι καὶ τρίβολοι καυθέντες οὐκ ἐλαχίστην ἐπιφέρουσιν βλάβην, οὕτω καὶ τὰ ἁμαρτήματα, εἰ καίεται κατὰ τὸ εἰρημένον "καυθήσεται ὡς πῦρ ἡ ἀνομία καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρός", οὐκ̣έτι τὴν ψυχὴν λυμαίνετ̣αι̣, ἀλλ' εἰς μετάνοιαν ἐκκαλε̣ι῀̣τ̣α̣ι̣ κατὰ τὸ ἐν εὐαγγελίῳ εἰρημένον· "εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν." εἰ γάρ τις δέχεται ἐν τῇ διανοίᾳ τὸ σωτήριον π̣υ῀̣ρ, π̣ε̣ρὶ οὗ εἶπεν ὁ Σωτήρ· "πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν καὶ τί θέλω, εἰ ἤδη ἀνήφθη", τὰς μὲν προτέρας ἁμαρτίας τεφροῖ· καθήμενος δέ, ἀντὶ τοῦ «ἀργήσας ἀπὸ τοῦ ἁμαρτάνειν», εἰς μετάνοιαν τρέπεται αὐστηρόν τινα βίον ἑλόμενος καὶ ἐπίπονον. τὸ δὲ σῶμα πήλινον. ὁ ἄνθρωπος σύνκειται ἐκ ψυχῆς καὶ σώματος. καὶ ἔστιν ὅτε δουλαγωγεῖται τὸ σῶμα ὑπὸ τῆς ψυχῆς καὶ τρόπον τινὰ οὐκέτι πήλινόν ἐστιν ἀγόμενον †ὑποκειμένη μετὰ λογικὰ† ὑπηρετοῦν λοιπὸν ψυχῇς σὺν λόγῳ καὶ σὺν 347 νῷ ἐνεργούσῃ. ὅτ̣αν δὲ μηδὲν φροντίσῃ τις τῆς σ̣ωτηρίας αὐτοῦ τῆς ψυχῆς πρὸς κ̣ακίαν τραπεὶς καὶ τῇ σαρκὶ λοι̣πὸν δουλεύῃ ποιῶν τοιαῦτα, ἃ οὐδὲν διαφέρει ἀλόγου ζῴου, δείκνυσιν, ὅτι αὐτοῦ τὸ σῶμα πήλινόν ἐστιν ὡς οὐδὲν βοηθούμενον ἀπὸ τῶν ψυχικῶν κινημάτων. ἑτερούσιον γάρ ἐστιν τὸ σῶμα παρὰ τὴν ψυχήν, ὡς αὐτὸς ὁ Σωτὴρ ἐδίδαξεν λέγων· "μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι." ἐπεὶ τὸ σῶμα ἀνθρώπου δύνανται ἀποκτεῖναι, τὴν ψυχὴν δὲ οὐ´̣, σα̣φὲς ὅτι οὐχ ἡ αὐτὴ οὐσία ψυχῆς καὶ σώματός ἐστιν. ὅταν τοίνυν ἐμποδισθῇ ἡ ψυχὴ τῶν ἰδίων καὶ οἰκείων ὁρμῶν, τότε ὁ ἄνθρωπος ὡς πήλινον σῶμα φαίνεται, οὐ τῆς ψυχῆς εἰς σῶμα μεταβαλλούσης, ἀλλὰ τῷ τὰς πράξεις αὐτῆς οὐκέτι εἶναι οὐρανίους, ἀλλὰ σωματικάς, καθὰ καὶ "τοὺς κατὰ σάρκα περιπατοῦντας" καὶ "κατ' ἄνθρωπον" ἀνθρώπους καλεῖ ὁ Παῦλος τῷ ἀνθρωπίνας ἔχειν καὶ μὴ θείας ἐνεργείας λέγων. εἴρηται γοῦν π̣αρὰ τοῦ μακαρίου Παύλου πρὸς ὅλους τοὺς τοῖς σωματικοῖς ἑαυτοὺς ἐπιδεδωκότας καὶ διὰ τοῦτο ἀνθρωπί348 νους ὄντας· "ὅπου γὰρ ἔρις ἐν ὑμῖν, οὐ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;" ὅτε δὲ "ἐπὶ γῆς περιπατοῦντες ἐν οὐρανῷ τὸ πολίτευμα ἔχουσι" καὶ "φοροῦσι τὴν εἰκόνα τοῦ ἐπουρανίου", ····· ···· οὐκ εἰσὶν πήλινον σῶμα· κωφεύσατε, ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ. αὐτ̣ο̣ὺς̣ ε᾿̣πιστῆσαι τοῖς παρ' αὐτοῦ ἐπιφερομένοις προτρεπόμενος ταῦτά φησιν ἐπάγων τὴν αἰτίαν ἐν τῷ λέγειν· "καὶ ἀναπαύσωμαι θυμοῦ" παιδεύων ὁ´̣τ̣ι, ει᾿̣ διορθώσεως τύχοιεν ἐκ τοῦ συνκεχωρηκέναι αὐτῷ λέγε̣ιν, ἀναπαύσεται αὐτοῦ τοῦ θ̣υμ̣ο̣υ῀̣, ο̣ὗ εἶχεν δικαίως κατὰ τῆς ἀν̣ο̣ίας αὐτῶν ὀργιζόμενος οὐκ ε᾿̣μπαθῶς, ἀλλ' ὡς ἂν ἔκειτο ὁ νόμος κατὰ τῶν ἁμαρτανόντων ὀργίζεσθαι. σημαίνει δὲ τὸ τῆς κωφώσεως ὄνομα τὴν σιωπὴν ὡς ἐν τῷ "ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ εἶ ὁ ποιήσας με". τὸ γὰρ μὴ λαλῆσαι κώφωσιν λέγει. καὶ πάλιν· "ἐν τῶι συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησαν ἐξ ἀγαθῶν." ὅταν γὰρ ὁ ἁμαρτωλός, ὅστις ἐστὶν ὁ διάβολος, πείσας ψυχὴν ἁμαρτάνειν 349 σ̣τῇ κατενώπιον