1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

88

αὐτῆς ὀνειδίζων αὐτῇ, "ἐχθρὸς ὑπάρχων καὶ ἐκδικητής", τότε αἰσχυνομένη σιωπᾷ κώφωσιν ἀναδεχομένη. λέγει οὖν ὅτι «ἐπέχετε τὴν πολυλογίαν», ἵνα διὰ τοῦ αὐτὸν εἰπεῖν παίδευσις αὐτοῖς ἐνγένηται. ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν. τρόπον τινὰ ὑπαναπαύει αὐτούς. ἐπεὶ γὰρ αὐ τὸς ᾐτιάσατο αὐτοὺς πρότερον ὡς "παρακλήτορας κακῶν" ὄντας-οὐ γὰρ παρεκάλουν ὡς ἔδει, ἀλλὰ μᾶλλον τὴν λύπην ἤγειρον καὶ τὴν ὀδύνην τοῦ δῆθεν παρακαλουμένου-, λέγει ὅτι «"ἀναλαμβάνω τὰς σάρκας μου τοῖς ὀδοῦσιν", οὐκέτι καθ' ὑμῶν ὀργίζομαι, ἀλλὰ κατ' ἐμαυτοῦ». ἐξομαλισθείη οὕτως τὸ τῶν σαρκῶν ὄνομα. πολλάκις γάρ, ὅτε τις ἀπαγγεῖλαι βούλεται ἑαυτῷ συντριβὴν γεγενημένην, τῶν σαρκῶν μνημονεύει καθὸ εἴρηται· "ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου," ἀντὶ τοῦ «τοῦ κακῶσαί με»· οὐ γὰρ τὰς σάρκας αὐτοῦ τὰς ὑπὸ δέρμα ἦσαν φαγόντες, ἀλλὰ θλίψαντες αὐτόν. ὅμοιον τούτῳ καὶ τὸ "ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς" δηλοῦν τὴν σφο350 δρὰν ἐπίθεσιν τῶν βιαζομένων. λέγοι ἂν ὅτι «"ἐγὼ τὰς σάρκας μου τοῖς ὀδοῦσιν ἀναλαμβάνω." οὕτω τρέφομαι τὰς ὀδύνας μου. καὶ ὥσπερ τροφὴ ἀναλαμβανομένη εἰς τοὺς ὀδόντας λεπτύνεται καὶ τὸ ἐπωφελὲς αὐτῆς δείκνυσιν, οὕτω καὶ τὰς ὀδύνας μου τρεφόμενος καὶ τὰς ἐκ τούτων κακώσεις ἕψων αὔξησιν ὠφελείας δέχομαι.» εἰ δὲ τὴν καρτερίαν ἐμφαίνει διὰ τοῦ λέγειν "ἀναλαβὼν τὰς σάρκας τοῖς ὀδοῦσιν", ἀντὶ τοῦ «τῆς κακώσεως οὐδὲν φροντίσας», συνεπίσκεψαι. ψυχὴν δέ μου θήσω ἐν χειρί, ἐάν με χειρώσηται #6ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται. συν φώνως τῷ "ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν" ἐκλημπτέον καὶ τὸ "ψυχὴν δέ μου θήσω ἐν χειρί", ἵν' ᾖ λέγων ὅτι «καὶ τῆς ψυχῆς τῆς ἐμαυτοῦ καταφρονῶ ὑπὲρ τοῦ τινα ὠφέλειαν ὑμᾶς ὠφελῆσαι ὑποκείμενος τῷ χειρουμένῳ με καὶ ἤδη τούτου ὑπαρξαμένῳ» δηλῶν τὸν θεὸν τὸν τῷ ἐξαιτήσαντι αὐτὸν συνκεχωρηκότα. «ἕτοιμος οὖν εἰμι θανάτῳ ἐκδοθῆναι.» εἰ δὲ τὴν εἰς αὐτὸν μέλλουσαν μεταβολὴν ἔσεσθαι 351 τοῦτο λέγει, σκοπῆσαι ἄξιον ἐννοοῦντα, μὴ ἀντίκειται τὸ "ἐπεὶ καὶ ἦρκται", δυνάστην καλῶν τὸν θεὸν διὰ τὸ ῥύεσθαι ἐκ τῶν καταπονούντων· ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ, καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν. δι' ὅλων σπουδὴ αὐτῷ ἐστιν παιδεῦσαι τοὺς φίλους τὴν αἰτίαν τῶν ἐπιπόνων, ἵνα κερδήσῃ αὐτοὺς μὴ ἐναντία δοξάζειν. σωτηρίαν γὰρ ταύτην ἐλογίζετο τὸ τούτους γνῶναι τὸν καὶ περὶ τούτου τῆς προνοίας λόγον, ὅντινα φανερῶσαι βουλόμενος ἔλεγεν τὸ "καὶ ἐλέγξω"· πολλάκις γὰρ ὁ ἔλεγχος τὴν ἀπόδειξιν σημαίνει, καθὸ καὶ Παῦλός φησιν· "τὰ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται," καὶ πάλιν δὲ "πίστις ἐστὶν ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων", ἀντὶ τοῦ «ἀπόδειξις». οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται. τὸ ἀψευδὲς αὐτοῦ παραστῆσαι βουλόμενος καὶ τὸ εὐλαβὲς λέγει ὅτι «ἃ λ̣ε´̣γω θεοῦ ὁρῶντος φθέγγομαι. οὐ γὰρ οἷόν τε ἀπάτην τινὰ γενέσθαι θεῷ, ὡς δόλον εἰσελθεῖν ἐνώπιον αὐτοῦ.» τοῦτο δὲ δι̣ττ̣ῶς ἂν νο352 ηθείη τῇ τοῦ ὁμοίου παραθέσει, ὅπερ οὕτως ἔχει εὐαγγελικὸν ὑπάρχον· "καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν." ἠ`̣ γὰρ συνσκιάζον λύεται μὴ ὑφιστάμενον τοῦ φωτὸς τῇ παρουσίᾳ, ἠ`̣ ὅστις ἀπάτην προσάγει ἐπὶ τῷ ἐγγὺς τοῦ φωτὸς γενέσθαι ἀποστρέφετα̣ι̣ λυομένης τῆς ἀπάτης̣, και`̣ ὅλως οὐ καταλαμβάνει. π̣ᾶσα γὰρ τῶν ἀπατώντων καὶ μηχανωμένων ἀνόνητος ἡ σπουδή· οὐ γὰρ καταλήμψονται τῆς ἀληθείας τὸ κάλλος. δόλος οὖν οὐκ ἐγγίζει τῆι πηγῇ τῆς ἀληθείας διὰ τὸ μὴ τολμᾶν τοὺς χρω̣μ̣ε´̣νους αὐτῷ αὐτῇ αὐτὸν προσαγαγεῖν. καὶ ἄλλως δόλος οὐκ ἔστιν ἐν θεῷ· οὐ γὰρ πε´̣φ̣υκεν̣ ἐν αὐτῶι γίνεσθαι. "πιστὸς γὰρ ὁ θεὸς καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ." καὶ πάλιν· "εἰ ἀρνησόμεθα, αὐτὸς πιστὸς μένει." ἄτρεπτος γάρ ἐστιν καὶ ἀναλλοίωτος. ἀκούσατε, ἀκούσατε τὰ ῥήματά μου· ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων. ἐπαναδιπλασιάζει τὸ ῥῆμα, ἵνα βεβαίως αὐτοὺς πρὸς τὸ