1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

90

δίδαξόν με, τίνες εἰσίν. πάλιν δι' ἐκείνους τὰ τοιαῦτα λέγει, ἵν' ἐκεῖνοι μάθωσιν, ὅτι ὁ ἔχων ἁμαρτίας καὶ ἀνομίας οὐ λέληθεν θεόν. καὶ αὐτὸς δὲ εἰπὼν τὸ "οἶδα ὅτι δίκαιος ἀναφανοῦμαι" πρὸς τοὺς φίλους πρὸς θεὸν εὐλαβῶς λέγει ὅτι "σύ με δίδαξον, πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου". ὅμοιον τούτῳ τὸ "οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι, ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν". καλὸν δὲ καὶ τὸ μανθάνειν 357 τὰ σφάλματα, ἵνα ἐκ τούτων ἐκτρεπώμεθα. διὰ τί ἀπ' ἐμοῦ κρύπτῃ, ἥγησαι δέ με ὑπεναντίον σου; καὶ τοῦτο πρὸς τὴν ἐκείνων διάλημψιν· οὐ γὰρ ἐκρύπτετο ἀπ' αὐτοῦ θεὸς ἐνοικῶν ἐν αὐτῷ, ἀλλὰ διὰ τὸ ἐκείνους τοῦτο οἴεσθαι καὶ ταῦτα εἴρηται. «τοῦτο γὰρ οὗτοι νομίζουσιν, ὅτι ὑπεναντίος μου τυγχάνεις, νομίζοντές με δι' ἁμαρτίας πάσχειν.» ἢ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσει ἢ ὡς χόρτῳ φερομένῳ ὑπὸ #6πνεύματος ἀντίκεισαί μοι; τὸ ὅλον τῆς νοήσεως οὕτως ἂν εἴη· «διὰ τί με ἀποκρύπτῃ ἡγούμενός με εἶναι ὑπεναντίον σου καὶ φύλλον ὑπ' ἀνέμου κινούμενον καὶ χόρτον ὑπὸ πνεύματος φερόμενον;» ἅπερ παραστατικὰ τυγχάνει εὐμεταβόλου τρόπου καὶ φαυλότητος κατὰ τὸ ὑπὸ τοῦ Σωτῆρος λεγόμενον περὶ Ἰωάννου· "τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;"- ἀντὶ τοῦ «εὐκαταφρόνητόν τινα καὶ ὑπὸ τοῦ τυχόντος μεταπίπτοντα». ταῦτα δέ, ὡς καὶ πρότερον εἴρηται, πρὸς τὴν τῶν φίλων διάλημψιν ὁ Ἰὼβ λέγει. 358 ὅτι κατέγραψας κατ' ἐμοῦ κακά, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας. σαφὲς ὅτι πρὸς τὴν ἐκείνων ὑπόλημψιν λέγει· "κακὰ" γὰρ νῦν τὰς κακώσεις φησίν. τοῦτο γὰρ νομιζόντων τῶν φίλων, ὅτι δι' ἁμαρτίας πάσχει, αὐτὸς τῷ "κατέγραψας κατ' ἐμοῦ κακὰ" συνῆψεν τὸ "περιέθηκας δέ μοι νεότητος ἁμαρτίας" σημαίνων ὅτι «ἐξ ὧν οἱ φίλοι μου κατατρέχοντές μου διάκεινταί με δι' ἁμαρτίας πάσχειν, ἑπόμενον ἔχουσι τὸ νομίζειν, ὅτι αἱ τῆς νεότητος ἁμαρτίαι νῦν μοι περιετέθησαν». ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι. οὐ κατὰ βούλησιν τὴν ἑαυτοῦ ταῦτα λέγει, ἀλλὰ πρὸς τὸν ὑποτιθέμενον, ὅτι πᾶς θλιβόμενος ἁμαρτὼν τοῦτο ὑφίσταται. ἐξομαλιζόμενον δὲ οὕτως ἂν εἴη· «τὴν πορευτικήν μου δύναμιν, καθ' ἣν κατορθῶ, ἑτέρως παρ' ἐκείνων ὑπονοουμένην ὡς ἁμαρτόντος μου καὶ διὰ τοῦτο περιστάσεσιν κοινωνοῦντος ἐν κωλύματι ἔθηκας.» τρόπον γάρ τινα αὐτὸς τοῦτο ἐνήργησεν ἐκδοὺς αὐτὸν τῷ αἰτησαμένῳ, ἐξ οὗ συνέβη ἐν κωλύματι τεθεῖσθαι 359 αὐτοῦ τὸν πόδα, π̣αρ' αὐτοι῀̣ς ὡς εἴρηται κωλυόμε̣νον ἐξ ἁμαρτιῶν, μὴ βουλομένων αὐτῶν τὴν προκοπὴν τοῦ δικαίου, ἥτις ἐστιν πούς, ὀρθῶς ἐκλαμβάνειν. ὅτι δὲ σύνηθες τ̣ῇ γραφῇ καὶ τὰ ἀπὸ γνώμης συνιστάμενα τοῦ ἐνεργοῦντος ὡς παρὰ θεοῦ λέγειν διὰ τὸ συνκεχωρηκέναι, σαφὲς ἔσται σοι ἐκ τοῦ "παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας" καὶ "εἰς ἀδόκιμον νοῦν" καὶ "ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν". εἰ δὲ καὶ διὰ τ̣ὴν ὁλοσώματον κάκωσιν μηκέτι συνχωροῦσαν αὐτῷ αὐτουργεῖν τὰ πρὸς τὰς χρείας ἢ τῶν δεομένων ἢ ἄλλων τινῶν-καθὰ καὶ εἴρηκεν. "θύρα μου δὲ παντὶ ἐλθόντι ἠνέῳκτο"-τοῦτο ἔλεγεν, συνεπίσκεψαι, ὅπερ οὐκ ἠγνόει διὰ ἀγῶνα αὐτῷ γεγενῆσθαι. πολλὰ γὰρ διὰ τὸ συμφέρον τοιαῦτα θεὸς ποιεῖ, ὡς ἐκ τῶν κατὰ τὸν λαὸν α̣υ᾿̣τοῦ ἔστιν μαθεῖν, ὃν διήγαγεν ὁ θεὸς διὰ τῆς ἐρήμου †εξον† διὰ τριῶν ἡμερῶν χρησίμως, ἵνα μὴ ταχεῖαν οἰηθῶσιν τὴν εἰς Αἴγυπτον ὑποστροφήν. κατανόησον δέ, μήποτε καὶ τὴν πρὸς σῶμα κοινωνίαν β̣άρος οὖσαν καὶ δι' οἰκονομίαν ἀπόρρητον γινομένην τοῦτο λέγει 360 ὡς τῆς ἄκρας καθαρότητος μὴ ἐπιτελουμένης. τοῦτο δὲ πάλιν ἔκ τινος αἰτίας· οὐ γὰρ ἡμᾶς, οὐ γὰρ τὸν θεὸν αἰτιατέον. ἐφύλαξας δέ μου πάντα τὰ ἔργα. οἶδεν ὁ μακάριος τὸ ὑπὸ τοῦ ∆αυὶδ εἰρημένον ἅγιος ὤν, ὅτι ὁ θεὸς οὐ παρατηρεῖται πάσας τὰς ἀνομίας τῶν πταιόντων, ἀλλὰ παιδεύων ἐκείνους πάλιν, δι' ἣν αἰτίαν πάσχει-ὅτι δι' ἀγῶνα-, τὸ προκείμενον εἴρηκεν ὡς πάντα αὐτοῦ τὰ ἔργα φυλάξαντος καὶ οὕτως ἐπαγαγόντος αὐτῷ τὰ