1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

92

ἐνώπιόν σου αὐτὸν εἰσέρχεσθαι.» τούτου ἀποδεικτικὸν ἂν εἴη τὸ πρὸς θεοῦ λεγόμενον· "λαός μου, τί ἐποίησά σοι;" καὶ πάλιν "ἰδού, κρίνομαι πρὸς σέ". οὐκ ἂν οὖν ὁ τοιαύτην περὶ ἀνθρώπων κηδεμονίαν εἰσάγων θεὸς οὕτως ἀτέγκτως καὶ ἀπα ραιτήτως ἀπῄτει δίκας τὸν ἄνθρωπον, ὡς οἱ φίλοι αὐτὸν ὑπενόουν τιννύναι. ταῦτα δ' ἐπάγει πρὸς παράστασιν τοῦ μὴ ἑτέρως πάσχειν ἢ διὰ τὸ φανῆναι δίκαιον κατὰ τὸ "οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος;" τίς γὰρ καθαρός ἐστιν ἀπὸ ῥύπου; οὐδὲ εἷς, ἐὰν καὶ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς, ἀριθμητοὶ δὲ μῆνες αὐτοῦ παρὰ σοί. καὶ ταῦτα, ἵνα ἐννοήσωσιν, ὅτι οὐ δι' ἁμαρτίας πάσχει, συνῆψεν. εἰ γὰρ τοῦτο οὕτως εἶχεν, οὐδεὶς ἂν ἔξω περιστάσεως ἦν, εἰ καὶ πρὸς βραχὺ ἐβίωσεν. ταῦτα δέ, ὅπως οἱ φίλοι παιδευθῶσιν τὴν αἰτίαν· ὡς γὰρ ἐνστάσεως ἂν λεχθησομένης πρὸς τὰ πρὸς αὐτοῦ εἰρημένα τοῦτο εἶπεν λέγοντός τινος ἐνισταμένου ὅτι «κἂν γὰρ ὀλιγόβιος ᾖς καὶ ὡς σκιὰ παρερχόμενος καὶ ὡς ἄνθος ἐκπίπτων, ἀλλ' οὐδὲν κωλύει δι' ἁμαρτίας σε πάσχειν». πρὸς ὃ εὐθυβολώτατα εἶπεν· "τίς γὰρ καθαρὸς ἀπὸ ῥύπου; ἀλλ' οὐδείς", ὥστε ἔδει 365 πάντας, ὡς ἤδη εἴρηται, πάσχειν. ῥύπον δὲ καὶ ἁμαρτίαν ἄλλος τις ἂν εἴποι ταὐτὸ δηλοῦν, ἑτέρου ἐλάττω τὸν ῥύπον τῆς ἁμαρτίας λέγοντος. ἔχεις περὶ ῥύπου καὶ ἁμαρτίας παρὰ τῷ [̓Ησαίᾳ οὕτως· "ἐκπλυνεῖ κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σειὼν καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν", τοῦ μὲν αἵματος τὴν ἁμαρτίαν ἐνταῦθα δηλοῦντος, τὸ ἀκάθαρτον, τοῦ δὲ ῥύπου τὰ ἀκούσια, ἃ καθ' αὑτὰ ὁ Σωτὴρ ἐπιδημήσας ἐκάθηρεν. ὅτι δὲ τὸ αἷμα πολλάκις τὴν ἁμαρτίαν δηλοῖ, εἴρηται πρὸς τὸν ἀρχέκακον διάβολον· "ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρόν, οὕτως οὐδὲ σὺ ἔσει καθαρός." οὐ γὰρ αἵματι πεφυρμένος ἐτύγχανεν, ἀλλὰ δῆλον, ὡς τὴν "πρὸς θάνατον ἁμαρτίαν" δηλοῖ αὐτῷ τὸ αἷμα. ὁ οὖν ἔχων σφάλμα δυνάμενον πλυθῆναι ῥύπον ἔχει, ὁ δὲ ὡσανεὶ ἀμετανόητον ὡς ὁ "εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσας" καὶ τὰ ὅμοια οὐχ ὑπὸ ῥύπον ἐστίν, ἀλλ' ἁμαρτίαν, καὶ ὁ ἐντολὰς παραβαίνων μετὰ τοῦ εἰδέναι. τὸ δὲ "οὐδ' εἰ μία ἡμέρα ὁ βίος αὐ366 τοῦ ἐπὶ τῆς γῆς" διττῶς ἂν ἐπιχειρηθείη· ἔστιν ὁ νῦν ἂν γεννώμενος ὁ κατὰ διαδοχὴν ἔχων τοῦ Ἀδὰμ τὸ ἁμάρτημα, ἔστιν ὁ ἐναρχόμενος λόγῳ κρίνειν τὰ πράγματα, ὅτε καὶ τὸν τοῦ ἀνθρώπου λόγον συμπλη̣ρο̣ῖ. οὐδ' ὁ τοιοῦτος ἡμέραν καθαρεύσει ἀγνοίας παρεπομένης τῷ καὶ νῦν ἀρξαμένῳ διακρίνειν τὸ φευκτὸν ἀπὸ τοῦ ἀγαθοῦ, κἂν ἡμέραν, κἂν ἀριθμητοὺς μῆνας βιώσῃ. ὁ μὲν οὖν φαῦλος "ἐκ βίβλου ἐξαλειφόμενος ζώντων" οὐκ ἔστιν ἐναρίθμιος παρὰ θεῷ, ὁ δὲ σπουδαῖος ἀριθμεῖται παρ' αὐτῷ. «κἂν τοιοῦτον οὖν,» φησίν, «ὑποθῇ, οὐδὲ οὗτος ἀπήλλακται ῥύπου.» τούτῳ ὅμοιον τὸ "οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι" καὶ τὸ "ἀ πὸ τῶν κρυφίων μου καθάρισόν με". εἰς χρόνον γὰρ ἔθου καὶ οὐ μὴ ὑπερβῇ. τὴν περὶ τὸν ἄνθρωπον πρόνοιαν ἐνταῦθα σαφηνίζει οὐχ ὡς εἰκαίως καὶ ὡς ἔτυχεν ἐν τῷ βίῳ παραμένοντος, ἀλλ' ἐκ κρίσεως θεοῦ οὐχ ὑπερβαίνοντος τὸν παρ' αὐτοῦ τεταγμένον χρόνον. ταῦτα δὲ οὐχ ὡς 367 εἱμαρμένης κρατούσης λεκτέον, ἀλλ' ὡς τοῦ θελήματος τοῦ θεοῦ "ὅροις καὶ μέτροις ἕκαστα διαταξαμένου." εἰ δὲ καὶ κατὰ ἀλληγορίαν λέγε̣ι τὸν ὑπὸ θεοῦ ἐναρέτως χειραγωγούμενον μὴ ὑπερβαίνειν τὰ καθήκοντα διὰ τὸ μεμετρημένην εἶναι τὴν ἀρετήν, συνεπίσκεψαι. ἀπόστα ἀπ' αὐτοῦ, ἵνα ἡσυχάσῃ καὶ εὐδοκήσῃ τὸν βίον ὥσπερ ὁ μισθωτός. ἐπεὶ δι' ἐπιπόνων πάρεστιν αὐτῷ θεός, τὸ "ἀπόστα" εἴρηκεν ἀντὶ τοῦ «παῦσον τὴν ὀργήν». τὸ γὰρ ἐγγίζειν θεὸν διάφορον, καὶ τὸ κατὰ μετουσίαν καὶ τὸ κατ' ὀργήν. τῶν γὰρ φίλων δι' ἁμαρτίας πάσχειν αὐτὸν τιθεμένων καὶ οὕτω γε σκληρῶς εἰπὼν τὰ φθάσαντα, ὅτι "ὀλιγόβιός ἐστιν" ὁ ἄνθρωπος καὶ "ὡς ἄνθος ἐκπῖπτον" καὶ "ὡς σκιὰ" καὶ ὡς ὅτι "λόγον αὐτοῦ ποιεῖται θεός", παριστὰς αὐτοῖς, ὅτι οὐ δι' ἁμαρτίας ἀνιᾶται, λέγει ὅτι "ἀπόστα ἀπ' αὐτοῦ". εἰ γὰρ τοσούτῳ πλήθει κακώσεων αὐτὸν ἐπιβάλλει,