1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

91

ἀνιαρά, ἵνα ἐκ τούτου ἐννοήσωσιν, ὅτι τὸ μέγεθος τῶν τοσούτων ἐπαγωγῶν οὐ διὰ ἁμαρ τίας ἐστίν, ἀλλὰ διὰ ἀγῶνα καὶ σκοπὸν ἀνδρείας. τὸ "ἐφύλαξας" ἐνταῦθα οὐκ ἀντὶ τοῦ «ἐτήρησας», ἀλλὰ «παρετηρήσω». εἰ δὲ καὶ "νεότητος ἁμαρτίας" ἑαυτοῦ λέγει καὶ τὸ "ἐφύλαξας δέ μου πάντα τὰ ἔργα" ἔμφασιν παρέχων ὡς ἁμαρτήσας, οὐ ξενιστέον· καὶ γὰρ πάντες οἱ ἅγιοι καὶ μετριότητος ἕνεκεν καὶ εὐγνωμοσύνης προφέρονται τοιαύτας φωνάς, καθὰ οἱ ἐν τῇ καμίνῳ ἄνδρες καὶ ὁ μακάριος ∆αυὶδ λέγων· "ἁμαρτίας νεότητός μου καὶ τὰς ἀγνοίας μου μὴ μνησθῇς." εἰς δὲ ῥίζας τῶν ποδῶν μου ἀφίκου. ἀντὶ τοῦ «ἠκρίβωσας πάντα 361 τὰ κατ' ἐμὲ οὕτως ὡς τὰς ῥίζας, τουτέστιν καὶ τὰς αἰτίας καὶ τὰς ἀρχὰς τῶν διαβάσεών μου τῶν πρακτικῶν, ἐπιτηρῆσαι ἵνα μοι κόλασιν ἐπαγάγῃς». τοῦτο δὲ πάλιν κατὰ τὴν ἐκείνων ὑπόλημψίν φησιν. ὃ παλαιοῦται ἴσα ἀσκῷ ἢ ὥσπερ ἱμάτιον σητόβρωτον. «ἐκείνων,» φησίν, «κατὰ τούτους ἐμνήσθης τῶν φθασάντων ἁμαρτημάτων, ἅπερ πεπαλαίωται ἴσα ἀσκῷ.» ἀσκὸς δὲ παλαιωθεὶς ἀνενέργητός ἐστιν πρὸς τὴν χρείαν ἣν κατεσκεύασται· οὐ γὰρ κατέχει τὰ ἐμβαλλόμενα ὑγρά. οὕτω δὲ καὶ τὰ τῆς νεότητος πεπαλαίωται ἁμαρτήματα καὶ ὡς ἱμάτιον σητόβρωτον οὐκέτι παρέχον τὴν χρείαν. παλαιοῦται δὲ ἁμαρτήματα, ὅταν αὐτὰ διαδέξηται ἀρετή· ᾗ ἐνεργούμενα γὰρ ἀεὶ νεάζει, κἂν πολυχρόνιος ὑπάρχῃ ὁ ἐνεργῶν αὐτά, νεώ τερος καὶ αὐτὸς ἐκ τοῦ νεωτεροποιοῦ ἤθους καλούμενος. βροτὸς δὲ γεννητὸς γυναικὸς ὀλιγόβιος καὶ πλήρης ὀργῆς. βούλεται αὐτοῖς παραστῆσαι τὴν αἰτίαν τῆς κακώσεως ἑαυτοῦ συνκρινόντων αὐτῶν τὸν ὄγκον τῆς ἐπαγωγῆς καὶ τὸν ἀνθρώπινον βίον· διεξελθὼν γὰρ ὅτι «"τὰς τῆς νεότητος ἁμαρτίας μοι περιέθηκας" καὶ "ἐφύλα362 ξάς μου πάντα τὰ ἔργα" οὕτως ὡς τοσαῦτά μοι ἐπιπέμψαι», ἐπάγει ὡσανεὶ παραστατικὸν τοῦ μὴ οὕτως ἔχειν τὸ πρᾶγμα τὸ "βροτὸς δὲ γεννητὸς γυναικὸς ὀλιγόβιος καὶ πλήρης ὀργῆς". τῷ δὲ ὀλιγοβίῳ καὶ πλήρης ὀργῆς δ̣ιὰ τὸ μοχθηρὸν τοῦ βίου οὐκ ἂν ἐπήγαγε τοσαύτην κόλασιν, εἰ μὴ ἀγῶνος χάριν ἐτύγχανε. τὴν γὰρ ἀγαθότητα τοῦ θεοῦ εἰ συνέβαλλον καὶ τὸ τῶν ἀνθρώπων ὀλιγόβιον, οὐκ ἂν ἔτι ὡς δι' ἁμαρτίας ταῦτα πεπονθότα ἐλογίζοντο. ἐπίσκεψαι δέ, μήποτε καὶ τοιαύτην ἔχει διάνοιαν· ὁ μὴ γεγενημένος θεὸς δι' α᾿̣ρετήν, ἀλλ' ἐν τῇ ἀνθρώπου καταστάσει μένων, οὗτος ἐν ὀργῇ ἐστιν καὶ ὀλιγόβιος τρόπον τινὰ "ἐν ταύτῃ τῇ ζωῇ μόνῃ ἠλπικώς". ὁ δὲ πιστεύων εἰς τὸν Σωτῆρα ὥστε ἐκ τούτου γενέσθαι θεὸς ο᾿̣ργῇ ἐκ τούτου οὐχ ὑπόκειται τῇ κατὰ κόλασιν, κἂν θλίβηται, ὀργῆς καλουμένης τῆς θλίψεως ἑτέρως. λέγοι οὖν ὅτι «εἰ κἀγὼ κατὰ ἄνθρωπο̣ν ἐπολιτευσάμην, σκοπήσατε̣, ἵν' ἐκ τούτου ἀποφαίνησθε, ὅτι ὀρ̣γῇ ὑπέπ̣εσον». ἢ ὥσπερ ἄνθος ἀνθῆσαν ἐξέπε σεν, ἀπέδρα δὲ ὥσπερ σκιὰ καὶ οὐ μὴ στῇ. ταῦτα συναπτέον 363 τῷ πρὸ αὐτῶν. ὅτι τῷ παρερχομένῳ ἀνθρώπῳ ὡς ἄνθει καὶ σκιᾷ τοσαύτην ἐπήνεγκε κάκω̣σιν, οὐκ ἔστιν κατὰ τὸν παρόντα δ̣ι' ἁμαρτήματα. "ἐὰν γὰρ ἀνομίας παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν." ὥστε ἐννοητέον τοῖς φίλοις ἦν, ὅτι οὐ διὰ σφάλματα, ἀλλ' ὡς προείρηται διὰ τὸ προβληθῆναι αὐτὸν ἀνδρείας σκοπὸν ταῦτα αὐτῷ συνέπεσεν. καὶ ταῦτα μὲν κατὰ πρώτην διάνοιαν. κατὰ δευτέραν δὲ οὕτως ἂν λεχθείη· ὡς ἄνθος ἐκπίπτει "ὁ κατὰ σάρκα περιπατῶν" καὶ ὡς σκιὰ παρακολουθήματι ἐοικὼς καὶ οὐδὲν πράττων προηγούμενον. ὅτι δὲ ὡς ἀντὶ ἀνυποστάτου η῾̣ σκιὰ παραλαμβάνεται, δηλοῖ τὸ "αἱ ἡμέραι μου ὡσεὶ σκιὰ παράγουσιν". οὐχὶ καὶ τούτου λόγον ἐποιήσω καὶ τοῦτον ἐποίησας εἰσελθεῖν ἐν κρίματι ἐνώπιόν σου; σύμφωνα τῇ προτέρᾳ ἀποδόσει λέγοι τις ἂν εἶναι ταῦτα συνάπτων αὐτὰ οὕτως· «εἰ καὶ ὁ γεννητὸς γυναικὸς ὀλιγόβιός ἐστιν καὶ μόχθου πεπληρωμένος οὕτως ὡς ἄνθει πεπτωκότι ἐοικέναι καὶ σκιᾷ τῇ φευγούσῃ ταχέως, ἀλλὰ μὴν καὶ τούτου λόγον ἐποιήσω οὐχ ὑπεριδὼν αὐτὸν ὥστε καὶ εἰς κρίμα 364