1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

89

ἀκοῦσαι καλέσῃ. ἔνεστι γάρ ποτε πληγείσης τῆς ἀκοῆς τῇ φωνῇ διὰ τὸ μὴ προσέχειν τὸν νοῦν μὴ ἀκηκοέναι. διὰ τοῦτο ὁ Σωτὴρ διεγείρων τοὺς ἀκούοντας εἰς τὸ γνησίως ἀκούειν ἔλεγεν· "ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω." καὶ πά353 λιν πρὸς ἄλλους μὴ προσέχον τας λέγει· "οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε," καὶ ἑρμηνεύων πως ἐπάγει· "οὔτε τὸν λόγον αὐτοῦ ἔχετε ἐν ὑμῖν μένοντα", ὅπερ συνέβαινεν̣, εἰ γνησίως ἤκουον. οὕτως δὲ καὶ ὁ μακάριος Ἰὼβ προευτρεπίσαι αὐτῶν τὴν ἀκοὴν βουλόμενος ἔλεγεν τὸ «"ἀκούσατε"· οὕτω γὰρ ὑμῶν εὐτρεπισθέντων εὐδοκῶ λέγειν», σοφοὺς ἀκροατὰς αὐτοὺς γενέσθαι βουλόμενος· "οὖς γὰρ ἀκροατοῦ ἐπιθυμία σοφοῦ." ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου. διδασκαλίας ἀρχὴν αὐτοῖς καὶ νῦν καταβάλλεται παιδεύουσαν, ὅτι οὐ δι' ἁμαρτίας, ἀλλὰ διὰ ἀγῶνα αὐτῷ παθεῖν κέκριται οὕτως ὡς καὶ τὸν καιρὸν εἰδέναι, καθ' ὃν λήξει τὸ κρίμα. οἶδα ἐγώ, ὅτι δίκαιος ἀναφανοῦμαι. τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι, #6ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω; οὐκ ἀλαζονείᾳ τοῦτό φησιν, ἀλλὰ πρὸς τὸ παιδεῦσαι αὐτοὺς μὴ ἑτέραν παρὰ τὴν ἀληθῆ διάλημψιν ἔχειν περὶ αὐτοῦ. ἐσθότε γάρ τις περὶ ἑαυτοῦ λέγει χρηστὰ μὴ προθέμενος τοῦτο ποιεῖν, ὅταν ἄλλως ᾖ διαθέμενός τις περὶ αὐτόν. φέρε γὰρ εἴ τις ἐγκεχειρισμένον 354 τινὰ διακονίαν εἰς τοὺς δεομένους ἀποπληρῶσαι, εἰ διαβάλλοι ὡς σφετεριζόμενόν τι, οὐκ ἂν αἰτιασαίμεθα ἐν ἀπολογίας εἴδει λέγοντα ὅτι «τὰ ἡμέτερα πάντα παρέσχον δεομένοις», πρότερον τοῦτο μὴ εἰρηκότα. οὕτως οὐδὲν αἰτιατέ ον τὸν Ἰὼβ οὐ φιλαυτίας, ἀλλὰ τῆς εἰρημένης αἰτίας ἕνεκα ταῦτα λέγοντα καὶ μετὰ παρρησίας καθαρᾶς λέγοντα· "τίς ἐστιν ὁ κριθησόμενός μοι ἵνα κωφεύσω", ἀντὶ τοῦ «σιωπήσω», "καὶ ἐκλείψω;", ἀντὶ τοῦ «παύσομαι λέγων». δυεῖν δέ μοι χρήσει· τότε ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι· τὴν χεῖρα ἀπ' ἐμοῦ ἀπέχου, ὁ δὲ φόβος σου μή με καταπλησ#6σέτω. τὸ ἀσαφὲς τῶν προκειμένων οὕτως ἂν ἐξομαλισθείη λέγοντος αὐτοῦ ὅτι «εἰ ὡς οἱ φίλοι λέγουσιν οὕτω μοι χρήσει ὡς φαῦλον δεικνύς, "ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι", εἰ δὲ ὡς ἐγὼ λέγω, "τὴν χεῖρα ἀπ' ἐμοῦ ἀπέχου καὶ ὁ φόβος σου μή με καταπλησσέτω". « κρύπτεται δ' ἀπὸ προσώπου τοῦ θεοῦ πᾶς ὁ ἁμαρτάνων ἀνάξια αὐτοῦ ἐνεργῶν, καθὰ καὶ Ἀδὰμ ἐκρύπτετο ἀπὸ προσώπου τοῦ θεοῦ. 355 τούτῳ ἐναντίον ἐστὶν τὸ ὑπὸ θεοῦ κατακρύπτεσθαι κατὰ τὸ εἰρημένον· "κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου ἀπὸ ταραχῆς ἀνθρώπων." σωτήριον καὶ τοῦτο σκεπάζοντος τοῦ θεοῦ τὸν σπουδαῖον, ἵνα μὴ ταραχαῖς ἀνθρωπίναις ἐκπέσῃ. ἀπόκρυφον δὲ τοῦ προσώπου τοῦ θεοῦ εἴη ἂν τὰ μυστικὰ θεωρήματα ἀντιδιαστελλόμενον πρὸς τὸ φανερόν. τὸ γὰρ ἐξ ἔργων τῆς προνοίας καὶ τῶν δημιουργημάτων θεὸν ὁρᾶν οὐκ ἔστιν ἐν ἀποκρύφῳ, ἀλλ' ἐν τῷ φανερῷ. εἴρηται· "διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ θεὸς γὰρ αὐτοῖς ἐφανέρωσεν. τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται." τὸ κατακρύπτεσθαι οὖν, ὡς προείρηται, ὑπὸ θεοῦ σωτήριον, τὸ δὲ κρύπτεσθαι αὑτὸν κατὰ τὸν Ἀδὰμ ἀλυσιτελές, οὗ μὴ γινομένου διὰ τὸ μὴ ὑποκεῖσθαι ἁμαρτίᾳ φησίν· "τὴν χεῖρα ἀπ' ἐμοῦ ἀπέχου" καὶ τὰ ἑξῆς, «ἵν' οὗτοι παιδευθῶσιν, ὅτι οὐ δι' ἁμαρτίας τοῦτο πάσχω. « οἱ γὰρ φίλοι οὐδὲν ἕτερον διενοοῦντο ἢ ὅτι δι' ἁμαρτίας πάσχει. 356 εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι· ἢ λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν. διὰ πλειόνων ἑαυτοῦ τὴν πρὸς θεὸν παρρησίαν γνωρίζει, ἵν' ἐν τούτῳ ἀναγάγῃ αὐτοὺς εἰς τὴν ἀληθῆ τῶν περὶ αὐτὸν συμβαινόντων γνῶσιν. καὶ γὰρ παραστατικόν ἐστιν τοῦτο τοῦ εἶναι αὐτὸν δίκαιον. ἔχεις δὲ τοῦτο καὶ περὶ τοῦ ἱεροφάντου Μωσέως καταξιωθέντος λαλεῖν πρὸς αὐτὸν ἐν τῷ "Μωυσῆς ἐλάλε̣ι καὶ ὁ θεὸς ἀπεκρίνετο αὐτῷ φωνῇ". οὐ δεῖ δὲ τὴν ἀπόκρισιν τὴν πρὸς θεοῦ γινομένην ψιλὴν φωνὴν οἴεσθαι, ἀλλ' ἐνεργείας θείας, ἐξ ὧν εὐπαρησιάστως πρὸς θεὸν λαλεῖ. πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ ἀνομίαι μου;